ἐπειδὴ δὲ τούτους καταστρεψάμενος τῶν παρόδων ἐκράτησεν, οἱ μέν τινες ἑκούσιοι παρεδίδοσαν αὐτῷ τὰς πόλεις, μάλιστα δὲ ὅσοι ἀπὸ τοῦ Ἑλληνικοῦ γένους ἦσαν ἢ δυνάμεις οὐκ εἶχον ἀξιοχρέους, οἱ δὲ πλείους ἐκ πολέμου καὶ πολιορκίας παρίσταντο.ἐν δὴ τούτοις τοῖς μάχῃ κρατηθεῖσι καὶ τὸν ὑπὸ Ῥωμαίων μυθολογούμενον Κάκον, δυνάστην τινὰ κομιδῇ βάρβαρον καὶ ἀνθρώπων ἀνημέρων ἄρχοντα, γενέσθαι φασὶν αὐτῷ διάφορον, ἐρυμνοῖς χωρίοις ἐπικαθήμενον καὶ διὰ ταῦτα τοῖς πλησιοχώροις ὄντα λυπηρόν. ὃς ἐπειδὴ καταστρατοπεδεύσαντα τὸν Ἡρακλέα ἔμαθεν ἐν τῷ προσεχεῖ πεδίῳ, λῃστρικῶς διασκευασάμενος ἐπιδρομῇ αἰφνιδίῳ ἐχρήσατο κατακοιμωμένου τοῦ στρατοῦ καὶ τῆς λείας ὅσῃ ἐπέτυχεν ἀφυλάκτῳπεριβαλόμενος ἀπήλασεν. ὕστερον δὲ κατακλεισθεὶς ὑπὸ τῶν Ἑλλήνων εἰς πολιορκίαν, τά τε φρούρια κατὰ κράτος ἁλόντʼ ἐπεῖδε καὶ αὐτὸς ἐν τοῖς ἐρύμασιν ἀνῃρέθη. τῶν δὲ φρουρίων αὐτοῦ κατασκαφέντων τὰ πέριξ χωρία οἱ συνεξελθόντες Ἡρακλεῖ κατὰ σφᾶς ἕτεροι παρέλαβον Ἀρκάδες τέ τινες οἱ σὺν Εὐάνδρῳ καὶ Φαῦνος ὁ τῶν Ἀβοριγίνων βασιλεύς. εἰκάσειε δʼ ἄν τις καὶ τοὺς ὑπομείναντας αὐτόθι τῶν Ἑλλήνων Ἐπειοὺς καὶ τοὺς ἐκ Φενεοῦ Ἀρκάδας καὶ Τρῶας ἐπὶφυλακῇ τῆς χώρας καταλειφθῆναι. στρατηγικὸν γὰρ δὴ καὶ τοῦτο τῶν Ἡρακλέους ἔργων καὶ οὐδενὸς ἧττον θαυμάζεσθαι ἐπιτήδειον, τὸ δὴ τοὺς ἀνασπάστους ἐκ τῶν κεκρατημένων πόλεων τέως μὲν ἐπάγεσθαι κατὰ τὰς στρατείας, ἐπεὶ δὲ προθύμως τοὺς πολέμους συνδιενέγκαιεν εἰς τὰ δορίκτητα κατοικίζειν καὶ τοῖς παρʼ ἑτέρων ἐπιχορηγηθεῖσι δωρεῖσθαι πλούτοις. διὰ μὲν δὴ ταῦτα μέγιστον ὄνομα καὶ κλέος Ἡρακλέους ἐν Ἰταλίᾳ γεγενῆσθαι, καὶ οὐ τῆς παρόδου χάριν, ᾗ σεμνὸν οὐδὲν προσῆν.λέγουσι δέ τινες αὐτὸν καὶ παῖδας ἐν τοῖς χωρίοις τούτοις, ἃ νῦν Ῥωμαῖοι κατοικοῦσιν, ἐκ δύο γυναικῶν γενομένους καταλιπεῖν· Πάλλαντα μὲν ἐκ τῆς Εὐάνδρου θυγατρός, ᾗ Λαῦναν ὄνομά φασιν εἶναι, Λατῖνον δὲ ἔκ τινος ὑπερβορίδος κόρης, ἣν πατρὸς εἰς ὁμηρείαν δόντος ἐπήγετο καὶ αὐτὴν μέχρι μέν τινος ἁγνὴν γάμων ἐφύλαττεν, ἐπεὶ δὲ εἰς Ἰταλίαν ἔπλει ἐρασθεὶς ἐγκύμονα ποιεῖ, ἣν καὶ ὅτε δὴ ἀπαίρειν εἰς Ἄργος ἔμελλε τῷ βασιλεῖ τῶν Ἀβοριγίνων Φαύνῳ γυναῖκα ποιήσασθαι δίδωσι· διʼ ἣν αἰτίαν τοὺς πολλοὺς τὸν Λατῖνον τούτου υἱὸν νομίζειν, οὐχ Ἡρακλέους.Πάλλαντα μὲν οὖν πρὶν ἡβῆσαι λέγουσιν ἀποθανεῖν, Λατῖνον δὲ ἀνδρωθέντα τὴν Ἀβοριγίνων ἀρχὴν παραλαβεῖν. τούτου δὲ ἄπαιδος ἀρρένων παίδων τελευτήσαντος ἐν τῇ πρὸς τοὺς ὁμόρους Ῥοτόλους μάχῃ περιστῆναι τὴν ἀρχὴν εἰς Αἰνείαν τὸν Ἀγχίσου κηδεστὴν αὐτοῦ γενόμενον. ἀλλὰ ταῦτα μὲν ἐν ἑτέροις χρόνοις ἐγένετο.Ἡρακλῆς δʼ ἐπεὶ τά τε κατὰ τὴν Ἰταλίαν ἅπαντα ὡς ἐβούλετο κατεστήσατο καὶ ὁ ναυτικὸς αὐτῷ στρατὸς σῶος ἐξ Ἰβηρίας ἀφίκετο, θύσας τοῖς θεοῖς τὰς δεκάτας τῶν λαφύρων καὶ πολίχνην ἐπώνυμον αὑτοῦ κτίσας, ἔνθα ὁ στόλος αὐτῷ ἐναυλόχει, ἣ καὶ νῦν ὑπὸ Ῥωμαίων οἰκουμένη Νέας Πόλεως καὶ Πομπηίας ἐν μέσῳ κεῖται λιμένας ἐν παντὶ καιρῷ βεβαίους ἔχουσα, δόξης τε καὶ ζήλου καὶ τιμῶν ἰσοθέων παρὰ πᾶσι τοῖς οἰκοῦσιν ἐν Ἰταλίᾳτυχὼν ἀπῆρεν εἰς Σικελίαν. οἱ δὲ καταλειφθέντες ὑπʼ αὐτοῦ φρουροὶ καὶ οἰκήτορες Ἰταλίας οἱ περὶ τὸν Σατόρνιον ὄχθον ἱδρυμένοι τέως μὲν ἐπολιτεύοντο καθʼ ἑαυτοὺς, χρόνῳ δʼ ὕστερον οὐ μακρῷ δίαιτάν τε καὶ νόμους καὶ θεῶν ἱερὰ συνενεγκάμενοι τὰ σφέτερα τοῖς Ἀβοριγίνων ὥσπερ Ἀρκάδες καὶ ἔτι πρότερον Πελασγοὶ πόλεώς τε τῆς αὐτῆς τοῖς Ἀβοριγῖσι κοινωνήσαντες συνέβησαν ὁμοεθνεῖς νομίζεσθαι. Ἡρακλέους μὲν δὴ στρατείας πέρι καὶ Πελοποννησίων ὑπομονῆς ἐν Ἰταλίᾳ, τοσαῦτα εἰρήσθω.δευτέρᾳ δʼ ὕστερον γενεᾷ μετὰ τὴν Ἡρακλέους ἄπαρσιν, ἔτει δὲ πέμπτῳ καὶ πεντηκοστῷ μάλιστα, ὡς αὐτοὶ Ῥωμαῖοι λέγουσι, βασιλεὺς μὲν Ἀβοριγίνων ἦν Λατῖνος ὁ Φαύνου, γόνος δὲ Ἡρακλέους, πέμπτον δὲ καὶ τριακοστὸν ἔτος ἔχων τὴν ἀρχήν.κατὰ δὲ τὸν χρόνον τοῦτον Τρῶες οἱ σὺν Αἰνείᾳ διαφυγόντες ἐξ Ἰλίου τῆς πόλεως ἁλούσης κατέσχον εἰς Λωρεντόν, αἰγιαλὸν Ἀβοριγίνων ἐπὶ τῷ Τυρρηνικῷ πελάγει κείμενον, οὐ πρόσω τῶν ἐκβολῶν τοῦ Τεβέριος· λαβόντες δὲ παρὰ τῶν Ἀβοριγίνων χωρίον εἰς οἴκησιν καὶ ὅσα ἠξίουν, πολίζονται μικρὸν ἀποσχόντες ἀπὸ θαλάττης ἐπὶ λόφῳ τινὶ Λαουΐνιον ὄνομα τῇ πόλει θέμενοι.ὀλίγῳ δʼ ὕστερον χρόνῳ τὴν ἀρχαίαν ἀλλάξαντες ὀνομασίαν ἅμα τοῖς Ἀβοριγῖσιν ἀπὸ τοῦ βασιλέως τῆς χώρας Λατῖνοι ὠνομάσθησαν· καὶ μεταναστάντες ἐκ τοῦ Λαουϊνίου κοινῇ μετὰ τῶν ἐπιχωρίων μείζονα περιβάλλονται πόλιν, ἣν Ἄλβαν ἐκάλεσαν, ἐξ ἧς ὁρμώμενοι πολλὰς μὲν καὶ ἄλλας πόλεις ἔκτισαν τῶν κληθέντων Πρίσκων Λατίνων, ἐξ ὧν αἱ πλεῖσται ἔτι καὶ εἰς ἐμὲ ἦσαν οἰκούμεναι,γενεαῖς δʼ ὕστερον ἑκκαίδεκα μετὰ τὴν Ἰλίου ἅλωσιν ἐκπέμψαντες ἀποικίαν εἰς τὸ Παλλάντιόν τε καὶ τὴν Σατορνίαν, ἔνθα Πελοποννήσιοί τε καὶ Ἀρκάδες τὴν πρώτην οἴκησιν ἐποιήσαντο καὶ ἦν ἔτι ἐπʼ αὐτῶν ζώπυρʼ ἄττα περιλειπόμενα τοῦ παλαιοῦ γένους, οἰκίζουσι τοὺς τόπους περιλαβόντες τείχεσι τὸ Παλλάντιον, ὥστε λαβεῖν πόλεως σχῆμα τότε πρῶτον. τίθενται δὲ τῷ κτίσματι Ῥώμην ὄνομα ἀπὸ τοῦ στείλαντος τὴν ἀποικίαν Ῥωμύλου, ὃς ἦν ἕβδομος καὶ