καὶ ἐπειδὴ οὐ τοὺς ὑπάτους ἔξεστι παῦσαι τῆς ἐξουσίας, τοὺς ἰδιώτας οἷς πρὸς τὰ βίαια ὑπηρέταις ἐκεῖνοι χρῶνται καταστήσαντες ὑπὸ δίκην, ἀνάδοτε τῷ δήμῳ τὰς περὶ αὐτῶν ψήφους, αἰτιασάμενοι παρὰ τοὺς ἱεροὺς νόμους βιάζεσθαι καὶ καταλύειν ὑμῶν τὴν ἀρχήν.τοιαῦτʼ εἰπόντος αὐτοῦ τὸ μὲν πλῆθος οὕτως οἰκείως διετέθη πρὸς τοὺς λόγους καὶ τοσαύτην ἀπεδείξατο ἀγανάκτησιν πρὸς τὸ ἀντίπαλον, ὥσθʼ, ὅπερ ἔφην καὶ κατʼ ἀρχάς, μηδὲ λόγον ἔτι βούλεσθαι τῶν ἀντιλεξόντων ὑπομένειν.ὁ μέντοι δήμαρχος Ἰκίλλιος ἀναστὰς τὰ μὲν ἄλλα ἔφη πάντα ὀρθῶς εἰπεῖν Σίκκιον καὶ μακρὸν ἔπαινον τοῦ ἀνδρὸς διεξῆλθε· τὸ δὲ μὴ μεταδιδόναι λόγου τοῖς ἀντιλέξαι βουλομένοις οὔτε δίκαιον ἀπέφαινεν οὔτε πολιτικόν, ἄλλως τε καὶ περὶ νόμου τῆς ζητήσεως γινομένης, ὃς ἔμελλε κρείττονα ποιήσειν τὴν δίκην τῆς βίας. ταύτῃ γὰρ ἀφορμῇ χρήσεσθαι τοὺς μηδὲν ἴσως καὶ δικαίως τοῖς πολλοῖς φρονοῦντας τοῦ ταράττειν πάλιν καὶ διιστάναι τὰσυμφέροντα τῆς πόλεως. ταῦτʼ εἰπὼν καὶ τὴν ἐπιοῦσαν ἀποδείξας ἡμέραν τοῖς κατηγόροις τοῦ νόμου διέλυσε τὴν ἐκκλησίαν. οἱ δὲ ὕπατοι συναγαγόντες ἰδιωτικὸν συνέδριον πατρικίων τῶν ἀνδρειοτάτων τε καὶ μάλιστα ἐν τῇ πόλει τότʼ ἀνθούντων ἐδίδασκον αὐτούς, ὡς κωλυτέος εἴη σφίσιν ὁ νόμος, λόγοις μὲν πρῶτον, ἐὰν δὲ μὴ πείθωσι τὸν δῆμον, ἔργοις. ἐκέλευόν τε ἅπασιν ἥκειν ἕωθεν εἰς τὴν ἀγορὰν ἅμα τοῖς ἑταίροις τε καὶ πελάταις, ὅσοις ἂν ἕκαστοι πλείστοις δύνωνται.ἔπειτα τοὺς μὲν περὶ αὐτὸ τὸ βῆμα καὶ τὸ ἐκκλησιαστήριον ἑστῶτας ὑπομένειν, τοὺς δὲ κατὰ πολλὰ τῆς ἀγορᾶς μέρη συστρέψαντας ἑαυτοὺς διαστῆναι, ὥστε διειλῆφθαι τὸ δημοτικὸν διεσπασμένον καὶ κωλύεσθαι πρὸς αὐτῶν εἰς ἓν συνελθεῖν. ἐδόκει ταῦτα κράτιστα εἶναι, καὶ πρὶν ἡμέραν λαμπρὰν γενέσθαι τὰ πολλὰ τῆς ἀγορᾶς κατείχετο ὑπὸ τῶν πατρικίων.μετὰ ταῦτα οἵ τε δήμαρχοι καὶ οἱ ὕπατοι παρῆσαν, καὶ λέγειν ὁ κῆρυξ ἐκέλευσε τὸν βουλόμενον τοῦ νόμου κατηγορεῖν. πολλῶν δὲ καὶ ἀγαθῶν ἀνδρῶν παριόντων οὐθενὸς ἐξάκουστος ἦν ὁ λόγος ὑπὸ τοῦ θορύβου τε καὶ τῆς ἀκοσμίας τῶν ἐκκλησιαζόντων. οἱ μὲν γὰρ ἐπεκέλευόν τε καὶ ἐπεθάρρυνον τοὺς λέγοντας, οἱ δʼ ἐξέβαλλόν τε καὶ κατεβόων. ἐκράτει δὲ οὔτε ὁ τῶν συλλαμβανόντων ἔπαινος, οὔτε ὁ τῶν ἀντιπραττόντων θόρυβος.ἀγανακτούντων δὲ τῶν ὑπάτων καὶ μαρτυρομένων, ὅτι τῆς βίας ὁ δῆμος ἄρχει λόγον οὐκ ἀξιῶν ὑπομένειν, ἀπελογοῦντο οἱ δήμαρχοι πρὸς ταῦτα, ὅτι ἤδη πέμπτον ἔτος τῶν αὐτῶν ἀκούοντες λόγων οὐθὲν ποιοῦσι θαυμαστόν, εἰ μὴ ἀξιοῦσιν ὑπομένειν ἑώλους καὶ κατημαξευμένας ἀντιλογίας.ὡς δὲ τὸ πλεῖον τῆς ἡμέρας εἰς ταῦτα ἐδαπανήθη, καὶ ὁ δῆμος ἀπῄτει τὰς ψήφους, οὐκέτι ἀνασχετὸν ἡγησάμενοι τὸ πρᾶγμα οἱ νεώτατοι τῶν πατρικίων διίστασθαι τε βουλομένοις κατὰ φυλὰς τοῖς δημόταις ἐμποδὼν ἐγίνοντο καὶ τὰ ἀγγεῖα τῶν ψήφων τοὺς ἔχοντας ἀφῃροῦντο καὶ τῶν ὑπηρετούντων τοὺς μὴ βουλομένους ταῦτα ἀφιέναι τύπτοντές τε καὶὠθοῦντες ἐξέβαλλον. κεκραγότων δὲ τῶν δημάρχων καὶ εἰς μέσους αὐτοὺς ὠθουμένων ἐκείνοις μὲν ὑπεχώρουν καὶ παρεῖχον ὅποι βούλοιντο χωρεῖν ἀδεῶς, τοῦ δʼ ἄλλου δήμου τὸ ἑπόμενον αὐτοῖς καὶ τὸ κατʼ ἄλλα καὶ ἄλλα μέρη τῆς ἀγορᾶς ὑπὸ θορύβου καὶ ἀταξίας κινούμενον ἐπʼ αὐτοὺς οὐ παρίεσαν, ὥστʼ ἀνωφελὴς ἦν ἡ τῶν ἀρχόντων βοήθεια. τέλος δʼ οὖν ἐπεκράτησαν οἱ πατρίκιοι καὶ οὐκ εἴασαν ἐπικυρωθῆναι τὸν νόμον.οἱ δὲ προθυμότατα συλλαβέσθαι δόξαντες τοῖς ὑπάτοις ἐκ τριῶν οἰκιῶν ἦσαν, Ποστόμιοι καὶ Σεμπρώνιοι καὶ τρίτοι Κλοίλιοι, γένους τε ἀξιώσει λαμπρότατοι καὶ ἑταιρίαις μεγάλα δυνάμενοι πλούτῳ τε καὶ δόξῃ καὶ τοῖς κατὰ πόλεμον ἔργοις ἐπιφανεῖς· καὶ τοῦ μὴ κυρωθῆναι τὸν νόμον οὗτοι ὡμολογοῦντο αἰτιώτατοι γενέσθαι.τῇ δʼ ἑξῆς ἡμέρᾳ παραλαβόντες οἱ δήμαρχοι τοὺς ἐπιφανεστάτους τῶν δημοτικῶν ἐσκόπουν, ὅ τι χρήσονται τοῖς πράγμασι, κοινὸν μὲν τοῦτο καὶ παρὰ πάντων ὁμολογούμενον εἰληφότες, τὸ μὴ τοὺς ὑπάτους ἄγειν ὑπὸ τὴν δίκην, ἀλλὰ τοὺς ὑπηρετοῦντας αὐτοῖς ἰδιώτας, ὧν κολαζομένων ἔμελλε τοῖς πολλοῖς τῶν πολιτῶν ἐλάττων ἔσεσθαι λόγος, ὥσπερ ὁ Σίκκιος ὑπετίθετο· περὶ δὲ τοῦ πλήθους τῶν ὑπὸ τὰς αἰτίας ἀχθησομένων ὅσον εἶναι χρή, καὶ περὶ τοῦ ὀνόματος ὃ θήσονται τῇ δίκῃ, καὶ μάλιστα περὶ τοῦ τιμήματος πηλίκον ἔσται τὸ μέγεθος, ἐπιμελῆποιούμενοι ζήτησιν. οἱ μὲν οὖν χαλεπώτεροι τὰς φύσεις ἐπὶ τὸ μεῖζόν τε καὶ φοβερώτερον ἅπαντα ταῦτα προάγειν παρῄνουν, οἱ δʼ ἐπιεικέστεροι τοὐναντίον ἐπὶ τὸ μετριώτερον καὶ φιλανθρωπότερον, ὁ δὲ ταύτης ἡγούμενος τῆς γνώμης καὶ πείσας αὐτοὺς ἦν Σίκκιος, ὁ τοὺς ἐν τῷ δήμῳ περὶ τῆς κληρουχίας διελθὼν λόγους.ἔδοξε δʼ οὖν αὐτοῖς τὸ μὲν ἄλλο πλῆθος τῶν πατρικίων ἐᾶσαι, Κλοιλίους δὲ καὶ Ποστομίους καὶ Σεμπρωνίους ἐπὶ τὸν δῆμον ἄγειν, ὧν ἔπραξαν ὑφέξοντας δίκας· ἐγκαλεῖν δʼ αὐτοῖς, ὅτι τῶν ἱερῶν νόμων, οὓς περὶ τῶν δημάρχων ἐκύρωσεν ἡ βουλὴ καὶ ὁ δῆμος, οὐθενὶ δεδωκότων ἐξουσίαν ἀναγκάζειν τοὺς δημάρχους ὑπομένειν τι τῶν ἀβουλήτων ὥσπερ τοὺς ἄλλους πολίτας, ἐκεῖνοι κατασχόντες αὐτοὺς ἐκώλυσαν ἐπὶ τέλος ἄγειν τὴν περὶ τοῦ νόμου διάγνωσιν.