τἀληθὲς λέγειν, καὶ ἐκ τῆς πόλεως ἐξελαύνομαι. οὐκέτι γὰρ ἂν αὐτὸν ὀρθοῖς ὄμμασι δυναίμην ὁρᾶν ἀνάξιον γεγονότα τῶν προγόνων καὶ τυραννικὴν ἐζηλωκότα παρανομίαν, ἀλλʼ ἀνασκευασάμενος ἅπαντα τὰ ἐμὰ καὶ τοὺς ἐμοὺς εἰς Σαβίνους ἄπειμι, πόλιν οἰκήσων Ῥήγιλλον, ἐξ ἧς τὸ γένος ἡμῶν ἐστι, καὶ μενῶ τὸν λοιπὸν ἐκεῖ χρόνον, ἕως ἂν οὗτοι κατέχωσι τὴν καλὴν ταύτην ἀρχήν. ἐπειδὰν δʼ οἷα μαντεύομαι περὶ τὴν δεκαδαρχίαν γένηται — γενήσεται δʼ οὐκ εἰς μακράν —τότε παρέσομαι. καὶ τὰ μὲν ὑπὲρ ἐμοῦ τοσαῦτα· περὶ δὲ τοῦ πολέμου ταύτην ὑμῖν, ὦ βουλή, γνώμην ἀποδείκνυμαι, μηδὲν ψηφίζεσθαι περὶ μηδενὸς πράγματος, ἕως ἀποδειχθῶσι νέαι ἀρχαί. ταῦτʼ εἰπὼν καὶ πολὺν ἐκ τοῦ συνεδρίου κινήσας ἔπαινον ἐπὶ τῷ γενναίῳ καὶ φιλελευθέρῳ τῆς γνώμης ἐκάθισε. μετὰ δὲ τοῦτον ἀναστὰς Λεύκιος Κοίντιος ὁ καλούμενος Κικιννᾶτος καὶ Τίτος Κοίντιος Καπετωλῖνος καὶ Λεύκιος Λουκρήτιος καὶ πάντες ἑξῆς οἱ πρωτεύοντες δέκα τοῦ συνεδρίου τῇ Κλαυδίου γνώμῃ προσετίθεντο.ἐφʼ ᾧ διαταραχθέντες οἱ περὶ τὸν Ἄππιον ἐβουλεύσαντο μηκέτι καθʼ ἡλικίαν καὶ βουλῆς ἀξίωσιν συμβούλους καλεῖν, ἀλλὰ κατʼ οἰκειότητα καὶ τὴν πρὸς αὐτοὺς ἑταιρίαν. καὶ παρελθὼν Μάρκος Κορνήλιος ἀνίστησι Λεύκιον Κορνήλιον τὸν ἀδελφόν, ὃς Κοίντῳ Φαβίῳ Οὐιβουλανῷ συνυπάτευσε τὸ τρίτον ὑπατεύοντι, δραστήριον ἄνδρα καὶ πολιτικοὺς διεξελθεῖν λόγους οὐκ ἀδύνατον.οὗτος ἀναστὰς ἔλεξε τοιάδε· θαυμαστὸν μὲν ἦν καὶ τοῦτʼ, ὦ βουλή, εἰ ταύτην ἔχοντες ἄνθρωποι τὴν ἡλικίαν ἔχουσιν, οἱ πρὸ ἐμοῦ γνώμην ἀποφηνάμενοι καὶ πρωτεύειν ἀξιοῦντες τῶν συνέδρων, τὴν ἐκ τῶν πολιτικῶν προσκρουσμάτων ἀπέχθειαν ἀδιάλλακτον πρὸς τοὺς προεστηκότας τῆς πόλεως, οὓς ἐχρῆν% οἷόν τε δεῖ φυλάττειν, καὶ τοῖς νέοις παραινεῖν ἀπὸ τοῦ κρατίστου ποιεῖσθαι τοὺς ὑπὲρ τῶν καλῶν ἀγῶνας, καὶ μὴ πολεμίους, ἀλλὰ φίλους ἡγεῖσθαι τοὺς περὶ τῶν κοινῶν ἀγαθῶν ἀντιπάλους.πολλῷ δʼ ἔτι τούτου θαυμασιώτερόν ἐστιν, εἰ τὰς ἰδίας ἀπεχθείας ἐπὶ τὰ κοινὰ τῆς πόλεως πράγματα μεταφέρουσι καὶ συναπολέσθαι τοῖς ἑαυτῶν ἐχθροῖς βούλονται μᾶλλον ἢ σωθῆναι μετὰ πάντων τῶν φίλων. ὑπερβολὴν γὰρ ἀνοίας τούτοις καὶ οὐ πόρρω θεοβλαβείας πεποιήκασιν οἱ πρόεδροι τῆς βουλῆς ἡμῶν.οὗτοι γὰρ ἀγανακτοῦντες, ὅτι μετιόντας αὐτοὺς τὴν τῶν δέκα ἀρχήν, ἧς αὐτοὶ νῦν κατηγοροῦσιν, ἐνίκησαν ἐν ἀρχαιρεσίαις ἐπιτηδειότεροι φανέντες, ἀεὶ πολεμοῦσιν αὐτοῖς πόλεμον ἀδιάλλακτον, καὶ εἰς τοῦθʼ ἥκουσιν εὐηθείας, μᾶλλον δὲ μανίας, ὥσθʼ, ἵνα τούτους διαβάλλωσι πρὸς ὑμᾶς, ὅλην ὑπομένουσιν ἀνατρέψαι τὴν πατρίδα·οἵ γʼ ὁρῶντες μὲν ἀνάστατον τὴν χώραν ἡμῶν ὑπὸ τῶν πολεμίων γενομένην, ὁρῶντες δὲ ὅσον οὔπω καὶ ἐπὶ τὴν πόλιν αὐτοὺς ἐλεύσεσθαι — τὸ γὰρ διὰ μέσου χωρίον οὐ πολύ — ἀντὶ τοῦ παρακαλεῖν καὶ παρορμᾶν τοὺς νέους ἐπὶ τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, καὶ αὐτοὶ πάσῃ προθυμίᾳ καὶ σπουδῇ βοηθεῖν, ὅση γοῦν ἐν τοῖς τηλικούτοις ἐστὶν ἰσχύς, περὶ πολιτείας κόσμου νῦν ἀξιοῦσιν ὑμᾶς σκοπεῖν καὶ νέας ἀρχὰς ἀποδεικνύναι καὶ πάντα μᾶλλον ἢ τοὺς ἐχθροὺς κακῶς ποιεῖν· καὶ οὐδʼ αὐτὸ τοῦτο δύνανται συνιδεῖν, ὅτι γνώμας ἀσυμφόρους εἰσφέρουσι, μᾶλλον δʼ εὐχὰς ἀδυνάτους ἔχουσιν.σκοπεῖτε γὰρ οὑτωσί· προβούλευμα γενήσεται τῆς βουλῆς ὑπὲρ ἀρχαιρεσιῶν, ἔπειτʼ ἐξοίσουσιν οἱ δέκα τὰ βουλευθέντα εἰς τὸν δῆμον ὁρίσαντες ἀγορὰν τὴν ἀπὸ ταύτης τρίτην. πῶς γὰρ ἂν ἀληθῶς γένοιτό τι τῶν ὑπὸ τοῦ δήμου ψηφιζομένων κύριον, ἐὰν μὴ κατὰ νόμους γένηται; ἔπειθʼ ὅταν αἱ φυλαὶ διενέγκωσι τὴν ψῆφον, τότε αἱ νέαι % παραιτοῦνται τὴν πόλιν ἀρχαὶκαὶ προθήσουσιν ὑμῖν ὑπὲρ πολέμου σκοπεῖν. ἐν δὲ τοῖς μεταξὺ τῶν ἀρχαιρεσιῶν χρόνοις τοσούτοις οὖσιν, ἐὰν ἐπὶ τὴν πόλιν ἡμῶν ἔλθωσιν οἱ πολέμιοι καὶ προσαγάγωσι τοῖς τείχεσι, τί ποιήσομεν, Κλαύδιε; ἐροῦμεν αὐτοῖς νὴ Δία· μείναθʼ, ἕως ἂν ἀποδείξωμεν ἑτέρας ἀρχάς. Κλαύδιος γὰρ ἡμᾶς ἔπεισε περὶ μηδενὸς ἄλλου πράγματος μήτε προβουλεύειν μήτʼ εἰς τὸν δῆμον ἐκφέρειν μήτε δυνάμεις καταγράφειν, ἐὰν μὴ τὰ περὶτὰς ἀρχὰς καταστήσωμεν ὡς βουλόμεθα. ἄπιτʼ οὖν, καὶ ὅταν ἀκούσητε ὑπάτους καὶ τὰς ἄλλας ἀρχὰς ἀποδειχθείσας ὑπὸ τῆς πόλεως καὶ τὰ πρὸς τὸν ἀγῶνα πάντα γεγονότα ἡμῖν εὐτρεπῆ, τόθʼ ἥκετε περὶ διαλλαγῶν ποιησόμενοι τοὺς λόγους, ἐπειδὴ κακῶς ἤρξασθε ἡμᾶς ποιεῖν οὐδὲν προπεπονθότες ὑφʼ ἡμῶν· καὶ ὅσα ἡμᾶς ἐβλάψατε κατὰ τὰς ἐμβολὰς εἰς χρημάτων λόγον,ἅπαντα ἐκ τοῦ δικαίου διαλύσατε. τὸν δὲ τῶν γεωργῶν ὄλεθρον οὐχ ὑπολογιούμεθα ὑμῖν, οὐδʼ εἴ τινα γύναια ἐλεύθερα ὕβρεως καὶ παροινίας ἐπειράθη στρατιωτικῆς οὐδʼ ἄλλο τῶν ἀνηκέστων οὐδέν. κἀκεῖνοι ταῦτα προκαλουμένων ἡμῶν μετριάσουσι καὶ συγχωρήσαντες τῇ πόλει νέας ἀρχὰς ἀποδεῖξαι καὶ τὰ πρὸς τὸν πόλεμον εὐτρεπῆ ποιήσασθαι, τότε ἥξουσιν ἱκετηρίας φέροντες ἀντὶ τῶν ὅπλων καὶ παραδιδόντες ἡμῖν ἑαυτούς.ὦ πολλῆς μὲν εὐηθείας τούτων, οἷς ἐπὶ νοῦν ἔρχεται τοιαῦτα ληρεῖν, πολλῆς δʼ ἀναλγησίας ἡμῶν, εἰ τοιαῦτα λεγόντων αὐτῶν οὐκ ἀγανακτοῦμεν, ἀλλʼ ὑπομένομεν ἀκούειν, ὥσπερ ὑπὲρ τῶν πολεμίων, ἀλλʼ οὐχ ὑπὲρ ἡμῶν αὐτῶν καὶ τῆς πατρίδος βουλευόμενοι.