ταῦτά τε δὴ τὰ ἔργα τοῦ ἀνδρὸς ἐπῃνεῖτο ὑπὸ τοῦ δήμου, καὶ ἐπεὶ τὸν ὡρισμένον ἐτέλεσε τῆς ἀρχῆς χρόνον τὸ μὴ δέξασθαι τὴν ὑπατείαν διδομένην τὸ δεύτερον μηδὲἀγαπῆσαι τηλικαύτην λαμβάνοντα τιμήν. κατεῖχε γὰρ αὐτὸν ἐπὶ τῆς ὑπατικῆς ἐξουσίας ἡ βουλὴ πολλὰς προσφέρουσα δεήσεις, ἐπεὶ τὸ τρίτον οἱ δήμαρχοι διεπράξαντο μὴ ἀποθέσθαι τὴν ἀρχήν, ὡς ἐναντιωσόμενον αὐτοῖς καὶ παύσοντα τῶν καινῶν πολιτευμάτων, τὰ μὲν αἰδοῖ, τὰ δὲ φόβῳ, τὸν δὲ δῆμον ὁρῶσα οὐκ ἀναινόμενον ὑπʼ ἀνδρὸς ἀγαθοῦ ἄρχεσθαι. ὁ δʼ οὔτε τῶν δημάρχων ἐπαινεῖν ἔφη τὸ ἀπαραχώρητον τῆς ἐξουσίας οὔτε αὐτὸς εἰς ὁμοίαν ἐκείνοις ἥξειν διαβολήν.συναγαγὼν δὲ τὸν δῆμον εἰς ἐκκλησίαν καὶ πολλὴν κατηγορίαν τῶν οὐκ ἀποτιθεμένων τὰς ἀρχὰς διαθέμενος ὅρκους τε διομοσάμενος ἰσχυροὺς περὶ τοῦ μὴ λήψεσθαι πάλιν τὴν ὑπατείαν, πρὶν ἀποθέσθαι τὴν προτέραν ἀρχήν, προεῖπεν ἀρχαιρεσίων ἡμέραν· ἐν ᾗ καταστήσας ὑπάτους ἀπῄει πάλιν εἰς τὸ μικρὸν ἐκεῖνο καλύβιον καὶ τὸν αὐτουργὸν ἔζη βίον ὡς πρότερον.Κοίντου δὲ Φαβίου Οὐιβολανοῦ παρειληφότος τὴν ὑπατείαν τὸ τρίτον καὶ Λευκίου Κορνηλίου καὶ τελούντων πατρίους ἀγῶνας Αἰκανῶν ἄνδρες ἐπίλεκτοι πλῆθος ἀμφὶ τοὺς ἑξακισχιλίους ὁπλισμῷ τʼ εὐζώνῳ συνεσταλμένοι καὶ ἐν νυκτὶ ποιησάμενοι τὴν ἔξοδον σκότους ἔτι ὄντος ἐπὶ πόλιν ἀφικνοῦνται Τυσκλάνων, ἥ ἐστι μὲν τοῦ Λατίνων ἔθνους, ἀφέστηκε δὲ τῆς Ῥώμης οὐκ ἔλαττον σταδίων ἑκατόν.εὑρόντες δὲ ὡς ἐν εἰρήνῃ πύλας τε ἀκλείστους καὶ τεῖχος ἀφύλακτον αἱροῦσι τὴν πόλιν ἐξ ἐφόδου μνησικακοῦντες τοῖς Τυσκλάνοις, ὅτι τῇ Ῥωμαίων πόλει τά τε ἄλλα μετὰ προθυμίας συμπράττοντες διετέλουν, καὶ ἐν τῇ πολιορκίᾳ τοῦ Καπιτωλίου μόνοι συνήραντο τοῦπολέμου. ἄνδρας μὲν οὐ πολλούς τινας ἐν τῇ καταλήψει διέφθειραν, ἀλλʼ ἔφθασαν ἤδη αὐτοὺς ὑπὸ τὴν ἅλωσιν τῆς πόλεως ὠσάμενοι διὰ τῶν πυλῶν οἱ ἔνδον, χωρὶς ἢ ὅσοι ὑπὸ νόσων ἢ γήρως φυγεῖν ἀδύνατοι ἦσαν, γύναια δὲ καὶ παιδία καὶ θεράποντας αὐτῶν ἠνδραποδίσαντο καὶ τὰ χρήματα διήρπασαν.ὡς δʼ ἀπηγγέλθη τὸ δεινὸν εἰς τὴν Ῥώμην ἐκ τῶν διαφυγόντων ἐκ τῆς ἁλώσεως, οἱ μὲν ὕπατοι βοηθεῖν ᾤοντο δεῖν τοῖς φυγάσι κατὰ τάχος καὶ τὴν πόλιν αὐτοῖς ἀποδιδόναι, ἀντέπραττον δὲ οἱ δήμαρχοι στρατιὰν οὐκ ἐῶντες καταγράφειν, ἕως ἂν ἡ περὶ τοὺς νόμους διενεχθῇ ψῆφος. ἀγανακτούσης δὲ τῆς βουλῆς καὶ διατριβὴν λαμβανούσης τῆς στρατείας ἕτεροι παρῆσαν ἀπὸ τοῦ Λατίνων ἔθνους ἀποσταλέντες, οἳ τὴν Ἀντιατῶν πόλιν ἤγγελλον ἐκ τοῦ φανεροῦ ἀφεστηκέναι, μιᾷ χρησαμένων γνώμῃ Οὐολούσκων τε τῶν ἀρχαίων οἰκητόρων τῆς πόλεως καὶ Ῥωμαίων τῶν ἀφικομένων ὡς αὐτοὺς ἐποίκων καὶ μερισαμένων τὴν γῆν. Ἑρνίκων τε ἄγγελοι κατὰ τοὺς αὐτοὺς παρῆσαν χρόνους δηλοῦντες, ὅτι Οὐολούσκων τε καὶ Αἰκανῶν δύναμις πολλὴ ἐξελήλυθε καί ἐστιν ἐν τῇ αὐτῶν ἤδη γῇ.τούτων ἅμα προσαγγελλομένων οὐδεμίαν ἀναστροφὴν ἔτι ποιεῖσθαι τοῖς ἐκ τοῦ συνεδρίου ἐδόκει, ἀλλὰ πανστρατιᾷ βοηθεῖν καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξιέναι· ἐὰν δέ τινες ἀπολειφθῶσι τῆς στρατείας Ῥωμαίων ἢτῶν συμμάχων, ὡς πολεμίοις αὐτοῖς χρῆσθαι. εἰξάντων δὲ καὶ τῶν δημάρχων καταγράψαντες τοὺς ἐν ἡλικίᾳ πάντας οἱ ὕπατοι καὶ τὰς παρὰ τῶν συμμάχων δυνάμεις μεταπεμψάμενοι κατὰ σπουδὴν ἐξῄεσαν ὑπολιπόμενοι φυλακὴν τῇ πόλει τρίτην μοῖραν τῆς ἐπιχωρίου στρατιᾶς. Φάβιος μὲν οὖν ἐπὶ τοὺς ἐν τῷ Τυσκλάνων ὄντας Αἰκανοὺς τὴν στρατιὰν ἦγε διὰτάχους. τῶν δʼ οἱ μὲν πλείους ἀπεληλύθεσαν ἤδη διηρπακότες τὴν πόλιν, ὀλίγοι δέ τινες ὑπέμενον φυλάττοντες τὴν ἄκραν· ἔστι δὲ σφόδρα ἐχυρὰ καὶ οὐ πολλῆς δεομένη φυλακῆς. τινὲς μὲν οὖν φασι τοὺς φρουροὺς τῆς ἄκρας ἰδόντας ἐξιοῦσαν ἐκ τῆς Ῥώμης τὴν στρατιάν — εὐσύνοπτα γάρ ἐστιν ἐκ μετεώρου τὰ μεταξὺ χωρία πάντα — ἑκόντας ἐξελθεῖν, ἕτεροι δὲ ἐκπολιορκηθέντας ὑπὸ τοῦ Φαβίου καθʼ ὁμολογίαν παραδοῦναι τὸ φρούριον, τοῖς σώμασιν αὐτοῖς ἄδειαν αἰτησαμένους καὶ ζυγὸν ὑποστάντας.ἀποδοὺς δὲ τοῖς Τυσκλάνοις τὴν πόλιν Φάβιος περὶ δείλην ὀψίαν ἀνίστησι τὴν στρατιάν. καὶ ὡς εἶχε τάχους ἤλαυνεν ἐπὶ τοὺς πολεμίους, ἀκούων περὶ πόλιν Ἀλγιδὸν ἀθρόας εἶναι τάς τε Οὐολούσκων καὶ τὰς Αἰκανῶν δυνάμεις. ποιησάμενος δὲ δι’ ὅλης νυκτὸς σύντονον ὁδὸν ὑπʼ αὐτὸν τὸν ὄρθρον ἐπιφαίνεται τοῖς πολεμίοις ἐστρατοπεδευκόσιν ἐν πεδίῳ καὶ οὔτε τάφρον περιβεβλημένοις οὔτε χάρακα, ὡς ἐν οἰκείᾳ τε γῇ καὶ καταφρονήσει τοῦ ἀντιπάλου.παρακελευσάμενος δὲ τοῖς ἀμφʼ αὐτὸν ἀγαθοῖς ἀνδράσι γίνεσθαι πρῶτος εἰσελαύνει μετὰ τῶν ἱππέων εἰς τὴν τῶν πολεμίων παρεμβολήν, καὶ οἱ πεζοὶ συναλαλάξαντες εἵποντο· τῶν δʼ οἱ μὲν ἔτι κοιμώμενοι ἐφονεύοντο, οἱ δʼ ἀρτίως ἀνεστηκότες καὶ πρὸς ἀλκὴν ἐπιχειροῦντες τραπέσθαι, οἱ δὲ πλείους φεύγοντες ἐσκεδάννυντο.ἁλόντος δὲ τοῦ στρατοπέδου κατὰ πολλὴν εὐπέτειαν ἐπιτρέψας τοῖς στρατιώταις τὰ χρήματα ὠφελεῖσθαι καὶ τὰ σώματα πλὴν ὅσα Τυσκλάνων ἦν, οὐ πολὺν ἐνταῦθα διατρίψας χρόνον ἐπὶ τὴν Ἐχετράνων πόλιν ἦγε τὴν δύναμιν, ἣ τότε ἦν τοῦ Οὐολούσκων ἔθνους ἐπιφανεστάτη τε κἀν τῷ κρατίστῳ μάλιστα τόπῳ κειμένη.