δέκατος ἀπʼ Αἰνείου γεγονώς. βούλομαι δὲ καὶ περὶ τῆς Αἰνείου παρουσίας εἰς Ἰταλίαν, ἐπεὶ τῶν συγγραφέων τοῖς μὲν ἠγνόηται, τοῖς δὲ διαπεφώνηται ὁ περὶ αὐτοῦ λόγος, μὴ παρέργως διελθεῖν τάς τε τῶν Ἑλλήνων καὶ τὰς Ῥωμαίων τῶν μάλιστα πιστευομένων ἱστορίας παραβαλών. ἔχει δὲ τὰ περὶ αὐτοῦ λεγόμενα ὧδε.Ἰλίου κρατηθέντος ὑπʼ Ἀχαιῶν, εἴτε τοῦ δουρείου ἵππου τῇ ἀπάτῃ, ὡς Ὁμήρῳ πεποίηται, εἴτε τῇ προδοσίᾳ τῶν Ἀντηνοριδῶν εἴτε ἄλλως πως, τὸ μὲν ἄλλο πλῆθος ἐν τῇ πόλει Τρωικόν τε καὶ συμμαχικὸν ἐν ταῖς εὐναῖς ἔτι καταλαμβανόμενον ἐφονεύετο ʽνυκτὸς γὰρ δὴ τὸ δεινὸν ἀφυλάκτοις αὐτοῖς ἐπιστῆναι ἔοικενʼ, Αἰνείας δὲ καὶ οἱ σὺν αὐτῷ παρόντες Ἰλιεῦσιν ἐπίκουροι Τρῶες ἐκ Δαρδάνου τε πόλεως καὶ Ὀφρυνίου τῶν τε ἄλλων ὅσοι τῆς κάτω πόλεως ἁλισκομένης ἔφθασαν αἴσθησιν τοῦ δεινοῦ λαβεῖν, ἐπὶ τὰ καρτερὰ τοῦ Περγάμου συμφυγόντες τὴν ἀκρόπολιν ἰδίῳ τείχει φρουρουμένην καταλαμβάνονται, ἐν ᾗ καὶ ἱερὰ τὰ πατρῷα τοῖς Τρωσὶν ἦν καὶ χρημάτων ὁ πολὺς πλοῦτος, οἷα εἰκὸς ἐν ἐχυρῷ,καὶ τοῦ στρατιωτικοῦ τὸ κράτιστον· ἔνθα ὑπομένοντες ἀπεκρούοντο τοὺς πειρωμένους ἐπιβαίνειν τῆς ἄκρας καὶ τὸ διαπῖπτον ὑπὸ τῆς ἁλώσεως πλῆθος ἐμπειρίᾳ στενωπῶν ὑποθέοντες ἀνελάμβανον· καὶ ἐγένετο τοῦ καταληφθέντος πλεῖον τὸ διαφυγόν. τὴν μὲν δὴ αὐτίκα ὁρμὴν τῶν πολεμίων, ἣν εἶχον ὅλην διαχρήσασθαι τὴν πόλιν, καὶ τὸ μὴ πᾶν ἐξ ἐφόδου καταληφθῆναι τὸ ἄστυ τοῦτο τὸ μηχάνημα ἐξευρὼν Αἰνείας ἐπέσχε. λογισμὸν δὲ τὸν εἰκότα περὶ τοῦ μέλλοντος λαμβάνων, ὡς ἀμήχανον εἴη πρᾶγμα σῶσαι πόλιν, ἧς τὰ πλείω ἤδη ἐκρατεῖτο, εἰς νοῦν βάλλεται τοῦ μὲν τείχους ἐρήμου παραχωρῆσαι τοῖς πολεμίοις, τὰ δὲ σώματα αὐτὰ καὶ τὰ ἱερὰ τὰ πατρῷα καὶ χρήματα ὁπόσα φέρειν δύναιτο διασώσασθαι.δόξαν δὲ αὐτῷ, παῖδας μὲν καὶ γυναῖκας καὶ τὰ γηραιὰ σώματα καὶ ὁπόσοις ἄλλοις βραδείας ἔδει φυγῆς προεξελθεῖν κελεύει τῆς πόλεως κατὰ τὰς ἐπὶ τὴν Ἴδην φερούσας ὁδοὺς, ἕως Ἀχαιοὶ τὴν ἄκραν ἑλεῖν προθυμούμενοι διώξεως τοῦ διαπίπτοντος ἐκ τῆς πόλεως πλήθους οὐδὲν προεμηχανῶντο, τοῦ δὲ στρατιωτικοῦ τὸ μὲν ἐπὶ φυλακῇ τῶν ἐξιόντων ἔταξεν, ὡς ἀσφαλής τε καὶ ἀταλαίπωρος ἐκ τῶν ἐνόντων ἡ φυγὴ αὐτοῖς γένοιτο, εἴρητο δὲ τούτοις τὰ καρτερώτατα καταλαβέσθαι τῆς Ἴδης· τὸ δὲ λοιπὸν, ὃ δὴ κράτιστον ἦν, αὐτὸς ἔχων ὑπέμενεν ἐπὶ τοῦ τείχους καὶ παρεῖχε τοῖς προεξελθοῦσιν ἧττον ἐπιπόνους διηρτημένων τειχομαχίᾳ τῶν πολεμίων τὰς φυγάς.Νεοπτολέμου δὲ σὺν τοῖς ἀμφʼ αὐτὸν ἐπιβάντος μέρους τινὸς τῆς ἄκρας καὶ προσβοηθησάντων αὐτοῖς Ἀχαιῶν ἁπάντων τῆς μὲν ἄκρας μεθίεται, ἀνοίξας δὲ τὰς πύλας ἀπῄει συντεταγμένους ἔχων τοὺς λοιποὺς φυγάδας, ἀγόμενος ἐπὶ ταῖς κρατίσταις συνωρίσι τόν τε πατέρα καὶ θεοὺς τοὺς πατρῴους γυναῖκά τε καὶ τέκνα καὶ τῶν ἄλλων εἴ τι πλείστου ἄξιον ἦν σῶμα ἢ χρῆμα.ἐν δὲ τούτῳ κατὰ κράτος εἰλήφεσαν Ἀχαιοὶ τὴν πόλιν καὶ περὶ τὰς ἁρπαγὰς ἐσπουδακότες πολλὴν ἄδειαν σώζεσθαι τοῖς φεύγουσι παρῆκαν. οἱ δὲ ἀμφὶ τὸν Αἰνείαν ἔτι καθʼ ὁδὸν εὑρόντες τοὺς σφετέρους καὶ καθʼ ἓν ἅπαντες γενόμενοι τὰ ὀχυρώτατα καταλαμβάνονται τῆς Ἴδης.ἦλθον δʼ ὡς αὐτοὺς οἵ τʼ ἐν Δαρδάνῳ τότε οἰκοῦντες, ὡς εἶδον φλόγα πολλὴν παρὰ τὰ εἰωθότα φερομένην ἐξ Ἰλίου, νύκτωρ καταλιπόντες τὴν πόλιν ἔρημον, χωρὶς ἢ ὅσοι σὺν Ἐλύμῳ καὶ Αἰγέστῳ ναυτικόν τι συνεσκευασμένοι ἔτυχον προεξεληλυθότες τῆς πόλεως, καὶ ἐξ Ὀφρυνίου πόλεως ὁ δῆμος ἅπας καὶ ἐκ τῶν ἄλλων Τρωικῶν πόλεων τῆς ἐλευθερίας οἱ περιεχόμενοι· δύναμίς τε αὕτη διʼ ἐλαχίστου χρόνου μεγίστη τῶν Τρωικῶν ἐγένετο.οἱ μὲν οὖν σὺν Αἰνείᾳ διασωθέντες ἐκ τῆς καταλήψεως ἐν τούτοις ὑπομένοντες τοῖς χωρίοις οὐ διὰ μακροῦ πάλιν ἐπὶ τὰ σφέτερα κατελεύσεσθαι ἤλπιζον τῶν πολεμίων ἀποπλευσάντων, Ἀχαιοὶ δὲ ἀνδραποδισάμενοι τὴν πόλιν καὶ τὰ σύνεγγυς χωρία καὶ φρούρια δῃώσαντες παρεσκευάζοντο μὲν ὡς καὶτοὺς ἐν τοῖς ὄρεσι χειρωσόμενοι. πεμψάντων δὲ κήρυκας αὐτῶν περὶ διαλύσεων καὶ δεομένων μὴ σφᾶς εἰς ἀνάγκην καταστῆσαι πολέμου, συνελθόντες εἰς ἐκκλησίαν ἐπὶ τοῖς2δε ποιοῦνται πρὸς αὐτοὺς τὰς διαλύσεις· Αἰνείαν μὲν καὶ τοὺς σὺν αὐτῷ τὰ χρήματα φέροντας ὅσα διεσώσαντο κατὰ τὴν φυγὴν ἐν ὡρισμένοις τισὶ χρόνοις ἐκ τῆς Τρωάδος ἀπελθεῖν, παραδόντας Ἀχαιοῖς τὰ φρούρια· Ἀχαιοὺς δὲ παρασχεῖν αὐτοῖς τὴν ἀσφάλειαν ἐξ ἁπάσης ὅσης ἐκράτουν γῆς καὶ θαλάττης ἀπιοῦσι κατὰ τὰς ὁμολογίας.δεξάμενος δὲ ταῦτα Αἰνείας καὶ νομίσας ἐκ τῶν ἐνόντων κράτιστα εἶναι Ἀσκάνιον μὲν τὸν πρεσβύτατον τῶν παίδων ἔχοντα τοῦ συμμαχικοῦ τινα μοῖραν, ἧς Φρύγιον ἦν τὸ πλεῖστον, εἰς τὴν Δασκυλῖτιν καλουμένην γῆν, ἔνθα ἐστὶν ἡ Ἀσκανία λίμνη, μετάπεμπτον ὑπὸ τῶν ἐγχωρίων γενόμενον ἐπὶ βασιλείᾳ τοῦ ἔθνους ἀποπέμπει· καὶ ᾤκησεν Ἀσκάνιος αὐτόθι χρόνον τινὰ οὐ πολύν. ἐλθόντων δὲ ὡς αὐτὸν Σκαμανδρίου τε καὶ τῶν ἄλλων Ἑκτοριδῶν ἀφειμένων ἐκ τῆς Ἑλλάδος ὑπὸ Νεοπτολέμου, κατάγων αὐτοὺς ἐπὶ τὴν πατρῴαν ἀρχὴν εἰς Τροίαν ἀφικνεῖται.