οὐκ ἀνελοῦμεν ἐκ μέσου τοὺς φλυάρους; οὐ ταχεῖαν ψηφιούμεθα τῇ ὑπονοθευομένῃ χώρᾳ τὴν βοήθειαν; οὐ καθοπλιοῦμεν ἅπασαν τὴν ἀκμὴν τῆς πόλεως; οὐκ ἐπὶ τὰς ἐκείνων πόλεις αὐτοὶ στρατευσόμεθα; ἀλλʼ οἴκοι μένοντες καὶ τοῖς δέκα λοιδορούμενοι καὶ νέας ἀρχὰς καθιστάντες καὶ περὶ κόσμου πολιτικοῦ σκοποῦντες ὥσπερ ἐν εἰρήνῃ πάντʼ ἐάσομεν ὑπὸ τοῖς πολεμίοις τὰ ἐν τῇ χώρᾳ γενέσθαι, καὶ τελευτῶντες ὑπὲρ ἀνδραποδισμοῦ κινδυνεύσομεν καὶ κατασκαφῆς τῆς πόλεως, ὡς ἐάσαντες τὸν πόλεμον τοῖς τείχεσι προσελθεῖν;οὐκ ἔστιν ὑγιαινόντων ἀνθρώπων τὰ τοιαῦτα βουλεύματα, ὦ πατέρες, οὐδὲ προνοίας πολιτικῆς τὰ κοινὰ συμφέροντα τῶν ἰδίων ἀπεχθειῶν ἡγουμένης ἀναγκαιότερα, ἀλλὰ φιλονεικίας ἀκαίρου καὶ δυσμενείας ἀβούλου καὶ φθόνου κακοδαίμονος, ὃς οὐκ ἐᾷ τοὺς ἔχοντας αὐτὸν σωφρονεῖν. ἀλλὰ τὰς μὲν τούτων φιλονεικίας ἐάσατε χαίρειν, ἃ δὲ ψηφισάμενοι τῇ πόλει σωτήρια καὶ ὑμῖν αὐτοῖς προσήκοντα ἔσεσθε βεβουλευμένοι καὶ τοῖς ἐχθροῖς φοβερά, ἐγὼ πειράσομαι λέγειν.νῦν μὲν τὸν πρὸς Αἰκανοὺς καὶ Σαβίνους πόλεμον ἐπικυρώσατε καὶ τὰς δυνάμεις μετὰ πλείστης προθυμίας καὶ σπουδῆς καταγράφετε τὰς ἐπʼ ἀμφοτέρους ἐξελευσομένας. ὅταν δὲ τὰ τοῦ πολέμου τέλος ἡμῖν τὸ κράτιστον λάβῃ, καὶ ἀναστρέψωσιν εἰς τὴν πόλιν αἱ δυνάμεις εἰρήνης γενομένης, τότε καὶ περὶ τοῦ κόσμου τῆς πολιτείας σκοπεῖτε, καὶ λόγον ἀπαιτεῖτε τοὺς δέκα περὶ πάντων, ὧν ἐπὶ τῆς ἀρχῆς ἔπραξαν, καὶ νέας ἀρχὰς ψηφοφορεῖτε καὶ δικαστήρια καθίζετε καὶ τιμᾶτε τοὺς ἑκατέρου τούτων ἀξίους, ὅταν ἐφʼ ὑμῖν γένηται ταῦτʼ ἀμφότερα, μαθόντες ὅτι οὐ τοῖς πράγμασιν οἱ καιροὶ δουλεύουσιν, ἀλλὰ τοῖς καιροῖς τὰ πράγματα.ταύτην ἀποδειξαμένου Κορνηλίου τὴν γνώμην οἱ μετʼ ἐκεῖνον ἀνιστάμενοι χωρὶς ὀλίγων τῆς αὐτῆς ἐγένοντο προαιρέσεως· οἱ μὲν ἀναγκαῖα καὶ τῷ παρόντι καιρῷ ταῦτα προσήκοντα ὑπολαμβάνοντες εἶναι, οἱ δʼ ὑποκατακλινόμενοι καὶ θεραπεύοντες τοὺς δέκα τῷ φόβῳ τῆς ἀρχῆς. ἦν γάρ τι καὶ κατεπτηχὸς τὴν ἐξουσίαν οὐκ ἐλάχιστον μέρος ἐκ τῶν συνέδρων.ὡς δʼ αἱ πλείους γνῶμαι διηγορεύθησαν, καὶ παρὰ πολὺ κρατεῖν ἐδόκουν οἱ τὸν πόλεμον ἐπικυροῦντες τῶν ἑτέρων, τότε Λεύκιον Οὐαλέριον ἐν τοῖς ἐσχάτοις ἐκάλουν, ὃν ἔφην εὐθὺς ἐν ἀρχαῖς βουλόμενόν τι λέγειν κεκωλῦσθαι πρὸς αὐτῶν. ὁ δὲ ἀναστὰς τοιούτους διεξῆλθε λόγους·τὴν μὲν ἐπιβουλὴν τῶν δέκα ὁρᾶτε, ὦ πατέρες, οἳ κατʼ ἀρχάς τʼ οὐκ ἐπέτρεψάν μοι λέγειν ὅσα προῃρούμην πρὸς ὑμᾶς, καὶ νῦν ἐν τοῖς ὑστάτοις ἀποδεδώκασι λόγον ἐνθυμηθέντες, ὅπερ εἰκός, ὅτι τῇ τε Κλαυδίου γνώμῃ προσθέμενος οὐδὲν ὠφελήσω τὸ κοινὸν ὀλίγων αὐτῇ συνειρηκότων· ἑτέραν τε γνώμην παρὰ τὰς εἰρημένας αὐτοῖς ἀποφηνάμενος, κἂν τὰ κράτιστα ὑποθῶμαι, διακενῆς ἐρραψῳδηκὼς ἔσομαι.εὐαρίθμητοι γάρ τινές εἰσιν οἱ μετʼ ἐμὲ ἀναστησόμενοι, οὓς ἐὰν ἅπαντας ὁμογνώμονας λάβω, τί γενήσεταί μοι πλέον οὐδὲ πολλοστὴν ἕξοντι μοῖραν τῶν Κορνηλίῳ συναγορευόντων; οὐ μὴν ἐγὼ ταῦθʼ ὑφορώμενος ὀκνήσω τὴν ἐμαυτοῦ γνώμην εἰπεῖν. ὅταν γὰρ ἀκούσητε πάντων, ἐφʼ ὑμῖν ἔσται τὰ κράτιστα ἑλέσθαι.περὶ μὲν οὖν τῆς δεκαδαρχίας, ὃν τρόπον ἐπιμελεῖται τῶν κοινῶν, ὅσα Κλαύδιος ὁ βέλτιστος εἶπε, καὶ ἐμοὶ νομίσατε εἰρῆσθαι, καὶ ὅτι δεῖ νέας ἀρχὰς ἀποδειχθῆναι, πρὶν ἢ τὸ περὶ τοῦ πολέμου γενέσθαι ψήφισμα· καὶ γὰρ ταῦτα εἴρηται τῷἀνδρὶ κατὰ τὸ βέλτιστον. ἐπεὶ δὲ Κορνήλιος εἰς τὸ ἀδύνατον ἀπάγειν ἐπειρᾶτο τὴν γνώμην πολλοὺς τοὺς μεταξὺ χρόνους ἀποφαίνων ταῖς πολιτικαῖς οἰκονομίαις γενησομένους ἐν χερσὶν ὄντος τοῦ πολέμου, καὶ χλευάζειν ἐπεχείρει πράγματα οὐκ ἐπιτήδεια χλευασμῶν, οἷς παρακρουσάμενος ὑμᾶς τοὺς πολλοὺς ᾤχετο φέρων, ἐγὼ καὶ περὶ τοῦ μὴ ἀδύνατον εἶναι τὴν Κλαυδίου γνώμην διαλέξομαι πρὸς ὑμᾶς· ὡς μὲν γὰρ ἀσύμφορος, οὐδὲ τῶν διασυράντων αὐτὴν οὐδεὶς ἐτόλμησεν εἰπεῖν· καὶ διδάξω, πῶς ἂν ἥ τε χώρα διʼ ἀσφαλείας γένοιτο, καὶ δίκην δοῖεν οἱ τολμήσαντες αὐτὴν κακῶς ποιεῖν, καὶ τὴν πάτριον ἀπολάβοιμεν ἀριστοκρατίαν, καὶ ταῦθʼ ἅμα γένοιτο συναγωνιζομένων ἁπάντων τῶν ἐν τῇ πόλει καὶ μηδενὸς τἀναντία πράττειν ἀξιοῦντος, σοφίαν οὐδεμίαν ἀποδεικνύμενος ὑμῖν, τὰ δὲ πραχθέντα ὑφʼ ὑμῶν αὐτῶν παραδείγματα φέρων. ἔνθα γὰρ ἡ πεῖρα διδάσκει τὸ συμφέρον, τί δεῖ στοχασμῶν ἐκεῖ;μέμνησθε, ὅτι ἀπὸ τῶν αὐτῶν τούτων ἐθνῶν ὥσπερ νῦν δυνάμεις ἐνέβαλον, αἱ μὲν εἰς τὴν ἡμετέραν γῆν, αἱ δʼ εἰς τὴν τῶν συμμάχων ἡμῶν, κατὰ τὸν αὐτὸν ἀμφότεραι χρόνον Γαΐου Ναυτίου καὶ Λευκίου Μινυκίου τὴν ὑπατείαν ἐχόντων, ἔνατον ἢ δέκατον ἔτος οἶμαι τουτί.τότε τοίνυν ἀποστειλάντων ὑμῶν νεότητα πολλὴν καὶ ἀγαθὴν ἐπʼ ἀμφότερα τὰ ἔθνη τῷ μὲν ἑτέρῳ τῶν ὑπάτων εἰς δυσχωρίας ἀναγκασθέντι κατακλεῖσαι τὸ στρατόπεδον πρᾶξαι μὲν οὐδὲν ἐξεγένετο, πολιορκεῖσθαι δʼ ἐν τῷ χάρακι καὶ κινδυνεύειν σπάνει τῶν ἐπιτηδείων ἁλῶναι· Ναυτίῳ δʼ ἀντικαθημένῳ Σαβίνων μάχας ἀναγκαῖον ἦν τίθεσθαι πρὸς τοὺς αὐτοὺς συνεχεῖς καὶ μηδʼ οἵῳ τʼ εἶναι τοῖς κάμνουσι τῶν σφετέρων βοηθεῖν. ἦν τ οὐκ ἄδηλον, ὅτι τῆς ἐν Αἰκανοῖς στρατιᾶς ἀναρπασθείσης οὐδʼ ἡ Σαβίνους πολεμοῦσα ἀνθέξει συνελθόντων εἰς τὸ αὐτὸ