ἑλκομένου δὲ τοῦ χρόνου καὶ οὔτε τῶν ὑπάτων ὑπομενόντων προβουλεῦσαί τε καὶ εἰς τὸν δῆμον ἐξενεγκεῖν τὸν νόμον, οὔτε τῶν δημάρχων συγχωρῆσαι βουλομένων τὴν καταγραφὴν καὶ τὴν ἔξοδον τῆς στρατιᾶς γενέσθαι, λόγων τε πολλῶν καὶ κατηγοριῶν, ἃς ἐποιοῦντο κατʼ ἀλλήλων ἔν τε ταῖς ἐκκλησίαις καὶ ἐπὶ τῆς βουλῆς μάτην ἀναλισκομένων, ἑτέρα τις εἰσαχθεῖσα ὑπὸ τῶν δημάρχων ἐπὶ τῇ βουλῇ πολιτεία καὶ παρακρουσαμένη τὸ συνέδριον, τὴν μὲν τότε κατέχουσαν στάσιν ἐπράυνεν, ἑτέρων δὲ πολλῶν καὶ μεγάλων ἐγένετο πλεονεκτημάτων αἰτία τῷ δήμῳ. διηγήσομαι δὲ καὶ ταύτην τὴν δυναστείαν ὃν τρόπον ὁ δῆμος ἔλαβε.φθειρομένης καὶ διαρπαζομένης τῆς τε Ῥωμαίων καὶ τῶν συμμάχων γῆς, καὶ τῶν πολεμίων ὡς διʼ ἐρημίας ἐλαυνόντων κατʼ ἐλπίδα τοῦ μηδεμίαν ἐπʼ αὐτοὺς ἐξελεύσεσθαι δύναμιν διὰ τὴν κατέχουσαν ἐν τῇ πόλει στάσιν, οἱ μὲν ὕπατοι τὴν βουλὴν συνήγαγον, ὡς περὶ τῶν ὅλων ἔσχατον τοῦτο βουλευσόμενοι.ῥηθέντων δὲ πολλῶν λόγων πρῶτος ἐρωτηθεὶς γνώμην Λεύκιος Κοίντιος, ὁ τῷ παρελθόντι γενόμενος ἔτει δικτάτωρ, ἀνὴρ οὐ μόνον τὰ πολέμια δεινότατος τῶν καθʼ ἑαυτόν, ἀλλὰ καὶ τὰ πολιτικὰ δοκῶν εἶναι φρονιμώτατος, γνώμην ἀπεφήνατο τήνδε· μάλιστα μὲν πείθειν τούς τε δημάρχους καὶ τοὺς ἄλλους πολίτας τὴν μὲν ὑπὲρ τοῦ νόμου διάγνωσιν οὐθὲν ἐν τῷ παρόντι κατεπείγουσαν εἰς ἑτέρους ἀναβαλέσθαι καιροὺς ἐπιτηδειοτέρους, τὸν δʼ ἐν χερσὶν ὄντα καὶ ὅσον οὔπω τῇ πόλει πλησιάζοντα πόλεμον ἄρασθαι πάσῃ προθυμίᾳ, καὶ μὴ περιιδεῖν τὴν μετὰ πολλῶν κτηθεῖσαν ἡγεμονίαν πόνων αἰσχρῶς καὶ ἀνάνδρως ἀπολομένην.ἐὰν δὲ μὴ πείθηται ὁ δῆμος, τοὺς πατρικίους ἅμα τοῖς πελάταις καθοπλισαμένους τῶν τʼ ἄλλων πολιτῶν παραλαβόντας, οἷς ἦν ἑκοῦσι συνάρασθαι τοῦ καλλίστου ὑπὲρ τῆς πατρίδος ἀγῶνος, χωρεῖν προθύμως ἐπὶ τὸν πόλεμον θεούς, ὅσοι φυλάττουσι τὴν Ῥωμαίων πόλιν, ἡγεμόνας τῆς ἐξόδου ποιησαμένους.συμβήσεσθαι γὰρ αὐτοῖς δυεῖν καλῶν ἔργων καὶ δικαίων θάτερον, ἢ νίκην ἐξενέγκασθαι πασῶν ὧν αὐτοί ποτε ἢ οἱ πατέρες ἐξηνέγκαντο λαμπροτάτην, ἢ περὶ τῶν ἐν αὐτῇ καλῶν εὐψύχως ἀγωνιζομένοις ἀποθανεῖν. ταύτης μέντοι τῆς καλῆς πείρας οὔτʼ αὐτὸς ἀπολείψεσθαι ἔφη, ἀλλʼ ἐν ἴσῳ τοῖς κράτιστα ἐρρωμένοις παρὼν ἀγωνιεῖσθαι, οὔτε τῶν ἄλλων τινὰ πρεσβυτέρων, οἷς ἐστιν ἐλευθερίας τε καὶ δόξης ἀγαθῆς λόγος.ὡς δὲ καὶ τοῖς ἄλλοις ἅπασι ταῦτʼ ἐδόκει, καὶ οὐθεὶς ἦν ὁ τἀναντία ἐρῶν, οἱ μὲν ὕπατοι τὸν δῆμον εἰς ἐκκλησίαν συνεκάλουν. συνελθόντος δʼ ὡς ἐπὶ καινοῖς ἀκούσμασι παντὸς τοῦ κατὰ τὴν πόλιν ὄχλου παρελθὼν ἅτερος τῶν ὑπάτων Γάιος Ὁράτιος ἐπειρᾶτο πείθειν τοὺς δημοτικοὺς ἑκόντας ὑπομεῖναι καὶ ταύτην τὴν στρατείαν. ἀντιλεγόντων δὲ τῶν δημάρχων καὶ τοῦ δήμου προσέχοντος αὐτοῖς τὸν νοῦν παρελθὼν πάλιν ὁ ὕπατος εἶπε·καλὸν γʼ, ὦ Οὐεργίνιε, καὶ θαυμαστὸν ἔργον ἐξειργάσασθε διασπάσαντες ἀπὸ τῆς βουλῆς τὸν δῆμον· καὶ τὸ μὲν ἐφʼ ὑμῖν εἶναι μέρος πάντʼ ἀπολωλέκαμεν, ὅσα παρὰ τῶν προγόνων παραλαβόντες ἢ τοῖς ἑαυτῶν πόνοις κτησάμενοι κατέσχομεν ἀγαθά.οὐ μὴν ἡμεῖς γʼ ἀκονιτὶ μεθησόμεθα αὐτῶν, ἀλλʼ ἀναλαβόντες τὰ ὅπλα μετὰ τῶν βουλομένων σώζεσθαι τὴν πατρίδα χωρήσομεν ἐπὶ τὸν ἀγῶνα τὰς ἀγαθὰς προβαλλόμενοι τῶν ἔργων ἐλπίδας· καὶ εἴ τις ἄρα θεὸς ἐπισκοπεῖ τοὺς καλοὺς καὶ δικαίους ἀγῶνας, καὶ ἡ τὴν πόλιν τήνδε αὔξουσα ἐκ πολλοῦ τύχη μήπω προλέλοιπεν αὐτήν, κρείττους τῶν ἐχθρῶν ἐσόμεθα· εἰ δέ τις ἄρα ἐνέστηκε δαίμων καὶ ἐναντιοῦται τῇ σωτηρίᾳ τῆς πόλεως, οὔτοι τό γʼ ἐν ἡμῖν εὔνουν καὶ πρόθυμον ἀπολεῖται, ἀλλὰ τὸν ἁπάντων κράτιστον θάνατον αἱρησόμεθα περὶ τῆς πατρίδος.ὑμεῖς δὲ αὐτοῦ μένοντες οἰκουρεῖτε ἅμα ταῖς γυναιξίν, ὦ καλοὶ καὶ γενναῖοι προστάται τῆς πόλεως, ἐγκαταλιπόντες, μᾶλλον δὲ προδόντες ἡμᾶς, οἷς οὔτʼ ἂν νικήσωμεν ἡμεῖς ὁ βίος ἔσται καλός, οὔτʼἂν ἄλλως χωρήσῃ τὰ καθʼ ἡμᾶς ἀσφαλής· εἰ μὴ ἄρα ἐκείνῃ τῇ ψυχρᾷ ἐλπίδι ἐπαίρεσθε, ὡς διαφθαρέντων τῶν πατρικίων ὑμᾶς ἐάσουσιν οἱ πολέμιοι ταύτην ὑπολογιζόμενοι τὴν εὐεργεσίαν, καὶ συγχωρήσουσιν ὑμῖν τὴν πατρίδα καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἡγεμονίαν καὶ πάντα τἆλλα ἀγαθά, ὅσα νῦν ἔχετε, καρποῦσθαι, ὧν ὑμεῖς ὅτε τὰ ἄριστα ἐφρονεῖτε πολλὴν μὲν γῆν ἀπετέμεσθε, πολλὰς δὲ πόλεις ἐξανδραποδισάμενοι κατεσκάψατε, πολλὰ δὲ καὶ μεγάλα καὶ οὐδʼ ὑπὸ τοῦ παντὸς αἰῶνος ἀφανισθησόμενα τρόπαια καὶμνημεῖα τῆς ἔχθρας ἀνεστήσατε. ἀλλὰ τί τῷ δήμῳ ταῦτʼ ἐπιτιμῶ, ὃς οὐδέποτε πονηρὸς ἑκὼν ἐγένετο, μᾶλλον ἢ οὐχ ὑμῖν, ὦ Οὐεργίνιε, τοῖς τὰ καλὰ ταῦτα πολιτευομένοις; ἡμῖν μὲν οὖν, οἷς ἀνάγκη μηδὲν ταπεινὸν φρονεῖν, δέδοκταί τε καὶ οὐθὲν ἔσται τὸ κωλύσον ἄρασθαι τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, ὑμῖν δὲ τοῖς ἐγκαταλιποῦσι καὶ προδοῦσι τὸ κοινὸν ἥξει δίκη τιμωρὸς οὐ μεμπτὴ παρὰ θεῶν, ἐὰν ἄρα διαφύγητε τὴν παρʼ ἀνθρώπων κόλασιν.ἀλλʼ οὐδὲ ταύτην διαφεύξεσθε· καὶ μή με δεδίττεσθαι ὑπολάβητε, ἀλλʼ εὖ ἴστε, ὅτι οἱ καταλειφθέντες ἡμῶν ἐνθάδε φύλακες τῆς πόλεως, ἐὰν κρείττω τὰ τῶν ἐχθρῶν γένηται, φρονήσουσιν ἃ προσῆκεν αὐτοῖς φρονεῖν. οὐ γὰρ ἤδη βαρβάροις μέν τισιν ἁλισκομένοις ὑπὸ τῶν πολεμίων εἰς νοῦν ἦλθε μήτε γυναικῶν αὐτοῖς παραχωρῆσαι μήτε παίδων μήτε πόλεων, ἀλλὰ τὰς μὲν ἐμπρῆσαι, τὰς δὲ