καίτοι τίνος ἔλαττον τοῦτο κακόν, ὅτε Οὐαλέριος ὢν Ποτῖτος ὡς εἷς τῶν ἐλαχίστων οὐκ ἔχω τὸ ἴσον, ἀλλὰ δημαρχικῆς ἐξουσίας δέομαι; οὐ μὴν ἀλλʼ ἐπεὶ τῆς ἀρχῆς ἐκείνης ἀπεστερήμεθα, ὑμᾶς τοὺς ἅμα τούτῳ παρειληφότας καὶ τὴν ἐκείνης ἐξουσίαν τῆς ἀρχῆς καὶ δυναστεύοντας τῆς πόλεως ἅπαντας καλῶ καὶ οὐκ ἀγνοῶν μέν, ὅτι διὰ κενῆς τοῦτο ποιῶ, φανερὰν δὲ βουλόμενος πᾶσι γενέσθαι τὴν συνωμοσίαν ὑμῶν, ὅτι συγκεχύκατε τὰ τῆς πόλεως καὶ μίαν ἅπαντες γνώμην ἔχετε· μᾶλλον δὲ σὲ μόνον ἐπικαλοῦμαι, Κόιντε Φάβιε Οὐιβολανέ, τὸν ἐπὶ ταῖς τρισὶν ὑπατείαις κοσμούμενον, εἰ τὸν αὐτὸν νοῦν ἔτι ἔχεις. ἀλλʼ ἀνίστασο καὶ βοήθει τοῖς κατισχυομένοις· εἰς σὲ γὰρ ἀποβλέπει τὸ συνέδριον.ὡς δὲ ταῦτʼ εἶπεν, ὁ Φάβιος ἐκάθητο ὑπʼ αἰσχύνης οὐδὲν ἀποκρινόμενος, Ἄππιος δὲ καὶ οἱ λοιποὶ δέκα πάντες ἀναπηδήσαντες ἐκώλυον αὐτὸν λέγειν. θορύβου δὲ πολλοῦ κατασχόντος τὸ συνέδριον καὶ τῶν μὲν πλείστων ἀγανακτούντων, τῶν δʼ ἐκ τῆς ἑταιρείας αὐτοὺς λέγειν ὀρθῶς ἡγουμένων, ἀνίσταται Μάρκος Ὁράτιος ὁ Βαρβᾶτος ἐπικληθεὶς ἀπόγονος Ὁρατίου τοῦ συνυπατεύσαντος Ποπλίῳ Οὐαλερίῳ Ποπλικόλᾳ μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων, ἀνὴρ καὶ τὰ πολεμικὰ δεινὸς καὶ λέγειν οὐκ ἀδύνατος, Οὐαλερίῳ δʼ ἐκ παλαιοῦ φίλος· ὃς οὐκέτι κατασχὼν τὴν χολὴν ἔφησε·θᾶττόν μʼ ἀναγκάσετε, Ἄππιε, τοὺς χαλινοὺς διαρρῆξαι οὐκέτι μετριάζοντες, ἀλλὰ τὸν Ταρκύνιον ἐκεῖνον ἐνδυόμενοι, οἵ γʼ οὐδὲ λόγου τυχεῖν ἐᾶτε τοὺς περὶ σωτηρίας τῶν κοινῶν βουλομένους λέγειν. πότερον ὑμῶν ἐξελήλυθεν ἐκ τῆς διανοίας, ὅτι σώζονται μὲν οἱ Οὐαλερίων ἀπόγονοι τῶν ἐξελασάντων τὴν τυραννίδα, λείπεται δὲ διαδοχὴ τῆς Ὁρατίων οἰκίας, οἷς πάτριόν ἐστιν. ὁμόσε χωρεῖν τοῖς καταδουλουμένοις τὴν πατρίδα καὶ μετὰ τῶν ἄλλων καὶ μόνοις;ἤ τοσαύτην κατεγνώκατε καὶ ἡμῶν καὶ τῶν ἄλλων Ῥωμαίων ἀνανδρίαν, ὥστʼ ἀγαπήσειν ἐάν τις ἐᾷ ζῆν ἡμᾶς ὁπωσδήποτε, ὑπὲρ ἐλευθερίας δὲ καὶ παρρησίας μήτʼ ἐρεῖν μήτε πράξειν μηθέν; ἢ μεθύετε τῷ μεγέθει τῆς ἐξουσίας; ὑμεῖς Οὐαλερίου λόρον ἀφελεῖσθε ἢ τῶν ἄλλων τινὸς βουλευτῶν τίνες ὄντες ἢ ποίαν ἀρχὴν ἔχοντες νόμιμον; οὐκ εἰς ἐνιαυτὸν ἀπεδείχθητε τῶν κοινῶν προστάται; οὐ παρῴχηκεν ὁ τῆς ἀρχῆς ὑμῶν χρόνος; οὐκ ἰδιῶται τῷ νόμῳ γεγόνατε; ταῦτʼ εἰς τὸν δῆμον βουλεύεσθε ἐξενεγκεῖν.τί γὰρ δὴ καὶ τὸ κωλῦον ἔσται τὸν βουλόμενον ἡμῶν τὴν ἐκκλησίαν συγκαλεῖν, καὶ τὴν ἐξουσίαν ὑμῶν, ἣν παρὰ τοὺς νόμους ἔχετε, κατηγορεῖν; ἀνάδοτε τοῖς πολίταις ψῆφον ὑπὲρ αὐτοῦ τούτου, πότερα δεῖ μένειν τὴν δεκαδαρχίαν ὑμῶν, ἢ τὰς πατρίους πάλιν ἀποδείκνυσθαι ἀρχάς· κἂν τοῦτο μανεὶς ὁ δῆμος ὑπομείνῃ, πάλιν τὴν αὐτὴν κατάστασιν ἔχετε καὶ κωλύετε λέγειν, ὁπόσα βούλεταί τις ὑπὲρ τῆς πατρίδος. ἄξιοι γὰρ ἂν εἴημεν καὶ ταῦτα καὶ ἔτι χείρονα τούτων πάσχειν ἐφʼ ὑμῖν γενόμενοι καὶ ῥυπαίνοντες αἰσχρῷ βίῳ τὰς ἑαυτῶν τε καὶ τῶν προγόνων ἀρετάς.ἔτι δʼ αὐτοῦ λέγοντος οἱ δέκα περιίστανται κεκραγότες καὶ τὴν δημαρχικὴν ἐπανασείοντες ἐξουσίαν καὶ ῥίψειν αὐτὸν ἀπειλοῦντες κατὰ τῆς πέτρας, εἰ μὴ σιωπήσει. ἐφʼ ᾧ πάντες ἀνέκραγον ὡς καταλυομένης σφῶν τῆς ἐλευθερίας, καὶ μεστὸν ἦν ἀγανακτήσεώς τε καὶ θορύβου τὸ συνέδριον.τοῖς μέντοι δέκα μετέμελεν εὐθέως τῆς τε κωλύσεως τοῦ λέγειν καὶ τῆς ἀπειλῆς, ὡς ἠρεθισμένην εἶδον ἐπὶ τῷ πράγματι τὴν βουλήν· ἔπειτα προσελθὼν ἐξ αὐτῶν Ἄππιος καὶ δεηθεὶς τῶν θορυβούντων βραχὺν ἐπισχεῖν χρόνον, ἐπειδὴ κατέστειλε τὸ ταραττόμενον αὐτῶν·οὐδένα ὑμῶν, εἶπεν, ἀποστεροῦμεν, ὦ ἄνδρες βουλευταί, λόγου, ὃς ἂν ἐν τῷ προσήκοντι καιρῷ λέγῃ, τοὺς δʼ ἐπιπολάζοντας καὶ πρὶν ἢ κληθῆναι προεξανισταμένους εἴργομεν. μηδὲν οὖν ἀγανακτεῖτε, καὶ γὰρ Ὁρατίῳ καὶ Οὐαλερίῳ καὶ παντὶ ἄλλῳ γνώμην ἀγορεύειν ἐν τῷ ἑαυτοῦ τόπῳ κατὰ τὸν ἀρχαῖον ἐθισμὸν καὶ κόσμον ἀποδώσομεν, ἐάν γε περὶ ὧν βουλευσόμενοι συνεληλύθατε, περὶτούτων λέγωσι καὶ μηδὲν ἔξω· ἐὰν δὲ δημαγωγῶσιν ὑμᾶς καὶ διαστασιάζωσι τὴν πόλιν τὰ μὴ πρὸς τὸ πρᾶγμα δημηγοροῦντες, οὐδὲν τότε· τὴν δʼ ἐξουσίαν τοῦ κωλύειν τοὺς ἀκοσμοῦντας, ὦ Μάρκε Ὁράτιε, παρὰ τοῦ δήμου λαβόντες ἔχομεν, ὅτε ἡμῖν καὶ τὴν τῶν ὑπάτων καὶ τὴν τῶν δημάρχων ἀρχὴν ἐψηφίσαντο, καὶ ὁ χρόνος αὐτῆς οὔπω παρελήλυθεν, ὥσπερ σοι δοκεῖ.οὐ γὰρ εἰς ἐνιαυτὸν ἀπεδείχθημεν, οὐδʼ εἰς ἄλλον τινὰ χρόνον ὡρισμένον, ἀλλʼ ἕως ἂν καταστησώμεθα πᾶσαν τὴν νομοθεσίαν. συντελέσαντες οὖν, ὅσα κατὰ νοῦν ἔχομεν, καὶ κυρώσαντες τοὺς λοιποὺς νόμους, τότʼ ἀποθησόμεθα τὴν ἀρχὴν καὶ λόγον τῶν πεπραγμένων τοῖς βουλομένοις ὑμῶν ὑφέξομεν. τέως δʼ οὐδὲν ἐλαττώσομεν οὐδὲ τῆς ὑπατικῆς ἐξουσίας οὐδὲτῆς δημαρχικῆς. περὶ δὲ τοῦ πολέμου, τίνα χρὴ τρόπον ὡς τάχιστα καὶ κάλλιστα τοὺς ἐχθροὺς ἀμύνασθαι, γνώμας ἀξιῶ παριόντας ὑμᾶς λέγειν, πρώτους μέν, ὥσπερ ἐστὶ σύνηθες καὶ πρέπον ὑμῖν, τοὺς πρεσβυτέρους, ἔπειτα τοὺς μέσους, τελευταίους δὲ τοὺς νεωτάτους.ταῦτʼ εἰπὼν πρῶτον μὲν ἐκάλει τὸν ἑαυτοῦ θεῖον Γάιον Κλαύδιον. ὁ δʼ ἀναστὰς τοιαύτην διέθετο δημηγορίαν· ἐπειδή με πρῶτον γνώμην ἀποφαίνεσθαι ἀξιοῖ Ἄππιος, ὦ βουλή, τιμῶν διὰ τὸ συγγενές, ὥσπερ αὐτῷ προσήκει, καὶ δεῖ με ἃ φρονῶ περὶ τοῦ πολέμου τοῦ πρὸς Αἰκανοὺς καὶ Σαβίνους εἰπεῖν, πρὶν ἀποδείξασθαι τὴν ἐμαυτοῦ διάνοιαν, ἐκεῖνο βουλοίμην ἂν ὑμᾶς ἐξετάσαι, τίσιν ἐπαρθέντες ἐλπίσιν Αἰκανοὶ καὶ Σαβῖνοι πόλεμον ἐπενεγκεῖν ἐτόλμησαν ἡμῖν καὶ τὴν χώραν ἐπιόντες λεηλατεῖν, οἱ τέως ἀγαπῶντες καὶ τοῖς θεοῖς πολλὴν χάριν εἰδότες, εἴ τις αὐτοὺς εἴα τὴν ἑαυτῶν ἔχειν ἀσφαλῶς. ἐὰν γὰρ τοῦτο μάθητε, καὶ τὴν ἀπαλλαγὴν τοῦ πολέμου τοῦ πρὸς αὐτοὺς ἥτις ἔσται κρατίστη μαθήσεσθε.