ὁρῶν δὲ αὐτοὺς ὡπλισμένους τε ὡς Ἕλληνας καὶ ἐν τάξει εὐκόσμῳ ἀκαταπλήκτως τὸ δεινὸν ὑπομένοντας, τῆς μὲν αὐτίκα παρακινδυνεύσεως, ὡς οὐκ ἂν ἐξ ἐφόδου αὐτοὺς ἔτι χειρωσάμενος, ἣν ἔσχε διάνοιαν οἴκοθεν ὁρμώμενος, ἀποτρέπεται· στρατοπεδευσάμενος δʼ ἐπὶ λόφου τινὸς τὸ πρῶτον ἀναλαβεῖν ᾤετο δεῖν τὴν δύναμιν ἐκ τοῦ παρόντος κόπου, ὃς πολὺς ἐκ μακρᾶς ὁδοῦ καὶ συντόνου διώξεως αὐτοῖς ἐγένετο.αὐλισάμενος δὲ διὰ νυκτὸς αὐτόθι γνώμην ἐποιεῖτο ἀρχομένης ἕω συμφέρεσθαι τοῖς πολεμίοις. ἐγνωκότι δὲ αὐτῷ ταῦτα λέγει τις ἐπιστὰς καθʼ ὕπνον ἐπιχώριος δαίμων δέχεσθαι τοὺς Ἕλληνας τῇ χώρᾳ συνοίκους· ἥκειν γὰρ αὐτοὺς μέγα ὠφέλημα Λατίνῳ καὶ κοινὸν Ἀβοριγίνων ἀγαθόν· Αἰνείᾳ τε οἱ πατρῷοι θεοὶ τῆς αὐτῆς νυκτὸς φανέντες παρακελεύονται πείθειν Λατῖνον ἑκόντα παρασχεῖν σφίσι τὴν οἴκησιν ἐν ᾧ βούλονται χωρίῳ, καὶ χρήσασθαι δυνάμει Ἑλληνικῇ συμμάχῳ μᾶλλον ἢ διαφόρῳ· ἀμφοτέρους δὲ τὸ ὄναρ ἐκώλυεν ἄρχειν μάχης. ὡς δὲ ἡμέρα τε ἐγένετο, καὶ διεκοσμήθησαν εἰς μάχην αἱ δυνάμεις, κήρυκες ἧκον ὡς τοὺς ἡγεμόνας ἑκατέρωθεν τὸ αὐτὸ ἀξιοῦντες, συνελθεῖν ἀλλήλοις εἰς λόγους· καὶ ἐγένετο τοῦτο.πρῶτος δὲ ὁ Λατῖνος ἔγκλημα ποιούμενος τὸν αἰφνίδιόν τε καὶ ἀκατάγγελτον πόλεμον ἠξίου τὸν Αἰνείαν λέγειν, ὅστις ὢν καὶ τί βουλόμενος ἄγει καὶ φέρει τὰ χωρία πεπονθώς τε οὐδὲν δεινὸν πρότερος καὶ οὐκ ἀγνοῶν ὅτι τὸν ἄρχοντα πολέμου πᾶς ὁ προπαθὼν ἀμύνεται· παρασχόν τε ἂν αὐτῷ πᾶν, εἴ τινος ἐδεῖτο μετρίου, πρὸς φιλίαν καὶ παρʼ ἑκόντων εὑρίσκεσθαι τῶν ἐγχωρίων, παρελθὼν τὴν ἁπάντων ἀνθρώπων δικαίωσιν αἴσχιον ἢ κάλλιον ἠξίωσε βίαν προσφέρων τὰ αὐτὰ λαμβάνειν.τοιαῦτα δὲ αὐτοῦ διαλεχθέντος ἀπεκρίνατο Αἰνείας· ἡμεῖς γένος μὲν Τρῶές ἐσμεν, πόλεως δὲ οὐ τῆς ἀφανεστάτης ἐν Ἕλλησιν ἐγενόμεθα· ἣν ἀφαιρεθέντες ὑπʼ Ἀχαιῶν δεκαετεῖ πολέμῳ χειρωθεῖσαν, ἀλῆται περιερχόμενοι πόλεώς τε καὶ χώρας ἐν ᾗ τὸ λοιπὸν οἰκήσομεν ἀπορίᾳ, θεοῖς δὲ κελεύουσι πειθόμενοι δεῦρʼ ἀφίγμεθα· καὶ ἡμῖν ὡς τὰ θέσφατα λέγει λιμὴν τῆς πλάνης ἥδε ἡ γῆ μόνη λείπεται. ποριζόμεθα δὲ ἐκ τῆς χώρας ὧν ἡμῖν δεῖ δυστυχέστερον μᾶλλον ἢ εὐπρεπέστερον, ὡς ἥδιστα νεωστὶ ἐβουλόμεθα.ἀμειψόμεθα δὲ αὐτὰ πολλαῖς καὶ ἀγαθαῖς ἔργων ἀμοιβαῖς παρέχοντες ὑμῖν καὶ σώματα καὶ ψυχὰς εὖ πρὸς τὰ δεινὰ πεπαιδευμένας χρῆσθαι ὁπόσα βούλεσθε, τὴν ὑμετέραν γῆν φυλάττοντες ἀδῄωτον, τὴν δὲ τῶν πολεμίων προθύμως συγκατακτώμενοι. ἱκέται δὲ ὑμῶν γινόμεθα μὴ πρὸς ὀργὴν τὰ πεπραγμένα λαμβάνειν, ἐνθυμηθέντας ὡς οὐ σὺν ὕβρει, ἀλλʼ ὑπʼ ἀνάγκης ταῦτα βιασθέντες ἐποιοῦμεν· ἅπαν δὲ σύγγνωμον τὸ ἀκούσιον.καὶ δεῖ ὑμᾶς μηδὲν ἐναντίον βουλεῦσαι περὶ ἡμῶν χεῖρας προεχομένων, εἰ δὲ μή, θεοὺς καὶ δαίμονας οἳ κατέχουσι τήνδε τὴν γῆν παραιτούμενοι συγγνώμονας ἡμῖν γενέσθαι καὶ ὧν ἠναγκασμένοι δρῶμεν πειρασόμεθα πολέμου ἄρχοντας ὑμᾶς ἀμύνεσθαι. οὐ γὰρ ἂν νῦν πρώτου οὐδὲ μεγίστου πολέμου τοῦδε ἀπολαύσαιμεν.ὡς δὲ ταῦτα ὁ Λατῖνος ἤκουσεν ἀπεκρίνατο πρὸς αὐτόν· ἀλλʼ ἔγωγε εὔνοιάν τε πρὸς ἅπαν τὸ Ἑλληνικὸν γένος ἔχω καὶ συμφοραῖς ἀνθρώπων ἀναγκαίαις πάνυ ἄχθομαι, σώζεσθαί τε ὑμᾶς περὶ πολλοῦ ἂν ποιησαίμην, εἴ μοι δῆλοι γένοισθε οἰκήσεως δεόμενοι ἥκειν ἐν ἀποχρώσῃ τε γῆς μοίρᾳ καὶ πρὸς φιλίαν τῶν δοθησομένων μεθέξοντες, ἀλλʼ οὐ τὴν ἐμὴν δυναστείαν ἀφαιρησόμενοι πρὸς βίαν. εἰ δʼ ἐπαληθεύεται ὑμῖν ὅδʼ ὁ λόγος πίστεις τούτων ἀξιῶ δοῦναι καὶ λαβεῖν, αἳ φυλάξουσιν ἡμῖν ἀδόλους τὰς ὁμολογίας.Αἰνείου δὲ ἐπαινέσαντος τὰ λεγόμενα γίνονται συνθῆκαι τοῖς ἔθνεσιν ἐφʼ ὁρκίων τοιαίδε· Ἀβοριγῖνας μὲν Τρωσὶ δοῦναι χώραν ὅσην ἠξίουν ἀμφὶ τοὺς τετταράκοντα σταδίους πανταχοῦ πορευομένοις ἀπὸ τοῦ λόφου· Τρῶας δὲ Ἀβοριγῖσι τοῦ τʼ ἐν χερσὶ πολέμου συλλαβέσθαι καὶ ὅπου ἂν ἄλλῃ παρακαλῶνται συστρατεύειν· κοινῇ δὲ ἀμφοτέρους τὰ κράτιστα ὑπὲρ ἀλλήλων πράττειν καὶ χειρὶ καὶ γνώμῃ.συνθέμενοι δὲ ταῦτα καὶ τέκνων ὁμηρείαις τὰς πίστεις βεβαιώσαντες κοινῇ στρατεύουσιν ἐπὶ τὰς πόλεις τῶν Ῥοτόλων· διʼ ὀλίγου δὲ τἀκεῖ πάντα χειρωσάμενοι παρῆσαν ἐπὶ τὸ πόλισμα τὸ Τρωικὸν ἡμιτελὲς ἔτʼ ὂν καὶ μιᾷ προθυμίᾳ πάντες χρώμενοι τειχίζουσιν αὐτό.ὄνομα δὲ τῷ κτίσματι Αἰνείας τίθεται Λαουΐνιον, ὡς μὲν αὐτοὶ Ῥωμαῖοι λέγουσιν ἀπὸ τῆς Λατίνου θυγατρός, ᾗ Λαῦναν εἶναί φασι τοὔνομα· ὡς δʼ ἄλλοι τινὲς τῶν Ἑλληνικῶν μυθογράφων ἔλεξαν, ἀπὸ τῆς Ἀνίου τοῦ Δηλίων βασιλέως θυγατρός, Λαύνας καὶ τῆς2δε ὀνομαζομένης, ἧς ἀποθανούσης νόσῳ περὶ τὸν οἰκισμὸν τῆς πόλεως πρώτης καὶ ἐν ᾧ ἔκαμε χωρίῳ ταφείσης μνῆμα γενέσθαι τὴν πόλιν. συμπλεῦσαι δʼ αὐτὴν τοῖς Τρωσὶ λέγεται δοθεῖσαν ὑπὸ τοῦ πατρὸς Αἰνείᾳ δεηθέντι μαντικὴν οὖσαν καὶ σοφήν.λέγεται δὲ κατὰ τὸν πολισμὸν τοῦ Λαουϊνίου σημεῖα τοῖς Τρωσὶ γενέσθαι τοιάδε· πυρὸς αὐτομάτως ἀναφθέντος ἐκ τῆς νάπης λύκον μὲν κομίζοντα τῷ στόματι τῆς ξηρᾶς ὕλης ἐπιβάλλειν ἐπὶ τὸ πῦρ, ἀετὸν δὲ προσπετόμενον ἀναρριπίζειν τῇ κινήσει τῶν πτερύγων τὴν φλόγα· τούτοις δὲ τἀναντία μηχανωμένην ἀλώπεκα τὴν οὐρὰν διάβροχον ἐκ τοῦ ποταμοῦ φέρουσαν ἐπιρραπίζειν τὸ καιόμενον πῦρ, καὶ τοτὲ μὲν τοὺς ἀνάπτοντας ἐπικρατεῖν, τοτὲ δὲ τὴν ἀποσβέσαι βουλομένην· τέλος δὲ νικῆσαι τοὺς δύο, καὶ τὴν ἑτέραν οἴχεσθαι μηδὲν ἔτι ποιεῖν δυναμένην.