τούτων δὲ τῶν ἑταιριῶν ἡγεμόνες ἦσαν οἱ πρῶτοι τολμήσαντες ἐν τῷ συνεδρίῳ περὶ καταλύσεως τῆς δεκαδαρχίας εἰπεῖν, Λεύκιος Οὐαλέριος καὶ Μάρκος Ὁράτιος, φραξάμενοί τε τὰς οἰκίας ὅπλοις καὶ φυλακὴν θεραπόντων καὶ πελατῶν καρτερὰν περὶ ἑαυτοὺς ἔχοντες, ὡς μήτʼ ἐκ τοῦ βιαίου παθεῖν μηθὲν μήτʼ ἐκ τοῦ δολίου.ὅσοις δʼ οὔτε θεραπεύειν τὴν τῶν κρατούντων ἐξουσίαν βουλομένοις ἦν οὔτε μηδενὸς ἐπιστρέφεσθαι τῶν κοινῶν οὐδʼ ἐν ἀπράκτῳ ζῆν ἡσυχίᾳ καλὸν ἐδόκει, πολεμεῖν τʼ ἀνὰ κράτος οὐ ῥᾴδιον, ἐπεὶ καθαιρεθῆναι δυναστείαν τηλικαύτην ἀνόητον ἐφαίνετο εἶναι, κατέλιπον τὴν πόλιν. ἡγεμὼν δὲ τούτων ἀνὴρ ἦν ἐπιφανὴς Γάιος Κλαύδιος, ὁ τοῦ κορυφαιοτάτου τῆς δεκαδαρχίας Ἀππίου θεῖος, ἐμπεδῶν τὰς ὑποσχέσεις, ἃς ἐπὶ τῆς βουλῆς ἐποιήσατο πρὸς τὸν ἀδελφιδοῦν, ὅτʼ αὐτὸν ἀποθέσθαι τὴν ἀρχὴν ἀξιῶν οὐκ ἔπεισεν. ἠκολούθει δʼ αὐτῷ πολὺς μὲν ἑταίρων ὄχλος,πολὺς δὲ πελατῶν. τούτου δʼ ἀρξαμένου καὶ τὸ ἄλλο πολιτικὸν πλῆθος οὐκέτι λάθρα καὶ κατʼ ὀλίγους, ἀλλʼ ἐκ τοῦ φανεροῦ καὶ ἀθρόον ἐξέλιπε τὴν πατρίδα, τέκνα καὶ γυναῖκας ἐπαγόμενον. οἱ δὲ περὶ τὸν Ἄππιον ἀγανακτοῦντες τοῖς γινομένοις ἐπεβάλοντο μὲν κωλύειν πύλας τʼ ἀποκλείσαντες καὶ ἀνθρώπους τινὰς συναρπάσαντες, ἔπειτα — δέος γὰρ εἰσῆλθεν αὐτοῖς, μὴ πρὸς ἀλκὴν οἱ κωλυόμενοι τράπωνται, καὶ λογισμὸς ὀρθὸς ὡς κρεῖττον εἴη σφίσιν ἐκποδῶν εἶναι τοὺς ἐχθροὺς ἢ μένοντας ἐνοχλεῖν — ἀνοίξαντες τὰς πύλας ἀφῆκαν τοὺς θέλοντας ἀπιέναι, οἰκίας δʼ αὐτῶν καὶ κλήρους καὶ ὅσα ἄλλα ὑπελείπετο ἀδύνατα ὄντα ἐν φυγαῖς φέρεσθαι λειποστρατίαν ἐπενεγκόντες ἐδήμευσαν τῷ λόγῳ, τὸ δʼ ἀληθὲς τοῖς ἑαυτῶν ἑταίροις ὡσανεὶ παρὰτοῦ δήμου πριαμένοις ἐχαρίσαντο. ταῦτα δὴ τὰ ἐγκλήματα προστεθέντα τοῖς προτέροις πολλῷ δυσμενεστέρους ἐποίησε πρὸς τὴν δεκαδαρχίαν τοὺς πατρικίους καὶ τοὺς δημοτικούς. εἰ μὲν οὖν μηδὲν ἐπεξήμαρτον ἔτι πρὸς τοῖς εἰρημένοις, δοκοῦσιν ἄν μοι πολὺν ἐπὶ τῆς αὐτῆς ἐξουσίας διαμεῖναι χρόνον· ἡ γὰρ φυλάττουσα τὴν δυναστείαν αὐτῶν στάσις ἔτι διέμενεν ἐν τῇ πόλει, διὰ πολλὰς αἰτίας καὶ ἐκ πολλῶν αὐξηθεῖσα χρόνων,δι’ ἣν ἔχαιρον ἑκάτεροι τοῖς ἀλλήλων κακοῖς· οἱ μὲν δημοτικοὶ τὸ φρόνημα τῶν πατρικίων τεταπεινωμένον ὁρῶντες καὶ τὴν βουλὴν οὐδενὸς ἔτι τῶν κοινῶν οὖσαν κυρίαν, οἱ δὲ πατρίκιοι τὴν ἐλευθερίαν ἀπολωλεκότα τὸν δῆμον καὶ μηδὲ τὴν ἐλαχίστην ἔχοντα ἰσχύν, ἐξ οὗ τὴν δημαρχικὴν ἐξουσίαν αὐτῶν οἱ δέκα ἀφείλαντο· αὐθαδείᾳ δὲ πολλῇ πρὸς ἄμφω τὰ μέρη χρώμενοι καὶ οὔτʼ ἐπὶ στρατοπέδου μετριάζοντες οὔτʼ ἐν τῇ πόλει σωφρονοῦντες ὁμονοῆσαι πάντας ἠνάγκασαν καὶ καταλῦσαι τὴν ἀρχὴν αὐτῶν, ὅπλων γενηθέντας κυρίους διὰ τὸν πόλεμον.τὰ δʼ ἁμαρτήματα αὐτῶν τὰ τελευταῖα καὶ διʼ ἃ κατελύθησαν ὑπὸ τοῦ δήμου — τοῦτον γὰρ δὴ μάλιστα προπηλακίζοντες ἐξηγρίωσαν — τοιάδε ἦν.ὅτε τὸ περὶ τοῦ πολέμου ψήφισμα ἐκύρωσαν, καταγράψαντες ἐν τάχει τὰς δυνάμεις καὶ τριχῇ νείμαντες δύο μὲν τάγματα κατέλιπον ἐν τῇ πόλει φυλακῆς τῶν ἐντὸς τείχους ἕνεκεν· ἡγεῖτο δὲ τῶν δύο τούτων ταγμάτων Ἄππιος Κλαύδιος ὁ προεστηκὼς τῆς ὀλιγαρχίας καὶ σὺν αὐτῷ Σπόριος Ὄππιος. τρία δὲ ἔχοντες ἐξῆγον ἐπὶ Σαβίνους Κόιντος Φάβιος καὶΚόιντος Ποιτέλιος καὶ Μάνιος Ῥαβολήιος. πέντε δὲ τὰ λοιπὰ τάγματα παραλαβόντες Μάρκος τε Κορνήλιος καὶ Λεύκιος Μηνύκιος καὶ Μάρκος Σέργιος καὶ Τίτος Ἀντώνιος καὶ τελευταῖος Καίσων Δουέλλιος ἐπὶ τὸν πρὸς Αἰκανοὺς πόλεμον ἀφίκοντο· συνεστρατεύετο δʼ αὐτοῖς Λατίνων τε καὶ ἄλλων συμμάχων ἐπικουρικὸν οὐκ ἔλαττον τοῦ πολιτικοῦ πλήθους. ἀλλʼ οὐδὲν αὐτοῖς ἐχώρει κατὰ νοῦν τοσαύτην μὲν οἰκείαν δύναμιν ἐπαγομένοις, τοσαύτην δὲ συμμαχίαν.οἱ γὰρ πολέμιοι καταφρονήσαντες αὐτῶν, ὅτι νεοσύλλεκτοι ἦσαν οἱ στρατευόμενοι, πλησίον ἀντεστρατοπεδεύσαντο καὶ τάς τʼ ἀγορὰς ἀγομένας ἀφῃροῦντο λοχῶντες τὰς ὁδοὺς καὶ ἐπὶ προνομὰς ἐξιοῦσιν ἐπετίθεντο, καὶ εἴ ποτε ἱππεῖς εἰς χεῖρας ἔλθοιεν ἱππεῦσι καὶ πεζοὶ πεζοῖς πρὸς φάλαγγα μαχόμενοι πανταχῇ πλέον ἔχοντες ἀπῄεσαν, ἐθελοκακούντων οὐκ ὀλίγων ἐν ταῖς συμπλοκαῖς καὶ οὔτε τοῖς ἡγεμόσι πειθομένων οὔτε ὁμόσε χωρεῖν τοῖς πολεμίοις βουλομένων.οἱ μὲν οὖν ἐπὶ Σαβίνους στρατεύσαντες ἐν τοῖς ἐλάττοσι κακοῖς σωφρονισθέντες ἑκόντες ἔγνωσαν ἐκλιπεῖν τὸν χάρακα· καὶ περὶ μέσας νύκτας ἀναστήσαντες τὸν στρατὸν ἀπῆγον ἐκ τῆς πολεμίας εἰς τὴν ἑαυτῶν φυγῇ παραπλησίαν ποιούμενοι τὴν ἀνάζευξιν, ἕως ἐπὶ πόλιν Κρουστομέρειαν, ἥ ἐστιν οὐ πρόσω τῆς Ῥώμης, ἀφίκοντο. οἱ δʼ ἐν Ἀλγιδῷ τῆς Αἰκανῶν χώρας θέμενοι τὴν παρεμβολὴν πολλὰς καὶ αὐτοὶ λαμβάνοντες ὑπὸ τῶν πολεμίων πληγὰς καὶ παρὰ τὰ δεινὰ μένειν ἀξιοῦντες ὡς ἐπανορθωσόμενοι τὰς ἐλαττώσεις οἴκτιστα πράγματα ἔπαθον.ὠσάμενοι γὰρ ἐπʼ αὐτοὺς οἱ πολέμιοι καὶ τοὺς ὑποστάντας τοῦ χάρακος καταβαλόντες ἐπέβησαν τῶν ἐρυμάτων· καὶ καταλαβόμενοι τὸ στρατόπεδον ὀλίγους μέν τινας ἀμυνομένους ἀπέκτειναν, τοὺς δὲ πλείους ἐν τῷ διωγμῷ διέφθειραν. οἱ δὲ διασωθέντες ἐκ τῆς φυγῆς τραυματίαι τε οἱ πλείους καὶ τὰ ὅπλα μικροῦ δεῖν πάντες ἀπολωλεκότες εἰς πόλιν Τύσκλον ἀφικνοῦντο· σκηνὰς δʼ αὐτῶν καὶ ὑποζύγια καὶ χρήματα καὶ θεράποντας καὶ τὴν ἄλλην τοῦ πολέμου παρασκευὴν οἱ πολέμιοι διήρπασαν.