εὐθὺς δὲ προσβαλόντες τῷ χάρακι τῶν πολεμίων, ὃς ἐγγυτάτω τῆς πόλεως ἔκειτο καὶ ἦν προτείχισμα τῆς ἄλλης δυνάμεως ἐν ἐρυμνῷ τε κατεσκευασμένος χωρίῳ καὶ τὴν κρατίστην νεότητα Τυρρηνῶν ἔχων, ἧς ἡγεῖτο Μεσεντίου παῖς Λαῦσος ὄνομα, οὐδενὸς προιδομένου τὴν ἔφοδον αἱροῦσιν εὐπετῶς τὸ ὀχύρωμα. ἐν ᾧ δὲ τὸ χωρίον τοῦτο ἡλίσκετο, φῶς τε ἄκαιρον ὁρῶντες οἱ ἐν τοῖς πεδίοις ἐστρατοπεδευκότες καὶ βοὴν τῶν ἀπολλυμένων ἀκούοντες ἔφευγον ἐκλιπόντες τοὺς πεδινοὺς τόπους ἐπὶ τὰὄρη. ἐν δὲ τούτῳ πολλὴ ἐγένετο ταραχὴ καὶ θόρυβος, οἷα ἐν νυκτὶ κινουμένης στρατιᾶς, ὡς αὐτίκα μάλα τῶν πολεμίων σφίσιν ἐπιθησομένων οὐ σὺν κόσμῳ οὐδὲ κατὰ τέλη τὴν ἔλασιν ποιουμένοις· οἱ δὲ Λατῖνοι, ἐπειδὴ τό τε φρούριον ἐξ ἐφόδου κατειλήφεσαν καὶ τὸ ἄλλο στράτευμα ἔμαθον τεταραγμένον, ἐπέκειντο αὐτοῖς κτείνοντες καὶ διώκοντες. τῶν δʼ οὐχ ὅπως τις πρὸς ἀλκὴν τραπέσθαι ἐπεχείρησεν, ἀλλʼ οὐδὲ μαθεῖν ἐν οἷς ἦσαν κακοῖς ἠδύνατο· ὑπὸ δὲ θορύβου καὶ ἀμηχανίας οἱ μὲν κατὰ κρημνῶν φερόμενοι διεφθείροντο, οἱ δʼ εἰς φάραγγας ἀνεξόδους ἐμπίπτοντες ἡλίσκοντο, οἱ δὲ πλεῖστοι ἀγνοήσαντες ἀλλήλους ἀνὰ τὸ σκότος ὅσα πολεμίους διέθεσαν, καὶ ὁ πλεῖστος αὐτῶν φθόρος ἀλληλοκτόνος ἐγίνετο. Μεσέντιος δὲ σὺν ὀλίγοις λόφον τινὰ καταλαβών, ἐπειδὴ τοῦ παιδὸς τὸν μόρον ἐπύθετο καὶ ὅσος αὐτῷ στρατὸς διέφθαρτο ἐν οἵῳ τε χωρίῳ κατακεκλεικὼς ἑαυτὸν ἦν,ὡς ὢν ἐν ἀπορίᾳ χρήματος, ἔπεμψε κήρυκας εἰς τὸ Λαουΐνιον περὶ φιλίας διαλεξομένους, Ἀσκανίου δὲ τοῖς Λατίνοις ταμιεύεσθαι τὴν τύχην συμβουλεύοντος ἄδειαν εὑρόμενος ἀπῆλθεν ὑπόσπονδος μεθʼ ὅσης εἶχε δυνάμεως καὶ τὸν ἀπὸ τοῦδε χρόνον ἅπαντα διαλυσάμενος τὴν ἔχθραν πρὸς τοὺς Λατίνους βέβαιος φίλος ἦν.τριακοστῷ δὲ ὕστερον ἔτει μετὰ τὴν κτίσιν τοῦ Λαουϊνίου πόλιν ἑτέραν οἰκίζει κατὰ τὸ γενόμενον Αἰνείᾳ θέσφατον Ἀσκάνιος ὁ Αἰνείου καὶ μετάγει τούς τʼ ἐκ Λαουϊνίου καὶ τῶν ἄλλων Λατίνων ὅσοις ἦν βουλομένοις ἄμεινον οἰκεῖν εἰς τὴν νεόκτιστον, ὄνομα τῇ πόλει θέμενος Ἄλβαν. ἔστι δʼ ἡ Ἄλβα καθʼ Ἑλλάδα γλῶσσαν Λευκή, σαφηνισμοῦ δʼ ἕνεκα διορίζεται παρʼ ἑτέραν πόλιν ὁμώνυμον ἐπικλήσει τὸ σχῆμα ἐπικατηγορούσῃ, καί ἐστιν ὥσπερ σύνθετον ἤδη τοὔνομα ἐξ ἀμφοῖν Ἄλβα λόγγα, τοῦτο δʼ ἔστι Λευκὴ μακρά.νῦν μὲν οὖν ἔρημός ἐστιν· ἐπὶ γὰρ Ὁστιλίου Τύλλου Ῥωμαίων βασιλέως στασιάζειν δόξασα πρὸς τὴν ἀποικίαν περὶ τῆς ἀρχῆς ἀνῃρέθη· τὸ δʼ ἐν αὐτῇ πολιτευόμενον πλῆθος ἡ καθελοῦσα τὴν μητρόπολιν ὑπεδέξατο Ῥώμη. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἱκνουμένοις χρόνοις ἐγένετο, ἡνίκα δὲ ᾠκίζετο πρὸς ὄρει καὶ λίμνῃ κατεσκευάσθη τὸ μέσον ἐπέχουσα ἀμφοῖν, καὶ ἦν ὥσπερ τείχη τῆς πόλεως ταῦτα δυσάλωτον αὐτὴν ποιοῦντα. τό τε γὰρ ὅρος ἐν τοῖς πάνυ ὀχυρόν τε καὶ ὑψηλόν ἐστιν ἥ τε λίμνη βαθεῖα καὶ μεγάλη, καὶ αὐτὴν διὰ κλισιάδων ἀνοιγομένων ὑποδέχεται τὸ πεδίον ταμιευομένων ὁπόσον βούλονται τῶν ἀνθρώπων τὸ ὕδωρ.ὑπόκειται δὲ τῇ πόλει πεδία θαυμαστὰ μὲν ἰδεῖν, πλούσια δὲ καὶ οἴνους καὶ καρποὺς ἐξενεγκεῖν παντοδαποὺς καὶ οὐδὲν ἐνδεεστέρους τῆς ἄλλης Ἰταλίας, μάλιστα δὲ τὸν καλούμενον Ἀλβανὸν οἶνον ἡδὺν καὶ καλόν, ἔξω τοῦ Φαλερίνου λεγομένου τῶν γοῦν ἄλλων ἁπάντων διαφορώτατον.ἐν δὲ τῇ κτίσει τῆς πόλεως θαῦμα μέγιστον λέγεται γενέσθαι. κατασκευασθέντος τοῖς ἕδεσι τῶν θεῶν, οὓς Αἰνείας ἐκ τῆς Τρωάδος ἠνέγκατο καὶ καθίδρυσεν ἐν τῷ Λαουϊνίῳ, ναοῦ χωρίον ἔχοντος ἄβατον καὶ τῶν ἱδρυμάτων ἐκ τοῦ Λαουϊνίου μετακομισθέντων ἐκ τοῦ νεὼ εἰς τοῦτον τὸν μυχόν, ὑπὸ τὴν ἐπιοῦσαν νύκτα κεκλεισμένων τε ὡς μάλιστα τῶν θυρῶν καὶ οὐδὲν παθόντων οὔτε περιβόλων οὔτε ὀροφῶν διαμείψαντα τὰ βρέτη τὴν στάσιν ἐπὶ τῶνἀρχαίων εὑρεθῆναι κείμενα βάθρων· μετακομισθέντα δὲ αὖθις ἐκ τοῦ Λαουϊνίου σὺν ἱκετείαις καὶ θυσίαις ἀρεστηρίοις εἰς τὸ αὐτὸ χωρίον ὁμοίως ἀνελθεῖν. τοὺς δὲ ἀνθρώπους τέως μὲν ἀπορεῖν ὅ τι χρήσονται τοῖς πράγμασιν οὔτε δίχα τῶν πατρῴων θεῶν οἰκεῖν ἀξιοῦντας οὔτε ἐπὶ τὴν ἐκλειφθεῖσαν οἴκησιν αὖθις ἀναστρέφειν, τελευτῶντας δὲ γνώμην εὑρέσθαι, ἣ ἔμελλεν ἀποχρώντως πρὸς ἀμφότερα ἕξειν· τὰ μὲν ἕδη κατὰ χώραν ἐᾶσαι μένειν, ἄνδρας δὲ τοὺς ἐπιμελησομένους αὐτῶν ἐκ τῆς Ἄλβας εἰς τὸ Λαουΐνιον αὖθις ἐποίκους μεταγαγεῖν. καὶ ἐγένοντο οἱ πεμφθέντες ἑξακόσιοι μελεδωνοὶ τῶν ἱερῶν αὐτοῖς μεταναστάντες ἐφεστίοις· ἡγεμὼν δʼ ἐπʼ αὐτοῖς ἐτάχθη Αἴγεστος.τοὺς δὲ θεοὺς τούτους Ῥωμαῖοι μὲν Πενάτας καλοῦσιν· οἱ δʼ ἐξερμηνεύοντες εἰς τὴν Ἑλλάδα γλῶσσαν τοὔνομα οἱ μὲν Πατρῴους ἀποφαίνουσιν, οἱ δὲ Γενεθλίους, εἰσὶ δʼ οἳ Κτησίους, ἄλλοι δὲ Μυχίους, οἱ δὲ Ἑρκείους. ἔοικε δὲ τούτων ἕκαστος κατά τινος τῶν συμβεβηκότων αὐτοῖς ποιεῖσθαι τὴν ἐπίκλησιν κινδυνεύουσί τε πάντες ἁμως2γέπως τὸ αὐτὸλέγειν. σχήματος δὲ καὶ μορφῆς αὐτῶν πέρι Τίμαιος μὲν ὁ συγγραφεὺς ὧδε ἀποφαίνεται· κηρύκια σιδηρᾶ καὶ χαλκᾶ καὶ κέραμον Τρωικὸν εἶναι τὰ ἐν τοῖς ἀδύτοις τοῖς ἐν Λαουϊνίῳ κείμενα ἱερά, πυθέσθαι δὲ αὐτὸς ταῦτα παρὰ τῶν ἐπιχωρίων. ἐγὼ δὲ ὅσα μὲν ὁρᾶν ἅπασιν οὐ θέμις οὔτε παρὰ τῶν ὁρώντων ἀκούειν οὔτε ἀναγράφειν οἴομαι δεῖν, νεμεσῶν δὲ καὶ τοῖς ἄλλοις, ὅσοι πλείω τῶν συγχωρουμένων ὑπὸ νόμου ζητεῖν ἢ γινώσκειν ἀξιοῦσιν.