ἰδόντα δὲ τὸν Αἰνείαν εἰπεῖν ὡς ἐπιφανὴς μὲν ἔσται καὶ θαυμαστὴ καὶ γνώσεως ἐπὶ πλεῖστον ἥξουσα ἡ ἀποικία, ἐπίφθονος δὲ τοῖς πέλας αὐξομένη καὶ λυπηρά, κρατήσει δʼ ὅμως τῶν ἀντιπραττόντων κρείττονα τὴν ἐκ τοῦ θείου τύχην λαβοῦσα τοῦ παρʼ ἀνθρώπων ἐναντιωσομένου φθόνου. ταῦτα μὲν δὴ οὕτω περιφανῆ μηνύματα λέγεται γενέσθαι τῶν συμβησομένων τῇ πόλει, καὶ ἔστιν αὐτῶν μνημεῖα ἐν τῇ Λαουϊνιατῶν ἀγορᾷ χαλκᾶ εἴδωλα τῶν ζῴων ἐκ πολλοῦ πάνυ χρόνου διατηρούμενα.ἐπειδὴ δὲ κατεσκευάσθη τοῖς Τρωσὶν ἡ πόλις, ἐπιθυμία πάντας ἴσχεν ἰσχυρὰ τοῦ παρʼ ἀλλήλων ἀπολαῦσαι χρησίμου, καὶ οἱ βασιλεῖς αὐτῶν πρῶτοι ἄρχουσι μίξαντες τοῦ τε ἐπιχωρίου καὶ τοῦ ἐπήλυδος γένους τὴν ἀξίωσιν ἐπὶ συναλλαγαῖς γάμου, δόντος Λατίνου τὴν θυγατέρα Λαῦναν Αἰνείᾳ γυναῖκα.ἔπειτα καὶ οἱ ἄλλοι τὴν αὐτὴν τοῖς βασιλεῦσιν ἐπιθυμίαν λαβόντες καὶ διʼ ὀλίγου πάνυ χρόνου συνενεγκάμενοι ἔθη καὶ νόμους καὶ θεῶν ἱερά, κηδείας τε συνάψαντες ἀλλήλοις καὶ κοινωνίαις πολέμων ἀνακεράσθέντες, οἱ σύμπαντες κοινῇ ὀνομασίᾳ προσαγορεύοντες ἑαυτοὺς ἀπὸ τοῦ βασιλέως τῶν Ἀβοριγίνων Λατίνους, οὕτω βεβαίως ἔμειναν ἐπὶ τοῖς συγκειμένοις, ὥστʼ οὐδεὶς αὐτοὺς ἔτι χρόνος ἀπʼ ἀλλήλων διέστησε.τὰ μὲν δὴ συνελθόντα ἔθνη καὶ κοινωσάμενα τοὺς βίους, ἐξ ὧν τὸ Ῥωμαίων γένος ὥρμηται, πρὶν ἣν νῦν ἔχουσιν οἰκισθῆναι πόλιν, ταῦτά ἐστιν· Ἀβοριγῖνες μὲν πρῶτον, οἳ Σικελοὺς ἐξανέστησαν ἐκ τούτων τῶν χωρίων, Ἕλληνες ὄντες τὸ ἀρχαῖον ἐκ Πελοποννήσου τῶν σὺν Οἰνώτρῳ μετενεγκαμένων τὴν οἴκησιν ἐκ τῆς καλουμένης νῦν Ἀρκαδίας, ὡς ἐγὼ πείθομαι· ἔπειθʼ οἱ μεταναστάντες ἐκ τῆς τότε μὲν Αἱμονίας, νῦν δὲ Θετταλίας καλουμένης, Πελασγοί· τρίτοι δὲ οἱ σὺν Εὐάνδρῳ παραγενηθέντες εἰς Ἰταλίαν ἐκ Παλλαντίου πόλεως· μετὰ δὲ τούτους τῶν σὺν Ἡρακλεῖ στρατευομένων Πελοποννησίων Ἐπειοί τε καὶ Φενεᾶται, οἷς καὶ Τρωικόν τι ἐμμέμικται· τελευταῖοι δὲ οἱ διασωθέντες σὺν Αἰνείᾳ Τρῶες ἐξ Ἰλίου τε καὶ Δαρδάνου καὶ τῶν ἄλλων Τρωικῶν πόλεων.ὅτι δὲ καὶ τὸ τῶν Τρώων ἔθνος Ἑλληνικὸν ἐν τοῖς μάλιστα ἦν ἐκ Πελοποννήσου ποτὲ ὡρμημένον, εἴρηται μὲν καὶ ἄλλοις τισὶ πάλαι, λεχθήσεται δὲ καὶ πρὸς ἐμοῦ διʼ ὀλίγων. ἔχει δὲ ὁ λόγος περὶ αὐτῶν ὧδε· Ἄτλας γίνεται βασιλεὺς πρῶτος ἐν τῇ καλουμένῃ νῦν Ἀρκαδίᾳ, ᾤκει δὲ περὶ τὸ λεγόμενον Καυκώνιον ὄρος. τούτῳ θυγατέρες ἦσαν ἑπτὰ αἱ νῦν ἐν οὐρανῷ κατηστερίσθαι λεγόμεναι Πλειάδες ἐπίκλησιν, ὧν μίαν μὲν Ἠλέκτραν Ζεὺς γαμεῖ καὶγεννᾷ παῖδας ἐξ αὐτῆς Ἴασον καὶ Δάρδανον. Ἴασος μὲν οὖν ἠίθεος μένει, Δάρδανος δὲ ἄγεται γυναῖκα Χρύσην Πάλλαντος θυγατέρα, ἐξ ἧς αὐτῷ γίνονται παῖδες Ἰδαῖος καὶ Δείμας. οὗτοι τέως μὲν ἐν Ἀρκαδίᾳ παραλαβόντες τὴν Ἄτλαντος δυναστείαν ἐβασίλευον, ἔπειτα κατακλυσμοῦ γενομένου μεγάλου περὶ τὴν Ἀρκαδίαν τὰ μὲν πεδία ἐξελιμνώθη καὶ πολλοῦ χρόνου γεωργεῖσθαι ἀδύνατα ἦν, οἱ δὲ ἄνθρωποι ʽᾤκουν γὰρ ἀνὰ τὰ ὄρη γλίσχρως ποριζόμενοι τὰς τροφάσʼ συμφρονήσαντες ὡς οὐχ ἱκανὴ βόσκειν ἔσται πάντας ἡ περιοῦσα γῆ νέμονται σφᾶς αὐτοὺς διχῇ· καὶ αὐτῶν οἱ μὲν ἐν Ἀρκαδίᾳ ὑπομένουσι βασιλέα καταστησάμενοι Δείμαντα τὸν Δαρδάνου, οἱ δὲ λοιποὶἀπανίστανται Πελοποννήσου στόλῳ μεγάλῳ. ποιούμενοι δὲ τὸν πλοῦν παρὰ τὴν Εὐρώπην εἰς τὸν Μέλανα καλούμενον ἀφικνοῦνται κόλπον καὶ τυγχάνουσιν ἐν νήσῳ τινὶ τῆς Θρᾴκης ὁρμισάμενοι, ἣν οὐκ ἔχω εἰπεῖν εἴτε ἦν οἰκουμένη καὶ πρότερον, εἴτʼ ἔρημος· ᾗ τίθενται τοὔνομα σύνθετον ἔκ τε ἀνδρὸς καὶ τόπου, Σαμοθρᾴκην· τὸ μὲν γὰρ χωρίον τῆς Θρᾴκης, ὁ δὲ οἰκιστὴς Σάμων, υἱὸς Ἑρμοῦ καὶ νύμφης Κυλληνίδος Ῥήνης ὀνομαζομένης.ἐκεῖ δὲ χρόνον οὐ πολὺν διατρίψαντες, ὡς οὐκ εὐμαρὴς ἦν ὁ βίος αὐτοῖς γῇ τε λυπρᾷ καὶ θαλάττῃ ἀγρίᾳ μαχομένοις, ὀλίγους τινὰς ἐν τῇ νήσῳ λειπόμενοι ἀπανίστανται πάλιν οἱ πλείους εἰς τὴν Ἀσίαν ἔχοντες ἡγεμόνα τῆς ἀποικίας Δάρδανον· Ἴασος γὰρ ἐν τῇ νήσῳ κεραυνῷ πληγεὶς τελευτᾷ Δήμητρος εὐνῆς ὀριγνώμενος οἱ ἔχειν· ποιησάμενοί τε τὴν ἀπόβασιν ἐν τῷ καλουμένῳ νῦν Ἑλλησπόντῳ περὶ τὴν ὕστερον κληθεῖσαν οἰκίζονται Φρυγίαν, Ἰδαῖος μὲν ὁ Δαρδάνου μέρος τῆς στρατιᾶς ἔχων ἐν τοῖς ὄρεσιν, ἃ νῦν Ἰδαῖα ἀπʼ ἐκείνου λέγεται, ἔνθα μητρὶ θεῶν ἱερὸν ἱδρυσάμενος ὄργια καὶ τελετὰς κατεστήσατο, αἳ καὶ εἰς τόδε χρόνου διαμένουσιν ἐν ἁπάσῃ Φρυγίᾳ· Δάρδανος δʼ ἐν τῇ καλουμένῃ νῦν Τρωάδι πόλιν ὁμώνυμον αὑτῷ κατασκευάσας, δόντος αὐτῷ τὰ χωρία Τεύκρου βασιλέως, ἀφʼ οὗ Τευκρὶς τὸ ἀρχαῖον ἡ γῆ ἐλέγετο·τοῦτον δὲ ἄλλοι τε πολλοὶ καὶ Φανόδημος ὁ τὴν Ἀττικὴν γράψας ἀρχαιολογίαν ἐκ τῆς Ἀττικῆς μετοικῆσαί φασιν εἰς τὴν Ἀσίαν δήμου Ξυπεταιέως ἄρχοντα καὶ πολλὰ παρέχονται τοῦ λόγου τεκμήρια. κρατήσαντα δὲ χώρας συχνῆς τε καὶ ἀγαθῆς καὶ οὐ πολὺ τὸ ἐπιχώριον ἐχούσης γένος ἀσμένως τὸν Δάρδανον ἰδεῖν καὶ τὸ σὺν αὐτῷ παραγενόμενον Ἑλληνικόν, τῶν τε πρὸς τοὺς βαρβάρους πολέμων συμμαχίας ἕνεκα καὶ ἵνα ἡ γῆ μὴ ᾖ ἔρημος.ἀπαιτεῖ δὲ ὁ λόγος καὶ τὸν Αἰνείαν ἐξ ὧν ἔφυ διηγήσασθαι· βραχείᾳ δὴ καὶ τοῦτο δηλώσει σημανῶ. Δάρδανος ἐπειδὴ Χρύσην τὴν Πάλλαντος θυγατέρα, ἐξ ἧς οἱ πρότεροι παῖδες ἐγένοντο αὐτῷ, τελευτῆσαι συνέπεσε, Βάτειαν γαμεῖ τὴν Τεύκρου θυγατέρα· καὶ γίνεται παῖς αὐτῷ Ἐριχθόνιος, ὃς ἁπάντων ἀνθρώπων εὐδαιμονέστατος λέγεται γενέσθαι τῆς τε πατρῴας καὶ τῆς ὑπὸ τῷ μητροπάτορι γενομένης