Ἰταλία δὲ ἀνὰ χρόνον ὠνομάσθη ἐπʼ ἀνδρὸς δυνάστου ὄνομα Ἰταλοῦ. τοῦτον δέ φησιν Ἀντίοχος ὁ Συρακούσιος ἀγαθὸν καὶ σοφὸν γεγενημένον καὶ τῶν πλησιοχώρων τοὺς μὲν λόγοις ἀναπείθοντα, τοὺς δὲ βίᾳ προσαγόμενον, ἅπασαν ὑφʼ ἑαυτῷ ποιήσασθαι τὴν γῆν ὅση ἐντὸς ἦν τῶν κόλπων τοῦ τε Ναπητίνου καὶ τοῦ Σκυλλητίνου· ἣν δὴ πρώτην κληθῆναι Ἰταλίαν ἐπὶ τοῦ Ἰταλοῦ. ἐπεὶ δὲ ταύτης καρτερὸς ἐγένετο καὶ ἀνθρώπους πολλοὺς εἶχεν ὑπηκόους αὑτῷ, αὐτίκα τῶν ἐχομένων ἐπορέγεσθαι καὶ πόλεις συνάγεσθαι πολλάς· εἶναι δʼ αὐτὸν Οἴνωτρον τὸ γένος.Ἑλλάνικος δὲ ὁ Λέσβιός φησιν Ἡρακλέα τὰς Γηρυόνου βοῦς ἀπελαύνοντα εἰς Ἄργος, ἐπειδή τις αὐτῷ δάμαλις ἀποσκιρτήσας τῆς ἀγέλης ἐν Ἰταλίᾳ ἐόντι ἤδη φεύγων διῆρε τὴν ἀκτὴν καὶ τὸν μεταξὺ διανηξάμενος πόρον τῆς θαλάττης εἰς Σικελίαν ἀφίκετο, ἐρόμενον ἀεὶ τοὺς ἐπιχωρίους καθʼ οὓς ἑκάστοτε γίνοιτο διώκων τὸν δάμαλιν, εἴ πη τις αὐτὸν ἑωρακὼς εἴη, τῶν τῇδε ἀνθρώπων Ἑλλάδος μὲν γλώττης ὀλίγα συνιέντων, τῇ δὲ πατρίῳ φωνῇ κατὰ τὰς μηνύσεις τοῦ ζῴου καλούντων τὸν δάμαλιν οὐίτουλον, ὥσπερ καὶ νῦν λέγεται, ἐπὶ τοῦ ζῴου τὴν χώραν ὀνομάσαιπᾶσαν ὅσην ὁ δάμαλις διῆλθεν Οὐιτουλίαν. μεταπεσεῖν δὲ ἀνὰ χρόνον τὴν ὀνομασίαν εἰς τὸ νῦν σχῆμα οὐδὲν θαυμαστόν, ἐπεὶ καὶ τῶν Ἑλληνικῶν πολλὰ τὸ παραπλήσιον πέπονθεν ὀνομάτων. πλὴν εἴτε ὡς Ἀντίοχός φησιν ἐπʼ ἀνδρὸς ἡγεμόνος, ὅπερ ἴσως καὶ πιθανώτερόν ἐστιν, εἴθʼ ὡς Ἑλλάνικος οἴεται ἐπὶ τοῦ ταύρου τὴν ὀνομασίαν ταύτην ἔσχεν, ἐκεῖνό γε ἐξ ἀμφοῖν δῆλον, ὅτι κατὰ τὴν Ἡρακλέους ἡλικίαν ἢ μικρῷ πρόσθεν οὕτως ὠνομάσθη. τὰ δὲ πρὸ τούτων Ἕλληνες μὲν Ἑσπερίαν καὶ Αὐσονίαν αὐτὴν ἐκάλουν, οἱ δʼ ἐπιχώριοι Σατορνίαν, ὡς εἴρηταί μοι πρότερον.ἔστι δέ τις καὶ ἕτερος λόγος ὑπὸ τῶν ἐπιχωρίων μυθολογούμενος, ὡς πρὸ τῆς Διὸς ἀρχῆς ὁ Κρόνος ἐν τῇ γῇ ταύτῃ δυναστεύσειε, καὶ ὁ λεγόμενος ἐπʼ ἐκείνου βίος ἅπασι δαψιλὴς ὁπόσοις ὧραι φύουσιν οὐ παρʼ ἄλλοις μᾶλλον ἢ παρὰ σφίσι γένοιτο.καὶ εἴ τις ἄλλως ἀφελῶν τὸ μυθῶδες τοῦ λόγου χώρας ἀρετὴν ἐξετάζειν ἐθελήσειεν, ἐξ ἧς γένος τὸ ἀνθρώπων πλείστας εὐφροσύνας ἐκαρπώσατο γενόμενον εὐθὺς εἴτʼ ἐκ γῆς ὡς ὁ παλαιὸς ἔχει λόγος, εἴτʼ ἄλλως πως, οὐκ ἂν εὕροι ταύτης τινὰ ἐπιτηδειοτέραν. ὡς γὰρ μία γῆ πρὸς ἑτέραν κρίνεσθαι τοσαύτην τὸ μέγεθος, οὐ μόνον τῆς Εὐρώπης, ἀλλὰ καὶ τῆς ἄλλης ἁπάσης κρατίστη κατʼ ἐμὴν δόξαν ἐστὶν Ἰταλία.καίτοι με οὐ λέληθεν ὅτι πολλοῖς οὐ πιστὰ δόξω λέγειν, ἐνθυμουμένοις Αἴγυπτόν τε καὶ Λιβύην καὶ Βαβυλῶνα καὶ εἰ δή τινες ἄλλοι χῶροί εἰσιν εὐδαίμονες· ἀλλʼ ἐγὼ τὸν ἐκ γῆς πλοῦτον οὐκ ἐν μιᾷ τίθεμαι καρπῶν ἰδέᾳ οὐδʼ εἰσέρχεταί με ζῆλος οἰκήσεως, ἐν ᾗ μόνον εἰσὶν ἄρουραι πίονες, τῶν δʼ ἄλλων οὐδὲν ἢ βραχύ τι χρησίμων, ἀλλʼ ἥτις ἂν εἴη πολυαρκεστάτη τε καὶ τῶν ἐπεισάκτων ἀγαθῶν ἐπὶ τὸ πολὺ ἐλάχιστον δεομένη, ταύτην κρατίστην εἶναι λογίζομαι. τοῦτο δὲ τὸ παμφόρον καὶ πολυωφελὲς παρʼ ἡντινοῦν ἄλλην γῆν Ἰταλίαν ἔχειν πείθομαι.οὐ γὰρ ἀρούρας μὲν ἀγαθὰς ἔχει καὶ πολλάς, ἄδενδρος δʼ ἐστὶν ὡς σιτοφόρος· οὐδʼ αὖ φυτὰ μὲν ἱκανὴ παντοῖα θρέψασθαι, σπείρεσθαι δʼ ὡς δενδρῖτις ὀλιγόκαρπος· οὐδʼ ἄμφω μὲν ταῦτα παρέχειν δαψιλής, προβατεύεσθαι δʼ ἀνεπιτήδειος· οὐδʼ ἄν τις αὐτὴν φαίη πολύκαρπον μὲν εἶναι καὶ πολύδενδρον καὶ πολύβοτον, ἐνδιαίτημα δʼ ἀνθρώποις ὑπάρχειν ἄχαρι· ἀλλʼ ἔστι πάσης ὡς εἰπεῖν ἡδονῆς τε καὶὠφελείας ἔκπλεως. ποίας μὲν γὰρ λείπεται σιτοφόρου μὴ ποταμοῖς, ἀλλὰ τοῖς οὐρανίοις ὕδασιν ἀρδομένης τὰ καλούμενα Καμπανῶν πεδία, ἐν οἷς ἐγὼ καὶ τρικάρπους ἐθεασάμην ἀρούρας θερινὸν ἐπὶ χειμερινῷ καὶ μετοπωρινὸν ἐπὶ θερινῷ σπόρον ἐκφερούσας; ποίας δʼ ἐλαιοφόρου τὰ Μεσσαπίων καὶ Δαυνίων καὶ Σαβίνων καὶ πολλῶν ἄλλων γεώργια; ποίας δʼ οἰνοφύτου Τυρρηνία καὶ Ἀλβανὴ καὶ τὰ Φαλερίνων χωρία θαυμαστῶς ὡς φιλάμπελα καὶ διʼ ἐλαχίστου πόνου πλείστους ἅμα καὶ κρατίστους καρποὺς ἐξενεγκεῖν εὔπορα;χωρὶς δὲ τῆς ἐνεργοῦ πολλὴν μὲν ἄν τις εὕροι τὴν εἰς ποίμνας ἀνειμένην αὐτῆς, πολλὴν δὲ τὴν αἰγινόμον, ἔτι δὲ πλείω καὶ θαυμασιωτέραν τὴν ἱπποφορβόν τε καὶ βουκολίδα· ἡ γὰρ ἕλειος καὶ λειμωνία βοτάνη δαψιλὴς οὖσα τῶν τε ὀργάδων ἡ δροσερὰ καὶ κατάρρυτος ἄπειρος ὅση θέρει νέμεται καὶ παρέχει διὰ παντὸς εὐθενούσας τὰς ἀγέλας.πάντων δʼ εἰσὶν οἱ δρυμοὶ θαυμασιώτατοι περί τε τὰ κρημνώδη χωρία καὶ τὰς νάπας καὶ τοὺς ἀγεωργήτους λόφους, ἐξ ὧν πολλῆς μὲν εὐποροῦσι καὶ καλῆς ὕλης ναυπηγησίμου, πολλῆς δὲ τῆς εἰς τὰς ἄλλας ἐργασίας εὐθέτου. καὶ τούτων οὐδὲν οὔτε δυσπόριστόν ἐστιν οὔτε πρόσω τῆς ἀνθρωπίνης χρείας κείμενον, ἀλλʼ εὐκατέργαστα καὶ ῥᾴδια παρεῖναι πάντα διὰ πλῆθος τῶν ποταμῶν, οἳ διαρρέουσιν ἅπασαν τὴν ἀκτὴν καὶ ποιοῦσι τάς τε κομιδὰς καὶ τὰς ἀμείψεις τῶν ἐκ γῆς φυομένων λυσιτελεῖς.ἔχει δὲ ἡ γῆ καὶ νάματα θερμῶν ὑδάτων ἐν πολλοῖς εὑρημένα χωρίοις, λουτρὰ παρασχεῖν ἥδιστα καὶ νόσους ἰάσασθαι χρονίους ἄριστα, καὶ μέταλλα παντοδαπὰ καὶ θηρίων ἄγρας ἀφθόνους καὶ θαλάττης φύσιν πολύγονον ἄλλα τε μυρία, τὰ μὲν εὔχρηστα, τὰ δὲ θαυμάσια, πάντων δὲ κάλλιστον, ἀέρα κεκραμένον ταῖς ὥραις συμμέτρως, οἷον ἥκιστα πημαίνειν κρυμῶν ὑπερβολαῖς ἢ θάλπεσιν ἐξαισίοις καρπῶν τε γένεσιν καὶ ζῴων φύσιν.