ἐγώ σοι τῆς ἀρχῆς ἀποστάντι ὑπισχνοῦμαι πάντων ἀμνηστίαν ὑπάρξειν τῶν ἡμαρτημένων καὶ διαλλαγὰς πρὸς τὸν δῆμον ὡς ἐν κακοῖς εὐπρεπεῖς.ἀλλὰ δέδοικα, μὴ πρόφασις μὲν οὐκ ἀληθὴς ὁ κίνδυνος ᾖ τοῦ μὴ παραχωρεῖν τῆς ἀρχῆς — μυρίοις γοῦν ὑπῆρξε τυραννίδας ἀποθεμένοις μηδὲν δεινὸν ὑπὸ τῶν πολιτῶν παθεῖν — , αἱ δʼ ἀληθεῖς ὦσιν αἰτίαι φιλοτιμία κενὴ τὴν εἰκόνα τοῦ καλοῦ τῆς δόξης διώκουσα καὶ πόθος ἡδονῶν ὀλεθρίων, ἃς οἱ τυραννικοὶ φέρουσι βίοι.εἰ δὲ βούλει μὴ τὰ εἴδωλα καὶ τὰς σκιὰς τῶν τιμῶν καὶ τῶν εὐημεριῶν διώκειν, ἀλλʼ αὐτὰς καρποῦσθαι τὰς ἀληθεῖς τιμάς, ἀπόδος τὴν ἀριστοκρατίαν τῇ πατρίδι καὶ τιμὰς λάμβανε παρὰ τῶν ἴσων καὶ ζήλου τύγχανε παρὰ τῶν ἐπιγιγνομένων καὶ κλέος ἀθάνατον ἀντὶ τοῦ θνητοῦ σώματος κατάλιπε τοῖς ἐγγόνοις. αὗται γάρ εἰσι βέβαιοι καὶ ἀληθεῖς τιμαὶ καὶ ἀναφαίρετοι χαριέστατοίτε καὶ ἀμεταμέλητοι. τρέφε τὴν ψυχὴν ἐπὶ τοῖς ἀγαθοῖς τῆς πατρίδος ἡδόμενος, ὧν οὐκ ἐλαχίστη μοῖρα δόξεις γεγονέναι δυναστείαν βαρεῖαν αὐτῆς ἀφελόμενος. ποίησαι δὲ τούτων παραδείγματα τοὺς προγόνους ἐνθυμηθείς, ὅτι τῶν ἀνδρῶν ἐκείνων οὐδεὶς ἐπεθύμησεν ἐξουσίας δεσποτικῆς οὐδὲ ταῖς ἐπονειδίστοις τοῦ σώματος ἐδούλευσεν ἡδοναῖς. τοιγάρτοι καὶ ζῶσιν αὐτοῖς ὑπῆρχε τιμᾶσθαι καὶ τελευτήσασιν ὑπὸ τῶν ἐπιγινομένων ἐπαινεῖσθαι.μαρτυρεῖται γάρ τοι παρὰ πάντων αὐτοῖς, ὅτι τῆς ἀριστοκρατίας, ἣν ἐκβαλοῦσα τοὺς βασιλεῖς ἡμῶν ἡ πόλις κατεστήσατο, βεβαιότατοι φύλακες ἐγένοντο. καὶ μηδὲν τῶν σεαυτοῦ λαμπροτάτων λόγων τε καὶ πράξεων ἐπιλανθάνου. καλαὶ γὰρ αἱ πρῶταί σου τῶν πολιτικῶν ἔργων ὑποθέσεις ἐγένοντο καὶ μεγάλας ἐπέθρεψαν ἡμῖν ἀρετῆς ἐλπίδας, αἷς ἀκολούθως καὶ τὰ λοιπὰ πράττειν σʼ ἅπαντες ἀξιοῦμεν.ἀναχώρει δὴ πάλιν εἰς τὴν σεαυτοῦ φύσιν, Ἄππιε τέκνον, καὶ γίνου τῇ προαιρέσει τῶν πολιτευμάτων μὴ τυραννικός, ἀλλʼ ἀριστοκρατικὸς καὶ φεῦγε τοὺς πρὸς ἡδονὴν ὁμιλοῦντας, διʼ οὓς ἐξέβης τῶν χρηστῶν ἐπιτηδευμάτων καὶ παρεπλάγχθης τῆς ὀρθῆς ὁδοῦ. οὐ γὰρ ἔχει λόγον, ὑφʼ ὧν ἂν γένηταί τις ἐξ ἀγαθοῦ κακός, ὑπὸ τούτων πάλιν αὐτὸν ἐκ πονηροῦ γενέσθαι χρηστόν.ταῦτά σοι πολλάκις ἐβουλήθην ὑποθέσθαι μόνῳ μόνος εἰς λόγους παραγενόμενος καὶ τὰ μὲν ὡς ἀγνοοῦντα διδάξαι, τὰ δʼ ὡς ἁμαρτάνοντα νουθετῆσαι· καὶ παρεγενόμην εἰς τὴν οἰκίαν οὐχ ἅπαξ, ἀπήλασαν δέ με οἱ σοὶ παῖδες ἀπὸ τῶν οἰκείων οὐ σχολὴν ἄγειν σε λέγοντες, ἀλλʼ ἕτερά τινα πράττειν ἀναγκαιότερα, εἰ δή τί σοι τῆς πρὸς τὸ γένος εὐσεβείας ἀναγκαιότερον ἦν.τάχα δʼ οὐχ ὑπὸ σοῦ κελευσθέντες οἱ παῖδες, ἀλλʼ ἐφʼ ἑαυτῶν γνόντες διέκλεισάν με τῆς εἰσόδου, καὶ βουλοίμην οὕτως τἀληθὲς ἔχειν. τὸ πρᾶγμα δή με ἠνάγκασε τοῦτο διαλεχθῆναι ἐν τῷ συνεδρίῳ πρὸς σὲ περὶ ὧν ἐβουλόμην, ἐπειδὴ μόνῳ πρὸς μόνον οὐκ ἐξεγένετο. καιρὸν δʼ ἔχει πάντη λέγεσθαι τὰ καλὰ καὶ συμφέροντα παρʼ ἀνθρώποις μᾶλλον, Ἄππιε, ἢμηδαμῇ. ἀποδεδωκὼς δή σοι τὰ τοῦ γένους ὀφειλήματα μαρτύρομαι θεούς, ὧν ἱερὰ καὶ βωμοὺς κοιναῖς θυσίαις γεραίρομεν οἱ τῆς Ἀππίου γενεᾶς διάδοχοι, καὶ προγόνων δαίμονας, οἷς μετὰ θεοὺς δευτέρας τιμὰς καὶ χάριτας ἀποδίδομεν κοινάς, ὑπὲρ ἅπαντας δὲ τούτους γῆν, ἣ κατέχει τὸν σὸν μὲν πατέρα, ἐμὸν δʼ ἀδελφόν, ὅτι σοι παρέσχημαι ψυχήν τε καὶ φωνὴν τὴν ἐμαυτοῦ τὰ κράτιστα βουλευομένην, καὶ ἐπανορθῶν τὰς ἀγνοίας σου κατὰ δύναμιν τὴν ἐμὴν ἀξιῶ σε μὴ τοῖς κακοῖς ἰᾶσθαι τὰ κακά, μηδὲ τῶν πλειόνων ὀρεγόμενον καὶ τὰ παρόντα ἀπολέσαι, μηδʼ ἵνα τῶν ἴσων τε καὶ κρειττόνων ἄρχῃς ὑπὸ τῶν ἡττόνων τε καὶ κακιόνων ἄρχεσθαι.πολλὰ καὶ περὶ πολλῶν ἔτι σοι λέγειν βουλόμενος ὀκνῶ. εἰ μὲν γὰρ ἐπὶ τὰ κρείττω βουλεύματα ὀ θεὸς ἄγει σε, καὶ ταῦτα πλείω τῶν ἱκανῶν εἴρηκα, εἰ δʼ ἐπὶ τὰ χείρω, διακενῆς καὶ τὰ λοιπὰ ἐρῶ. ἔχετε, ὦ βουλή, καὶ ὑμεῖς οἱ προεστηκότες τῆς πόλεως, τὴν ἐμὴν γνώμην καὶ περὶ τοῦ πολέμου τῆς καταλύσεως καὶ περὶ τῶν ἐν τῇ πόλει θορύβων τῆς ἐπανορθώσεως. εἰ δέ τις ἕτερα τούτων κρείττω ἐρεῖ, τὰ βέλτιστα νικάτω.τοιαῦτʼ εἰπόντος Κλαυδίου καὶ πολλὴν ἐλπίδα τῷ συνεδρίῳ παρασχόντος, ὡς ἀποθησομένων τῶν δέκα τὴν ἀρχήν, Ἄππιος μὲν πρὸς ταῦτα οὐδὲν ἠξίωσεν εἰπεῖν· ἐκ δὲ τῶν ἄλλων ὀλιγαρχῶν προελθὼν Κορνήλιος Μάρκος· ἡμεῖς μέν, ἔφησεν, ὦ Κλαύδιε, περὶ τῶν ἰδίων συμφερόντων αὐτοὶ διαγνωσόμεθα τῆς σῆς οὐδὲν δεόμενοι βουλῆς. καὶ γὰρ ἡλικίας ἐν τῇ φρονιμωτάτῃ ἐσμέν, ὥστε μηδὲν τῶν διαφερόντων ἀγνοεῖν, καὶ φίλων οὐ σπανίζομεν, οἷς, ἐάν τι δέῃ,συμβούλοις χρησόμεθα. παῦσαι δὴ πρᾶγμα ποιῶν ἄωρον, ἀνὴρ πρεσβύτερος οὐ δεομένοις συμβουλῆς γνώμας ἀποδεικνύμενος. τῷ Ἀππίῳ δʼ εἴ τι βούλει παραινεῖν ἢ λοιδορεῖσθαι — τοῦτο γὰρ ἀληθέστερον — ὅταν ἐξέλθῃς ἐκ τοῦ συνεδρίου, λοιδορήσῃ. νῦν δʼ ὑπὲρ τοῦ πρὸς Αἰκανοὺς καὶ Σαβίνους πολέμου, περὶ οὗ κέκλησαι γνώμην ἀποδειξόμενος, ὅ τι σοι φαίνεται λέγε καὶ παῦσαι τὰ ἔξω τοῦ πράγματος φλυαρῶν.μετὰ τοῦτον ἀνίσταται πάλιν ὁ Κλαύδιος κατηφὴς καὶ μεστοὺς ἔχων τοὺς ὀφθαλμοὺς δακρύων καί φησιν· Ἄππιος μὲν οὐδʼ ἀποκρίσεως ἄξιον ἡγεῖταί με, ὦ βουλή, τὸν ἑαυτοῦ θεῖον ἐναντίον ὑμῶν· ἀλλʼ ὥσπερ τὴν οἰκίαν τὴν ἰδίαν ἀπέκλεισέ μοι, καὶ τουτὶ τὸ συνέδριον ἄβατον ὥσπερ ἐφʼ ἑαυτῷ ποιεῖ. εἰ δὲ χρὴ