εἰ μὲν οὖν ἐκείνην τὴν ἡμέραν θυμῷ φερόμενοι δρᾶσαί τι οἱ δήμαρχοι κατὰ τῶν ὑπάτων ἢ τῆς βουλῆς προήχθησαν, οὐθὲν ἂν ἦν τὸ κωλῦσον αὐτὴν ὑφʼ αὑτῆς ἀπολωλέναι τὴν πόλιν· οὕτως ἕτοιμοι πάντες ἦσαν ἐπὶ τὰ ὅπλα καὶ τὸν κατʼ ἀλλήλων πόλεμον. νῦν δʼ ἀναβαλόμενοι τὰ πράγματα καὶ δόντες ἑαυτοῖς χρόνον εἰς ἀμείνω λογισμὸν αὐτοί τε μετριώτεροι ἐγένοντο καὶ τὰς τῶν πολλῶν ὀργὰς ἐπράυναν.ἔπειτα ταῖς ἑξῆς ἡμέραις τὴν τρίτην ἀπʼ ἐκείνης ἐσομένην ἀγορὰν προειπόντες, ἐν ᾗ τὸν δῆμον συνάξουσι καὶ ζημίαν ἐπιβαλοῦσι τοῖς ὑπάτοις ἀργυρικήν, διέλυσαν τὴν ἐκκλησίαν. ἐπεὶ δὲ πλησίον ἦν ὁ χρόνος, ἀπέστησαν καὶ ταύτης τῆς ἐπιβολῆς τῇ δεήσει τῶν πρεσβυτάτων τε καὶ ἐντιμοτάτων τὴν χάριν ἀνατιθέναι λέγοντες.καὶ μετὰ ταῦτα συναγαγόντες τὸν δῆμον ἔλεγον, ὅτι τὰς μὲν εἰς ἑαυτοὺς ὕβρεις ἀφείκασι χαρισάμενοι πολλοῖς καὶ ἀγαθοῖς ἀνδράσι δεομένοις, οἷς οὐκ ἦν ὅσιον ἀντιλέγειν, ὧν δὲ ὁ δῆμος ἠδικεῖτο κωλυταί τε καὶ τιμωροὶ ἔσεσθαι. προθήσειν γὰρ αὖθις τόν τε περὶ τῆς κληρουχίας νόμον ἔτη τριάκοντα παρειλκυσμένον καὶ τὸν περὶ τῆς ἰσονομίας, ὃν οἱ πρὸ αὐτῶν δήμαρχοι προθέντες οὐκ ἐπεψήφισαν.ταῦθʼ ὑποσχόμενοι καὶ ὀμόσαντες ἀπέδειξαν ἡμέρας, ἐν αἷς ἀγορὰν ποιήσονται τοῦ δήμου καὶ τὰς ψήφους ἀναδώσουσι περὶ τῶν νόμων· ἐπιστάντος δὲ τοῦ χρόνου πρῶτον εἰσέφερον τὸν χωρονομικὸν νόμον καὶ πολλοὺς διελθόντες λόγους ἐκάλουν, εἴ τις τῷ νόμῳ συναγορεύειν βούλεται τῶν δημοτικῶν.πολλῶν δὲ παριόντων καὶ τὰς ἑαυτῶν πράξεις, ἃς ἐν τοῖς πολέμοις ἀπεδείξαντο, προφερομένων καὶ ἀγανακτούντων, ὅτι πολλὴν ἀφελόμενοι γῆν τοὺς πολεμίους αὐτοὶ μὲν οὐδεμίαν εἰλήφασι μοῖραν, τοὺς δὲ χρήμασι καὶ φίλοις δυνατοὺς ἐσφετερισμένους ὁρῶσι τὰ κοινὰ καὶ καρπουμένους ἐκ τοῦ βιαιοτάτου, ἀξιούντων τε μὴ μόνον τοὺς κινδύνους εἶναι τῷ δήμῳ τοὺς ὑπὲρ τῶν κοινῶν ἀγαθῶν κοινούς, ἀλλὰ καὶ τὰς ἀπʼ αὐτῶν ἡδονάς τε καὶ ὠφελείας, καὶ τοῦ πλήθους ἀσμένως ἀκούοντος τοὺς λόγους, ὁ μάλιστα ἐπιρρώσας τὸν δῆμον καὶ μηδὲ φωνὴν ὑπομένειν τῶν ἀντιλεγόντων διαπραξάμενος ἦν Λεύκιος Σίκκιος, Δεντάτος ἐπικαλούμενος, πολλὰς πάνυ καὶ μεγάλας ἑαυτοῦ πράξεις διεξελθών.ἦν δʼ ὀφθῆναί τε θαυμαστὸς ὁ ἀνὴρ καὶ ἡλικίας ἐν τῷ κρατίστῳ δυεῖν δέοντα ἑξήκοντα γεγονὼς ἔτη καὶ φρονῆσαι τὰ δέοντα ἱκανὸς εἰπεῖν τε ὡς στρατιώτης οὐκ ἀδύνατος. ἔφη δʼ οὖν παρελθών· ἐγώ, ὦ δημόται, καθʼ ἕκαστον ἔργον τῶν ἐμοὶ πεπραγμένων εἰ βουλοίμην λέγειν, ἐπιλίποι ἄν με ὁ τῆς ἡμέρας χρόνος. αὐτὰ δὲ τὰ κεφάλαια διʼ ἐλαχίστων ὡς ἐμὴδύναμις ἐρῶ. τετταρακοστὸν μὲν ἔτος ἐστί μοι τοῦτο, ἐξ οὗ στρατεύομαι περὶ τῆς πατρίδος, τριακοστὸν δʼ ἐξ οὗ στρατιωτικῆς ἀεί τινος ἡγεμονίας τυγχάνων, τοτὲ μὲν σπείρας ἡγούμενος, τοτὲ δʼ ὅλου τάγματος, ἀρξάμενος ἀπὸ τῶν ὑπάτων Γαίου Ἀκυλλίου καὶ Τίτου Σικκίου, οἷς ἐψηφίσατο ἡ βουλὴ τὸν κατὰ Οὐολούσκων πόλεμον. ἤμην γὰρ τότε ἑπτακαιεικοσέτης, ἐταττόμην δʼ ἔτι ὑπὸ λοχαγῷ.γενομένης δὲ μάχης καρτερᾶς καὶ τροπῆς, καὶ τοῦ μὲν ἡγεμόνος τῆς σπείρας πεπτωκότος, τῶν δὲ σημείων κρατουμένων ὑπὸ τῶν ἐχθρῶν, μόνος ἐγὼ τὸν ὑπὲρ ἁπάντων κίνδυνον ἀράμενος τά τε σημεῖα διέσωσα τῇ σπείρᾳ καὶ τοὺς πολεμίους ἀνέστειλα καὶ τοῦ μὴ περιπεσεῖν αἰσχύνῃ τοὺς λοχαγοὺς αἰωνίῳ, διʼ ἣν θανάτου κακίων ὁ λοιπὸς ἂν αὐτοῖς βίος ἦν, αἴτιος ἐγενόμην φανερῶς, ὡς αὐτοί τε ὡμολόγουν χρυσῷ με ἀναδήσαντες στεφάνῳ, καὶ ὁ ὕπατος Σίκκιος ἐμαρτύρησεν ἡγεμόνα τῆς σπείρας ἀποδείξας.ἑτέρου τε πάλιν ἡμῖν ἀγῶνος ἐνστάντος, ἐν ᾧ τόν τε στρατοπεδάρχην τοῦ τάγματος ἡμῶν συνέβη πεσεῖν καὶ τὸν ἀετὸν ὑπὸ τοῖς πολεμίοις γενέσθαι, τὸν αὐτὸν τρόπον ὑπὲρ ὅλου τοῦ τάγματος ἀγωνισάμενος τόν τʼ ἀετὸν ἀνεκομισάμην καὶ τὸν στρατοπεδάρχην ἔσωσα· ὃς ἐμοὶ τῆς τότε βοηθείας χάριν ἀποδιδοὺς τῆς ἡγεμονίας τοῦ τάγματος ἀφίστατό μοι καὶ τὸν ἀετὸν ἐδίδου, ἐγὼ δʼ οὐκ ἔλαβον, οὐκ ἀξιῶν ᾧ τὸν βίον ἐχαρισάμην τούτου παρελέσθαι τὰς τιμὰς ἃς εἶχε καὶ τὰς ἐπὶ ταύταις εὐφροσύνας. ἐφʼ οἷς ἀγασθείς με ὁ ὕπατος τοῦ πρώτου τάγματος ἀπέδωκε τὴν στρατοπεδαρχίαν ἀπολωλεκότος ἐν τῇ μάχῃ τὸν ἡγεμόνα.ταῦτʼ ἐστίν, ὦ δημόται, τὰ φανερώσαντά με καὶ εἰς ἡγεμονίας προαγαγόντα γενναῖα ἔργα. ἐπεὶ δʼ ὀνόματος ἤδη λαμπροῦ τυγχάνων φανερὸς ἤμην, ἅπαντας ὑπέμενον τοὺς λοιποὺς ἀγῶνας αἰδούμενος τὰς ἐπὶ τοῖς προτέροις ἔργοις τιμὰς καὶ χάριτας ἀφανίσαι. καὶ διετέλεσα πάντα τὸν μεταξὺ χρόνον στρατευόμενος καὶ ταλαιπωρῶν καὶ οὐδένα κίνδυνον δεδιὼς οὐδὲ ὑπολογιζόμενος· ἐξ ὧν ἁπάντων ἀριστεῖα καὶ σκῦλα καὶ στεφάνους καὶ τὰς ἄλλας τιμὰς παρὰτῶν ὑπάτων ἔλαβον· ἵνα δὲ συνελὼν εἴπω, μάχας μὲν ἐν τοῖς τετταράκοντα ἔτεσιν, ἐν οἷς διατελῶ στρατευόμενος, ἀμφὶ τὰς ἑκατὸν εἴκοσι μεμάχημαι, τραύματα δὲ πέντε καὶ τετταράκοντα εἴληφα καὶ πάντα ἐμπρόσθια, κατὰ νώτου δʼ οὐθέν. καὶ τούτων δώδεκά ἐστιν, ἃ συνέβη μοι λαβεῖν ἐν ἡμέρᾳ μιᾷ, ὅτε Σαβῖνος Ἑρδώνιος τὴν ἄκραν καὶ τὸ Καπιτώλιον κατελάβετο.