ὅτε τὰς πρὸς ὑμᾶς ἐποιούμεθα συνθήκας. εἰ μὲν οὖν τῶν ὑμετέρων ἰδίων ἀδικεῖσθαί τι ἢ βλάπτεσθαι λέγετε ὑφʼ ἡμῶν, τὰ δίκαια ὑφέξομεν ὑμῖν κατὰ τὰς ὁμολογίας· εἰ δὲ περὶ Τυσκλάνων ἀναπραξόμενοι δίκας ἥκετε, οὐθείς ἐστιν ὑμῖν πρὸς ἐμὲ περὶ τούτων λόγος, ἀλλὰ πρὸς ταύτην λαλεῖτε τὴν φηγόν· δείξας αὐτοῖς τινα πλησίον πεφυκυῖαν.Ῥωμαῖοι δὲ τοιαῦτα ὑβρισθέντες ὑπὸ τοῦ ἀνδρὸς οὐκ εὐθὺς ὀργῇ ἐπιτρέψαντες ἐξήγαγον τὴν στρατιάν, ἀλλὰ καὶ δευτέραν ὡς αὐτὸν ἀπέστειλαν πρεσβείαν καὶ τοὺς Φητιάλεις καλουμένους ἄνδρας ἱερεῖς ἔπεμψαν ἐπιμαρτυρόμενοι θεούς τε καὶ δαίμονας, ὅτι μὴ δυνηθέντες τῶν δικαίων τυχεῖν ὅσιον ἀναγκασθήσονται πόλεμον ἐκφέρειν· καὶ μετὰ ταῦτα τὸν ὕπατον ἀπέστειλαν.ὁ δὲ Γράγχος, ἐπειδὴ τοὺς Ῥωμαίους προσιόντας ἔμαθεν, ἀναστήσας τὴν δύναμιν ἀπῆγε προσωτέρω, τῶν πολεμίων ἐκ ποδὸς ἑπομένων, βουλόμενος αὐτοὺς εἰς τοιαῦτα προαγαγέσθαι χωρία, ἐν οἷς πλεονεκτήσειν ἔμελλεν· ὅπερ καὶ συνέβη. φυλάξας γὰρ αὐλῶνα περικλειόμενον ὄρεσιν, ὡς ἐνέβαλον εἰς τοῦτον οἱ Ῥωμαῖοι διώκοντες αὐτόν, ὑποστρέφει τε καὶ στρατοπεδεύεται κατὰ τὴν ἐκ τοῦ αὐλῶνος ἔξω φέρουσαν ὁδόν.ἐκ δὲ τούτου συνεβεβήκει τοῖς Ῥωμαίοις οὐχ ὃν ἐβούλοντο ἐκλέξασθαι τόπον εἰς στρατοπεδείαν, ἀλλʼ ὃν ἔδωκεν αὐτοῖς ὁ καιρός, ἔνθα οὔθʼ ἵπποις χιλὸν εὔπορον ἦν λαμβάνειν, ὄρεσι περικλειομένου τοῦ τόπου ψιλοῖς καὶ δυσβάτοις, οὔθʼ ἑαυτοῖς τροφὰς ἐκ τῆς πολεμίας συγκομίζειν, ἐπειδὴ κατανάλωντο ἃς οἴκοθεν ἔφερον, οὔτε μεταστρατοπεδεύσασθαι τῶν πολεμίων ἀντικαθημένων καὶ κωλυόντων τὰς ἐξόδους. βιάσασθαί τε προελόμενοι καὶ προελθόντες εἰς μάχην ἀνεκρούσθησαν καὶ πολλὰς πληγὰς λαβόντες εἰς τὸν αὐτὸν κατεκλείσθησαν χάρακα. ὁ δὲ Κοίλιος ἐπαρθεὶς τῷ προτερήματι τούτῳ περιετάφρευέ τε αὐτοὺς καὶ περιεχαράκου καὶ πολλὰς ἐλπίδας εἶχε λιμῷ πιεσθέντας παραδώσειν αὐτῷ τὰ ὅπλα.ἀφικομένης δʼ εἰς Ῥώμην περὶ τούτων ἀγγελίας Κόιντος Φάβιος ὁ καταλειφθεὶς ἐπὶ τῆς πόλεως ἔπαρχος ἀπὸ τῆς σὺν αὐτῷ στρατιᾶς ὅσον ἦν ἀκμαιότατόν τε καὶ κράτιστον ἐπιλέξας μέρος ἐπὶ συμμαχίαν ἔπεμψε τῷ ὑπάτῳ. ἡγεῖτο δὲ τῆς δυνάμεως ταύτης Τίτος Κοίντιος ὁ ταμίας ἀνὴρ ὑπατικός.πρὸς δὲ τὸν ἕτερον τῶν ὑπάτων Ναύτιον ἐπὶ τῆς ἐν Σαβίνοις στρατιᾶς ὄντα γράμματα διαπέμψας τά τε συμβάντα τῷ Μηνυκίῳ διεσάφησε καὶ αὐτὸν ἥκειν ἠξίου διὰ ταχέων. κἀκεῖνος ἐπιτρέψας τοῖς πρεσβευταῖς τὸν χάρακα φυλάττειν αὐτὸς σὺν ὀλίγοις ἱππεῦσιν εἰς τὴν Ῥώμην ἐλαύνει συντόνῳ χρησάμενος ἱππασίᾳ· εἰσελθὼν δʼ εἰς τὴν πόλιν ἔτι πολλῆς νυκτὸς οὔσης ἐβουλεύετο σὺν τῷ Φαβίῳ καὶ τῶν ἄλλων πολιτῶν τοῖς πρεσβυτάτοις, ὅ τι χρὴ ποιεῖν. ἐπεὶ δὲ πᾶσιν ἐδόκει δικτάτορος δεῖσθαι ὁ καιρός, ἀποδείκνυσιν ἐπὶ τὴν ἀρχὴν ταύτην Λεύκιον Κοίντιον Κικιννᾶτον. καὶ αὐτὸς μὲν ταῦτα διαπραξάμενος ᾤχετο πάλιν ἐπὶ τὸ στρατόπεδον,ὁ δὲ τῆς πόλεως ἔπαρχος Φάβιος ἔπεμπε τοὺς παραληψομένους τὸν Κοίντιον ἐπὶ τὴν ἀρχήν. ἔτυχε δὲ καὶ τότε ὁ ἀνὴρ τῶν κατʼ ἀγρὸν ἔργων τι διαπραττόμενος· ἰδὼν δὲ τὸν προσιόντα ὄχλον καὶ ὑποπτεύσας ἐπʼ αὐτὸν ἥκειν ἐσθῆτά τʼ ἐλάμβανεν εὐπρεπεστέραν καὶ ὑπαντήσων αὐτοῖς ἐπορεύετο.ὡς δʼ ἐγγὺς ἦν, ἵππους τʼ αὐτῷ φαλάροις κεκοσμημένους ἐκπρεπέσι προσῆγον καὶ πελέκεις ἅμα ταῖς ῥάβδοις εἰκοσιτέτταρας παρέστησαν ἐσθῆτά τε ἁλουργῆ καὶ τἆλλα παράσημα, οἷς πρότερον ἡ τῶν βασιλέων ἐκεκόσμητο ἀρχή, προσήνεγκαν. ὁ δὲ μαθών, ὅτι δικτάτωρ ἀποδέδεικται τῆς πόλεως, οὐχ ὅπως ἠγάπησε τηλικαύτης τιμῆς τυχών, ἀλλὰ προσαγανακτήσας εἶπεν· ἀπολεῖται ἄρα καὶ τούτου τοῦ ἐνιαυτοῦ ὁ καρπὸς διὰ τὰς ἐμὰς ἀσχολίας, καὶ πεινήσομεν ἅπαντες κακῶς.μετὰ ταῦτα παραγενόμενος εἰς τὴν πόλιν πρῶτον μὲν ἐθάρρυνε τοὺς πολίτας λόγον ἐν τῷ πλήθει διεξελθὼν ἐξεγεῖραι τὰς ψυχὰς δυνάμενον ἐλπίσιν ἀγαθαῖς ἔπειτα συναγαγὼν ἅπαντας τοὺς ἐν ἀκμῇ, τούς τε κατὰ τὴν πόλιν καὶ τοὺς ἐκ τῶν ἀγρῶν, καὶ τὰς παρὰ τῶν συμμάχων ἐπικουρίας μεταπεμψάμενος ἱππάρχην τʼ ἀποδείξας Λεύκιον Ταρκύνιον, ἄνδρα τῶν ἠμελημένων μὲν διὰ πενίαν, τὰ δὲ πολέμια γενναῖον, ἐξῆγε συγκεκροτημένην ἔχων δύναμιν, καὶ καταλαβὼν τὸν ταμίαν Τίτον Κοίντιον ἀναδεχόμενον αὐτοῦ τὴν παρουσίαν, λαβὼν καὶ τὴν σὺν ἐκείνῳ δύναμιν ἧκεν ἐπὶ τοὺς πολεμίους.ὡς δὲ κατώπτευσε τὴν τῶν χωρίων φύσιν, ἐν οἷς ἦν τὰ στρατόπεδα, μέρος μέν τι τῆς στρατιᾶς ἐπὶ τοῖς μετεώροις ἔταξεν, ὡς μήτε βοήθεια παραγένοιτο τοῖς Αἰκανοῖς ἑτέρα μήτε τροφαί, τὴν δὲ λοιπὴν δύναμιν αὐτὸς ἔχων προῆγεν ἐκτεταγμένην ὡς εἰς μάχην. καὶ ὁ Κοίλιος οὐθὲν ὑποδείσας — ἥ τε γὰρ δύναμις ἡ περὶ αὐτὸν ἦν οὐκ ὀλίγη, καὶ αὐτὸς ἐδόκει ψυχὴν οὐ κακὸς εἶναι κατὰ τὰ πολέμια — δέχεται αὐτὸν ἐπιόντα, καὶγίνεται μάχη καρτερά. χρόνου δὲ πολλοῦ διελθόντος καὶ τῶν Ῥωμαίων διὰ τοὺς συνεχεῖς πολέμους ἀναφερόντων τὸν πόνον τῶν τε ἱππέων κατὰ τὸ κάμνον μέρος ἀεὶ ἐπιβοηθούντων τοῖς πεζοῖς ἡσσηθεὶς ὁ Γράγχος κατακλείεται πάλιν εἰς τὸν ἑαυτοῦ χάρακα. καὶ μετὰ τοῦθʼ ὁ Κοίντιος περιταφρεύσας αὐτὸν ὑψηλῷ χάρακι καὶ πύργοις πυκνοῖς περιλαβών, ἐπεὶ κάμνοντα ἔμαθε τῶν ἀναγκαίων τῇ σπάνει, αὐτός τε προσβολὰς ἐποιεῖτο συνεχεῖς πρὸς τὸν χάρακα τῶν Αἰκανῶν καὶ τῷ Μηνυκίῳ