δεξαμένων δʼ αὐτοὺς καὶ τῶν Ζακυνθίων πρὸς φιλίαν διὰ τὸ συγγενές· Δαρδάνῳ γὰρ τῷ Διὸς καὶ Ἠλέκτρας τῆς Ἀτλαντίδος δύο γενέσθαι φασὶν ἐκ Βατείας παῖδας, Ζάκυνθόν τε καὶ Ἐριχθόνιον, ὧν ὁ μὲν Αἰνείου πρόγονος ἦν, Ζάκυνθος δὲ τῆς νήσου κτίστης· ταύτης τε δὴ τῆς συγγενείας ἀναμνήσει καὶ φιλοφροσύνῃ τῶν ἐπιχωρίων διατρίβοντες αὐτόθι καὶ ἅμα ἀπλοίᾳ κατειργόμενοι θύουσιν Ἀφροδίτῃ πρὸς τῷ κατασκευασθέντι ἱερῷ θυσίαν, ἣν εἰς τόδε χρόνου συντελοῦσι κοινῇ Ζακύνθιοι, καὶ ἀγῶνα ποιοῦσιν ἐφήβοις τῶν τε ἄλλων ἀγωνισμάτων καὶ δρόμου· τὸ δὲ νικητήριον ὁ πρῶτος ἐλθὼν εἰς τὸν νεὼν λαμβάνει· λέγεται δὲ Αἰνείου καὶ Ἀφροδίτης ὁ δρόμος, καὶξόανα τούτων ἕστηκεν ἀμφοτέρων. ἐκεῖθεν δὲ πελάγιον ποιησάμενοι τὸν πλοῦν εἰς Λευκάδα κατάγονται, κατεχόντων ἔτι τὸ χωρίον Ἀκαρνάνων. κἀν ταύτῃ πάλιν ἱερὸν Ἀφροδίτης ἱδρύονται τοῦτο, ὃ νῦν ἐστιν ἐν τῇ νησῖδι τῇ μεταξὺ τοῦ Διορύκτου τε καὶ τῆς πόλεως, καλεῖται δὲ Ἀφροδίτης Αἰνειάδος. ἄραντες δὲ αὐτόθεν ἐπί τε Ἄκτιον ἐλθόντες ὁρμίζονται τοῦ Ἀμβρακικοῦ κόλπου πρὸς τὸ ἀκρωτήριον. κἀκεῖθεν εἰς Ἀμβρακίαν ἀφικνοῦνται πόλιν, ἧς ἐβασίλευεν Ἄμβραξ ὁ Δεξαμενοῦ τοῦ Ἡρακλέους, καὶ ὑπολείπονται ἑκατέρωθι μνημεῖα τῆς ἀφίξεως· ἐν Ἀκτίῳ μὲν Ἀφροδίτης Αἰνειάδος ἱερὸν καὶ πλησίον αὐτοῦ θεῶν μεγάλων, ἃ καὶ εἰς ἐμὲ ἦν· ἐν δὲ Ἀμβρακίᾳ ἱερόν τε τῆς αὐτῆς θεοῦ καὶ ἡρῶον Αἰνείου πλησίον τοῦ μικροῦ θεάτρου, ἐν ᾧ καὶ ξόανον μικρὸν ἀρχαϊκὸν Αἰνείου λεγόμενον, καὶ αὐτὸ θυσίαις ἐγέραιρον αἱ καλούμεναι παρʼ αὐτοῖς ἀμφίπολοι.ἐκ δὲ Ἀμβρακίας Ἀγχίσης μὲν τὰς ναῦς ἔχων παρὰ γῆν κομιζόμενος εἰς Βουθρωτὸν λιμένα τῆς Ἠπείρου κατάγεται, Αἰνείας δὲ καὶ οἱ ἀκμαιότατοι σὺν αὐτῷ τοῦ στρατοῦ διανύσαντες ἡμερῶν δυεῖν ὁδὸν εἰς Δωδώνην ἀφικνοῦνται χρησόμενοι τῷ θεῷ καὶ καταλαμβάνουσιν αὐτόθι Τρῶας τοὺς σὺν Ἑλένῳ. ἀνελόμενοι δὲ χρησμοὺς περὶ τῆς ἀποικίας καὶ τὸν θεὸν ἀναθήμασι δωρησάμενοι Τρωικοῖς ἄλλοις τε καὶ κρατῆρσι χαλκοῖς, ὧν τινες ἔτι περίεισιν ἐπιγραφαῖς πάνυ ἀρχαίαις δηλοῦντες τοὺς ἀναθέντας, ἐπὶ τὸ ναυτικὸν ἀφικνοῦνται τεττάρων μάλιστα ἡμερῶν διελθόντες ὁδόν. δηλοῖ δὲ καὶ τὴν εἰς Βουθρωτὸν τῶν Τρώων παρουσίαν λόφος τις, ᾧ τότε στρατοπέδῳἐχρήσαντο, Τροία καλούμενος. ἐκ δὲ Βουθρωτοῦ παρὰ γῆν κομισθέντες ἄχρι λιμένος Ἀγχίσου μὲν τότε ὀνομασθέντος, νῦν δʼ ἀσαφεστέραν ἔχοντος ὀνομασίαν, ἱερὸν καὶ αὐτόθι τῆς Ἀφροδίτης ἱδρυσάμενοι διαίρουσι τὸν Ἰόνιον ἡγεμόνας ἔχοντες τῆς ναυτιλίας, οἳ συνέπλευσαν αὐτοῖς ἐθελούσιοι συνεπισπόμενοι, τοὺς σὺν Πάτρωνι τῷ Θουρίῳ· καὶ αὐτῶν οἱ μὲν πλείους, ἐπειδὴ σῶος ὁ στρατὸς εἰς Ἰταλίαν ἀφίκετο, ἐπʼ οἴκου αὖθις ἀνεκομίσθησαν, Πάτρων δὲ πεισθεὶς ὑπʼ Αἰνείου κοινωνεῖν τῆς ἀποικίας καὶ σὺν αὐτῷ τινες τῶν φίλων ὑπέμειναν ἐν τῷ στόλῳ· οὓς ἔνιοί φασιν ἐν Ἀλοντίῳ κατοικῆσαι τῆς Σικελίας. ταύτης ὑπομνήσει τῆς εὐεργεσίας Ἀκαρνᾶσι Ῥωμαῖοι Λευκάδα καὶ Ἀνακτόριον ἀφελόμενοι Κορινθίους ἀνὰ χρόνον ἐχαρίσαντο Οἰνιάδας τε ἀποκαταστῆσαι βουλομένοις ἐπέτρεψαν καὶ τὰς Ἐχινάδας νήσους καρποῦσθαι κοινῇ μετʼ Αἰτωλῶν ἔδωκαν.οἱ δὲ σὺν Αἰνείᾳ ποιησάμενοι τὴν ἀπόβασιν οὐ καθʼ ἓν χωρίον τῆς Ἰταλίας, ἀλλὰ ταῖς μὲν πλείσταις ναυσὶ πρὸς ἄκραν Ἰαπυγίας ὁρμισάμενοι, ἣ τότε Σαλεντῖνος ἐλέγετο, ταῖς δὲ λοιπαῖς κατὰ τὸ καλούμενον Ἀθήναιον, ἔνθα καὶ αὐτὸς Αἰνείας ἐτύγχανεν ἐπιβὰς Ἰταλίας ʽτοῦτο δὲ τὸ χωρίον ἐστὶν ἀκρωτήριον καὶ ἐπʼ αὐτῷ θερινὸς ὅρμος, ὃς ἐξ ἐκείνου λιμὴν Ἀφροδίτης καλεῖταἰ, παρέπλευσαν ἄχρι πορθμοῦ διὰ χειρὸς ἔχοντες Ἰταλίαν, ἴχνη τινὰ κἀν τούτοις ὑπολειπόμενοι τοῖς τόποις τῆς ἀφίξεως ἄλλα τε καὶ φιάλην χαλκῆν ἐν Ἥρας ἱερῷ γραφῇ δηλοῦσαν ἀρχαίᾳ τοῦ δωρησαμένου τῇ θεῷ Αἰνείου τοὔνομα.γενόμενοι δὲ κατὰ Σικελίαν, εἴτε γνώμῃ χρησάμενοι τῇδε ὁρμίσασθαι εἴτε καὶ ὑπʼ ἀνέμων πονηρῶν βιασθέντες, ἃ δὴ φιλεῖ περὶ τὴν θάλατταν τήνδε γίνεσθαι, κατάγονται τῆς νήσου περὶ τὰ καλούμενα Δρέπανα· ἔνθα περιτυγχάνουσι τοῖς σὺν Ἐλύμῳ καὶ Αἰγέστῳ προεξελθοῦσιν ἐκ τῆς Τροίας, οἳ τύχης τε καὶ πνεύματος οὐρίου λαβόμενοι καὶ ἅμα οὐ πολλῇ ἀποσκευῇ βαρυνόμενοι διʼ ὀλίγου κατήχθησαν εἰς Σικελίαν καὶ ᾤκησαν περὶ ποταμὸν καλούμενον Κριμισὸν ἐν γῇ Σικανῶν, πρὸς φιλίαν λαβόντες παρʼ αὐτῶν τὸ χωρίον διὰ τὴν Αἰγέστου συγγένειαν γενομένου τε καὶ τραφέντος ἐν Σικελίᾳ κατὰτοιόνδε τι πάθος. τῶν προγόνων αὐτοῦ τις ἀνὴρ ἐπιφανὴς ἐκ τοῦ Τρωικοῦ γένους ὢν Λαομέδοντι διάφορος γίνεται, καὶ αὐτὸν ὁ βασιλεὺς ἐπʼ αἰτίᾳ δή τινι λαβὼν κτείνει καὶ γένος αὐτοῦ τὸ ἄρρεν ἅπαν, ὑπὸ δέους μή τι πρὸς αὐτῶν πάθῃ· τὰς δὲ θυγατέρας παρθένους ἔτι οὔσας ἀποκτεῖναι μὲν οὐκ εὐπρεπὲς ἐνόμισε, Τρωσὶ δὲ συνοικούσας περιιδεῖν οὐκ ἀσφαλές, δίδωσι δʼ αὐτὰς ἐμπόροις ὡς προσωτάτω κελεύσας ἀπάγειν.ταύταις ἀπιούσαις συνεκπλεῖ μειράκιόν τι τῶν ἐπιφανῶν κρατούμενον ἔρωτι τῆς ἑτέρας καὶ γαμεῖ τὴν παιδίσκην ἀχθεῖσαν εἰς Σικελίαν, καὶ γίνεται αὐτοῖς παῖς ἐν Σικελοῖς διατρίβουσιν Αἴγεστος ὄνομα· ὃς ἤθη καὶ γλῶσσαν τῶν ἐπιχωρίων ἐκμαθών, ἐπειδὴ τοὺς γονεῖς αὐτῷ τελευτῆσαι συνέβη, βασιλεύοντος ἐν Τροίᾳ Πριάμου κάθοδον αὑτῷ δοθῆναι διαπράττεται, καὶ συνδιενέγκας τὸν πρὸς τοὺς Ἀχαιοὺς πόλεμον ἁλισκομένης τῆς πόλεως ἀπέπλει πάλιν εἰς Σικελίαν σὺν Ἐλύμῳ ποιησάμενος τὴν φυγὴν ἐν τρισὶ ναυσὶν, ἃς Ἀχιλλεὺς ἔχων ὅτε τὰς Τρωάδας ἐληίζετο πόλεις ἕρμασιν ὑφάλοις περιπεσούσας ἀπέβαλεν.