κατασφάξαι, Ῥωμαίοις δʼ ἄρα, οἷς ἑτέρων ἄρχειν πάτριόν ἐστιν, οὐ παραστήσεται ταῦτα περὶ ἑαυτῶν φρονεῖν; οὐχ οὕτως ἀγεννεῖς ἔσονται, ἀλλʼ ἀφʼ ὑμῶν τῶν ἐχθίστων ἀρξάμενοι τότε χωρήσουσι πρὸς τὰ φίλια. πρὸς ταῦτα ὁρῶντες ἐκκλησιάζετε καὶ νόμους εἰσφέρετε καινούς.ταῦτα καὶ πολλὰ τούτοις ὅμοια εἰπὼν παρεστήσατο τοὺς πρεσβυτάτους τῶν πατρικίων κλαίοντας, οὓς ἰδόντες πολλοὶ τῶν δημοτικῶν οὐδʼ αὐτοὶ κατέχειν τὰ δάκρυα ἐδύναντο. γενομένης δὲ πολλῆς συμπαθείας πρός τε τὰς ἡλικίας τῶν ἀνδρῶν καὶ πρὸςτὰς ἀξίας μικρὸν ἐπισχὼν ὁ ὕπατος· οὐκ αἰσχύνεσθε, ἔφησεν, ὦ πολῖται, οὐδὲ κατὰ γῆς δύεσθε, εἰ οἵδε οἱ γέροντες ὑπὲρ ὑμῶν τῶν νέων τὰ ὅπλα ἀναλήψονται, ἀλλʼ ὑπομενεῖτε ἀπολειφθῆναι τούτων ἡγουμένων, οὓς ἀεὶ πατέρας ἐκαλεῖτε; ὦ σχέτλιοι ὑμεῖς καὶ οὐδὲ πολῖται ταύτης ἄξιοι λέγεσθαι τῆς γῆς, ἣν ἔκτισαν οἱ τοὺς πατέρας ἐπὶ τῶν ὤμων ἐνέγκαντες, οἷς καὶ διʼ ὅπλων καὶ διὰ πυρὸς ὁδοὺς ἀσφαλεῖς θεοὶ παρέσχον.ὡς δὲ κατέμαθεν ὁ Οὐεργίνιος ἀγόμενον τὸν δῆμον ὑπὸ τῶν λόγων, δεδοικώς, μὴ παρὰ τὴν ἑαυτοῦ γνώμην κοινωνεῖν ὑπομείνῃ τοῦ πολέμου, παρελθὼν εἶπεν· ἡμεῖς οὔτʼ ἐγκαταλείπομεν οὔτε προδίδομεν ὑμᾶς, ὦ πατέρες, οὐδʼ ἂν ἀπολειφθείημεν ὑμῶν, ὥσπερ οὐδὲ πρότερον ἠξιώσαμεν οὐδεμιᾶς ἀπολειφθῆναι στρατείας, ἀλλὰ καὶ ζῆν αἱρούμεθα σὺν ὑμῖν καὶ πάσχειν, ὅ τι ἂν τῷδαίμονι δοκῇ, μεθʼ ὑμῶν. πρόθυμοι δʼ ἐν παντὶ καιρῷ περὶ ὑμᾶς γεγονότες ἀξιοῦμεν μετρίας παρʼ ὑμῶν τυχεῖν χάριτος, ὥσπερ τῶν κοινῶν κινδύνων ἰσομοιροῦμεν ὑμῖν, οὕτως καὶ τῶν δικαίων τὸ ἴσον ἔχειν, νόμους καταστησάμενοι φύλακας τῆς ἐλευθερίας, οἷς ἅπαντες ἀεὶ χρησόμεθα.εἰ δὲ προσίσταται τοῦθʼ ὑμῖν, καὶ οὐκ ἀξιοῦτε τοῖς ἑαυτῶν πολίταις ταύτην συγχωρῆσαι τὴν χάριν, ἀλλὰ θανάτου τιμᾶσθε τὸ μεταδοῦναι τῷ δήμῳ τῆς ἰσηγορίας, οὐκέτι φιλονεικοῦμεν ὑμῖν· αἰτησόμεθα δʼ ἑτέραν παρʼ ὑμῶν χάριν, ἧς τυχόντες ἴσως ἂν οὐδὲ καινῶν ἔτι δεηθείημεν νόμων. εἰσέρχεται δʼ ἡμᾶς εὐλάβεια, μή ποτε οὐδὲ ταύτης τύχωμεν, ἐξ ἧς τῇ βουλῇ μὲν οὐδὲν ἔσται βλάβος, τῷ δὲ δήμῳ τιμή τις ὑπάρξει καὶ φιλανθρωπία.εἰπόντος δὲ τοῦ ὑπάτου, ὅτι τοῦτο τὸ πολίτευμα τῇ βουλῇ συγχωροῦντες οὐθενὸς ἄλλου ἁμαρτήσονται τῶν μετρίων, καὶ κελεύοντος λέγειν ὅτου δέονται, ὀλίγα διαλεχθεὶς τοῖς συνάρχουσιν ὁΟὐεργίνιος, ἐπὶ τῆς βουλῆς ἔφησεν ἐρεῖν. καὶ μετὰ ταῦτα συναγαγόντων τὸ συνέδριον τῶν ὑπάτων παρελθὼν καὶ τὰ δίκαια τοῦ δήμου πρὸς τὴν βουλὴν ἅπαντα εἰσενεγκάμενος ᾐτήσατο διπλασιασθῆναι τὴν ἀρχὴν τὴν προισταμένην τοῦ δήμου, καὶ ἀντὶ τῶν πέντε δημάρχων δέκα εἰς ἕκαστον ἐνιαυτὸν ἀποδείκνυσθαι. τοῦτο οἱ μὲν ἄλλοι βλάβην οὐδεμίαν ᾤοντο τῷ κοινῷ φέρειν, ἀλλὰ διδόναι καὶ μὴ ἀντιπράττειν παρῄνουν, ἄρχοντος τῆς γνώμης Λευκίου Κοιντίου,τοῦ τότε μέγιστον ἔχοντος ἐν τῇ βουλῇ κράτος. εἷς δὲ μόνος ἀντέλεγε Γάιος Κλαύδιος, υἱὸς Ἀππίου Κλαυδίου, τοῦ παρὰ πάντα τὸν χρόνον τοῖς εἰσηγήμασι τῶν δημοτικῶν, εἴ τινα μὴ νόμιμα ἦν, ἐναντιωθέντος διαδεδεγμένος τὰ πολιτεύματα τοῦ πατρός, καὶ ὅτʼ αὐτὸς εἶχε τὴν ὕπατον ἀρχὴν κωλύσας δοθῆναι τοῖς δημάρχοις τὴν κατὰ τῶν ἱππέων τῶν ἐπὶ τῇ συνωμοσίᾳ διαβαλλομένων ἐξέτασιν, καὶ μακρὸν διεξελθὼν λόγον ἐδίδασκεν, ὅτι μετριώτερος μὲν ὁ δῆμος οὐδὲν οὐδὲ χρηστότερος ἔσται διπλασιασθείσης αὐτῷ τῆς ἀρχῆς, ἀνοητότερος δὲ καὶ βαρύτερος.οὐ γὰρ ἐπὶ ῥητοῖς τισι παραλήψεσθαι τὴν ἀρχὴν τοὺς ὕστερον ἀποδειχθησομένους, ὥστε μένειν ἐπὶ τοῖς καθεστηκόσιν, ἀλλὰ καὶ τὸν περὶ τῆς κληρουχίας αὖθις θις προθήσειν λόγον καὶ τὸν ὑπὲρ τῆς ἰσοτιμίας, καὶ πάντας ἑξῆς ζητήσειν, ὅ τι λέγοντες ἢ πράττοντες τὸ μὲν τοῦ δήμου κράτος αὐξήσουσι, τὰς δὲ τῆς βουλῆς τιμὰς καταλύσουσι. καὶ σφόδρα ἐκίνησε τοὺς πολλοὺς ὁ λόγος. ἔπειτα μετήγαγεν αὐτοὺς ὁ Κοίντιος διδάσκων,ὅτι πρὸς τῆς βουλῆς ἐστι τὸ πολλοὺς εἶναι τοῦ δήμου προστάτας. ἧττον γὰρ ὁμονοήσειν τοὺς πλείους τῶν ἐλαττόνων, μίαν δὲ βοήθειαν εἶναι τοῖς κοινοῖς, ἣν Ἄππιον Κλαύδιον τὸν Γαΐου πατέρα πρῶτον ἰδεῖν, ἐὰν στασιάζῃ τὸ ἀρχεῖον καὶ μὴ πᾶσι τὸ αὐτὸ δοκῇ.ἐδόκει τε δὴ ταῦτα καὶ γίνεται δόγμα βουλῆς· ἐξεῖναι τῷ δήμῳ δέκα δημάρχους καθʼ ἕκαστον ἐνιαυτὸν ἀποδεικνύναι, τῶν δὲ τότε ὄντων ἐν ἀρχῇ μηθένα. τοῦτο τὸ προβούλευμα οἱ περὶ τὸν Οὐεργίνιον λαβόντες ἐξήνεγκαν καὶ κυρώσαντες τὸν ἐπʼ αὐτῷ γραφέντα νόμον δέκα δημάρχους εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ἀπέδειξαν.παυσαμένης δὲ τῆς στάσεως καταγράψαντες τὰς δυνάμεις οἱ ὕπατοι διεκληρώσαντο τὰς ἐξόδους· Μηνυκίῳ μὲν οὖν ὁ κατὰ Σαβίνων πόλεμος ἐδόθη, Ὁρατίῳ δὲ ὁ κατʼ Αἰκανῶν, καὶ κατὰ σπουδὴν ἐξῄεσαν ἀμφότεροι. Σαβῖνοι μὲν οὖν τὰς πόλεις διὰ φυλακῆς ἔχοντες ὑπερεῖδον ἀγομένων τε καὶ φερομένων ἁπάντων τῶν κατὰ τοὺς ἀγρούς, Αἰκανοὶ δὲ τὴν ἐναντιωσομένην Ῥωμαίοις δύναμιν ἀπέστειλαν.ἀγωνισάμενοι δὲ λαμπρῶς οὐχ οἷοί τε ἐγένοντο τὴν Ῥωμαίων ὑπερβαλέσθαι δύναμιν, ἀλλʼ ἠναγκάσθησαν εἰς τὰς πόλεις ἀπελθεῖν ἀποβαλόντες τὸ πολίχνιον, ὑπὲρ οὗ τὸν ἀγῶνα ἐποιοῦντο. Ὁράτιος δὲ τρεψάμενος τοὺς πολεμίους καὶ πολλὰ τῆς χώρας αὐτῶν κακώσας τοῦ τε Κορβιῶνος τὰ τείχη κατασπάσας καὶ τὰς οἰκήσεις ἐκ θεμελίων ἀνελὼν ἀπῆγε τὴν δύναμιν ἐπʼ οἴκου.