τὴν μὲν οὖν δίκην αὐτὸν ἔφη τὸν πατέρα περὶ τῆς θυγατρὸς ἀπολογήσεσθαι παραγενόμενον ἀπὸ τῆς στρατιᾶς· τὴν δὲ τοῦ σώματος ἀντιποίησιν, ἣν ἔδει γενέσθαι κατὰ τοὺς νόμους, αὐτὸς ποιεῖσθαι θεῖος ὢν τῆς κόρης καὶ τὰ δίκαια ὑπέχειν, οὐδὲν ἀξιῶν οὔτε ξένον οὔτε ὃ μὴ καὶ τοῖς ἄλλοις ἀποδίδοται Ῥωμαίοις δίκαιον, εἰ καὶ μὴ πᾶσιν ἀνθρώποις, σώματος εἰς δουλείαν ἐξ ἐλευθερίας ἀγομένου μὴ τὸν ἀφαιρούμενον τὴν ἐλευθερίαν, ἀλλὰ τὸν φυλάττοντα κύριον εἶναι μέχρι δίκης.ἔφη τε διὰ πολλὰς αἰτίας προσήκειν τῷ Ἀππίῳ φυλάττειν τοῦτο τὸ δίκαιον· πρῶτον μὲν ὅτι τὸν νόμον τοῦτον ἅμα τοῖς ἄλλοις ἐν ταῖς δώδεκα δέλτοις ἀνέγραψεν· ἔπειθʼ ὅτι τῆς δεκαδαρχίας ἡγεμών· πρὸς δὲ τούτοις ὅτι μετὰ τῆς ὑπατικῆς ἐξουσίας καὶ τὴν δημαρχίαν προσειλήφει, ἧς εἶναι κράτιστον ἔργον τοῖς ἀσθενέσι καὶ ἐρήμοις τῶν πολιτῶν βοηθεῖν.ἠξίου τε τὴν καταπεφευγυῖαν ἐπʼ αὐτὸν ἐλεῆσαι παρθένον, μητρὸς μὲν ὀρφανὴν οὖσαν ἔτι πάλαι, πατρὸς δʼ ἔρημον ἐν τῷ τότε χρόνῳ, κινδυνεύουσαν οὐ χρημάτων ἀποστερηθῆναι προγονικῶν, ἀλλὰ καὶ ἀνδρὸς καὶ πατρίδος καὶ ὃ πάντων μέγιστον εἶναι δοκεῖ τῶν ἀνθρωπίνων ἀγαθῶν, τῆς τοῦ σώματος ἐλευθερίας. ἀνακλαυσάμενος δὲ τὴν ὕβριν, εἰς ἣν ἔμελλεν ἡ παῖς παραδοθήσεσθαι, καὶ πολὺν ἐκ τῶν παρόντων κινήσας ἔλεον περὶ τοῦ χρόνου τῆς δίκης ἔφη τελευτῶν·ἐπειδὴ ταχεῖαν αὐτῆς βούλεται γενέσθαι τὴν κρίσιν Κλαύδιος, ὁ μηδὲν ἠδικῆσθαι φάμενος ἐν τοῖς πεντεκαίδεκα ἔτεσιν, ἕτερος μὲν ἄν τις ὑπὲρ τηλικούτων ἀγωνιζόμενος δεινὰ πάσχειν ἔλεξε καὶ ἠγανάκτει κατὰ τὸ εἰκός, ὅταν εἰρήνη γένηται καὶ πάντες ἔλθωσιν οἱ νῦν ὄντες ἐπὶ στρατοπέδου, τότε τὴν δίκην ἀξιῶν ἀπολογεῖσθαι, ὅτε καὶ μαρτύρων εὐπορία καὶ φίλων καὶ δικαστῶν ἀμφοτέροις ἔσται τοῖς δικαζομένοις, πολιτικὰ καὶ μέτρια πράγματα προφέρων καὶ τῇ Ῥωμαίων συνήθη πολιτείᾳ·ἡμεῖς δʼ, ἔφη, λόγων οὐδὲν δεόμεθα οὔτʼ εἰρήνης οὔτʼ ὄχλου φίλων καὶ δικαστῶν οὔτʼ εἰς τοὺς δικασίμους χρόνους τὸ πρᾶγμα ἀναβαλλόμεθα, ἀλλὰ καὶ ἐν πολέμῳ καὶ ἐν σπάνει φίλων καὶ οὐκ ἐν ἴσοις δικασταῖς καὶ παραχρῆμα ὑπομένομεν ἀπολογεῖσθαι, τοσοῦτον αἰτησάμενοι παρὰ σοῦ χρόνον, Ἄππιε, ὅσος ἱκανὸς ἔσται τῷ πατρὶ τῆς κόρης ἀπὸ στρατοπέδου παραγενηθέντι τὰς ἰδίας ἀποδύρασθαι τύχας, καὶ διʼ ἑαυτοῦ τὴν δίκην ἀπολογήσασθαι.τοιαῦτα τοῦ Νομιτωρίου λέξαντος καὶ τοῦ περιεστηκότος ὄχλου μεγάλῃ βοῇ διασημήναντος, ὡς δίκαια ἀξιοῖ, μικρὸν ἐπισχὼν χρόνον Ἄππιος· ἐγὼ τὸν μὲν νόμον, εἶπεν, οὐκ ἀγνοῶ τὸν ὑπὲρ τῆς διεγγυήσεως τῶν εἰς δουλείαν ἀγομένων κείμενον, ὃς οὐκ ἐᾷ παρὰ τοῖς ἀφαιρουμένοις εἶναι τὸ σῶμα μέχρι δίκης, οὐδὲ καταλύσαιμι ἂν ὃν αὐτὸς ἔγραψα ἑκών· ἐκεῖνο μέντοι δίκαιον ἡγοῦμαι, δυεῖν ὄντων τῶν ἀντιποιουμένων, κυρίου καὶ πατρός, εἰ μὲν ἀμφότεροι παρῆσαν, τὸν πατέρα κρατεῖν τοῦ σώματος μέχρι δίκης.ἐπεὶ δʼ ἐκεῖνος ἄπεστι, τὸν κύριον ἀπαγαγεῖν ἐγγυητὰς ἀξιοχρέους δόντα καταστήσειν ἐπὶ τὴν ἀρχήν, ὅταν ὁ πατὴρ αὐτῆς παραγένηται. περὶ δὲ τῶν ἐγγυητῶν καὶ τοῦ τιμήματος καὶ τοῦ μηδὲν ὑμᾶς ἐλαττωθῆναι περὶ τὴν δίκην, πολλὴν ποιήσομαι πρόνοιαν, ὦ Νομιτώριε.νῦν δὲ παράδος τὴν κόρην. τοῦτο τὸ τέλος ἐξενέγκαντος Ἀππίου πολὺς μὲν ὀδυρμὸς ὑπὸ τῆς παρθένου καὶ τῶν περὶ αὐτὴν γυναικῶν ἐγίνετο καὶ κοπετός, πολλὴ δὲ κραυγὴ καὶ ἀγανάκτησις ἐκ τοῦ περιεστηκότος ὄχλου τὸ βῆμα. ὁ δὲ μέλλων ἄγεσθαι τὴν κόρην Ἰκίλιος ἐμφύεταί τε αὐτῆς καί φησιν· οὐκ ἐμοῦ γε ζῶντος, Ἄππιε, ταύτην ἀπάξεταί τις.ἀλλʼ εἴ σοι δέδοκται τοὺς νόμους καταλύειν, τὰ δὲ δίκαια συγχεῖν καὶ τὴν ἐλευθερίαν ἡμῶν ἀφαιρεῖσθαι, μηκέτι τὴν ὀνειδιζομένην ὑμῖν ἀρνοῦ τυραννίδα, ἀλλὰ τὸν ἐμὸν ἀποκόψας τράχηλον ταύτην τε ἀπαγαγεῖν, ὅπου σοι δοκεῖ, καὶ τὰς ἄλλας παρθένους καὶ γυναῖκας, ἵνα δὴ μάθωσιν ἤδη ποτὲ Ῥωμαῖοι δοῦλοι γεγονότες ἀντʼ ἐλευθέρων, καὶ μηδὲν ἔτι μεῖζον φρονῶσι τῆς τύχης.τί οὖν ἔτι μέλλεις, ἀλλʼ οὐ τοὐμὸν ἐκχεῖς αἷμα πρὸ τοῦ βήματος ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς; ἴσθι μέντοι σαφῶς, ὅτι ἤτοι μεγάλων κακῶν ἄρξει Ῥωμαίοις ὁ θάνατος οὑμὸς ἢ μεγάλων ἀγαθῶν.ἔτι δʼ αὐτοῦ βουλομένου λέγειν οἱ μὲν ῥαβδοῦχοι κελευσθέντες ὑπὸ τῆς ἐξουσίας ἀνεῖργον αὐτοὺς ἀπὸ τοῦ βήματος καὶ πειθαρχεῖν τοῖς κεκριμένοις ἐκέλευον· ὁ δὲ Κλαύδιος ἐπιλαβόμενος τῆς παιδὸς ἀπάγειν ἐβούλετο τοῦ θείου καὶ τοῦ μνηστῆρος ἀντεχομένην. ἰδόντες δὲ πένθος ἐλεεινὸν οἱ περὶ τὸ βῆμα πάντες ἀνέκραγον ἅμα καὶ παρʼ οὐδὲν ἡγησάμενοι τὴν τοῦ κρατοῦντος ἐξουσίαν ὠθοῦνται τοῖς βιαζομένοις ὁμόσε, ὥστε δείσαντα τὴν ἐπιφορὰν αὐτῶν τὸν Κλαύδιον τήν τε κόρην ἀφεῖναι καὶ ὑπὸτοὺς πόδας τοῦ στρατηγοῦ καταφυγεῖν. ὁ δʼ Ἄππιος καταρχὰς μὲν εἰς πολλὴν ταραχὴν κατέστη ἠγριωμένους ἅπαντας ὁρῶν καὶ πολὺν ἠπόρει χρόνον, ὅ τι χρὴ ποιεῖν, ἔπειτα τὸν Κλαύδιον καλέσας ἐπὶ τὸ βῆμα καὶ μικρὰ διαλεχθεὶς πρὸς αὐτὸν ὡς ἐδόκει,τοῖς τε περιεστῶσι διασημήνας ἡσυχίαν παρασχεῖν λέγει τοιάδε·