εἴπερ τινὲς καὶ ἄλλοι, λαμπροτάτας. ὕστερον μέντοι μεγάλῃ χειρὶ τῶν προσοικούντων βαρβάρων ἐπιστρατευσάντων αὐτοῖς ἐξέλιπον τὴν πόλιν· οἱ δὲ βάρβαροι μετὰ χρόνον ἀνέστησαν ὑπὸ Ῥωμαίων. καὶ τὸ μὲν ἐν τῷ Σπινῆτι καταλειφθὲν γένος τῶν Πελασγῶν οὕτως ἐφθάρη.οἱ δὲ διὰ τῆς μεσογείου τραπόμενοι, τὴν ὀρεινὴν τῆς Ἰταλίας ὑπερβαλόντες, εἰς τὴν Ὀμβρικῶν ἀφικνοῦνται χώραν τῶν ὁμορούντων Ἀβοριγῖσι. πολλὰ δὲ καὶ ἄλλα χωρία τῆς Ἰταλίας ᾤκουν Ὀμβρικοί, καὶ ἦν τοῦτο τὸ ἔθνος ἐν τοῖς πάνυ μέγα τε καὶ ἀρχαῖον. τὸ μὲν οὖν κατʼ ἀρχὰς ἐκράτουν οἱ Πελασγοὶ τῶν χωρίων ἔνθα τὸ πρῶτον ἱδρύσαντο καὶ πολισμάτια τῶν Ὀμβρικῶν κατελάβοντό τινα· συνελθόντος δʼ ἐπʼ αὐτοὺς μεγάλου στρατοῦ δείσαντες τῶν πολεμίων τὸ πλῆθος εἰς τὴν Ἀβοριγίνων ἀπιόντες τρέπονται.καὶ οἱ μὲν Ἀβοριγῖνες ἅτε πολεμίοις ἐδικαίουν αὐτοῖς προσφέρεσθαι καὶ συνῄεσαν ἐκ τῶν ἔγγιστα χωρίων διὰ τάχους ὡς ἐξαναστήσοντες αὐτούς. οἱ δὲ Πελασγοί ʽτυγχάνουσι γὰρ ἐν τούτῳ τῷ χρόνῳ κατὰ δαίμονα περὶ Κοτυλίαν πόλιν Ἀβοριγίνων αὐλισάμενοι πλησίον τῆς ἱερᾶς λίμνησʼ ὡς δὲ τήν τε νησῖδα τὴν ἐν αὐτῇ περιδινουμένην κατέμαθον καὶ παρὰ τῶν αἰχμαλώτων, οὓς ἐκ τῶν ἀγρῶν ἔλαβον, ἤκουσαν τὸ τῶν ἐπιχωρίων ὄνομα τέλος ἔχειν σφίσι τὸ θεοπρόπιον ὑπέλαβον.ὁ γὰρ ἐν Δωδώνῃ γενόμενος αὐτοῖς χρησμός, ὅν φησι Λεύκιος Μάλλιος ἀνὴρ οὐκ ἄσημος αὐτὸς ἰδεῖν ἐπί τινος τῶν ἐν τῷ τεμένει τοῦ Διὸς κειμένων τριπόδων γράμμασιν ἀρχαίοις ἐγκεχαραγμένον, ὡδὶ εἶχε· στείχετε μαιόμενοι Σικελῶν Σατόρνιον αἶαν ἠδʼ Ἀβοριγινέων Κοτύλην, οὗ νᾶσος ὀχεῖται· οἷς ἀναμιχθέντες δεκάτην ἐκπέμψατε Φοίβῳ καὶ κεφαλὰς Κρονίδῃ καὶ τῷ πατρὶ πέμπετε φῶτα.ἐλθοῦσι δὴ τοῖς Ἀβοριγῖσι σὺν πολλῇ στρατιᾷ ἱκετηρίας οἱ Πελασγοὶ προτείνοντες ὁμόσε χωροῦσιν ἄνοπλοι φράζοντές τε τὰς ἑαυτῶν τύχας καὶ δεόμενοι πρὸς φιλίαν δέξασθαι σφᾶς συνοίκους οὐ λυπηροὺς ἐσομένους, ἐπεὶ καὶ τὸ δαιμόνιον αὐτοὺς εἰς τήνδε μόνην ἄγει τὴν χώραν, ἐξηγούμενοι τὸ λόγιον.τοῖς δὲ Ἀβοριγῖσι ταῦτα πυθομένοις ἐδόκει πείθεσθαι τῷ θεοπροπίῳ καὶ λαβεῖν συμμαχίαν Ἑλληνικὴν κατὰ τῶν διαφόρων σφίσι βαρβάρων, πονουμένοις τῷ πρὸς τοὺς Σικελοὺς πολέμῳ. σπένδονταί τε δὴ πρὸς τοὺς Πελασγοὺς καὶ διδόασιν αὐτοῖς χωρία τῆς ἑαυτῶν ἀποδασάμενοι τὰ περὶ τὴν ἱερὰν λίμνην, ἐν οἷς ἦν τὰ πολλὰ ἑλώδη, ἃ νῦν κατὰ τὸν ἀρχαῖον τῆς διαλέκτου τρόπον Οὐέλια ὀνομάζεται.σύνηθες γὰρ ἦν τοῖς ἀρχαίοις Ἕλλησιν ὡς τὰ πολλὰ προτιθέναι τῶν ὀνομάτων, ὁπόσων αἱ ἀρχαὶ ἀπὸ φωνηέντων ἐγίνοντο, τὴν ου συλλαβὴν ἑνὶ στοιχείῳ γραφομένην. τοῦτο δʼ ἦν ὥσπερ γάμμα διτταῖς ἐπὶ μίαν ὀρθὴν ἐπιζευγνύμενον ταῖς πλαγίοις, ὡς ϝελένη καὶϝάναξ καὶ ϝοῖκος καὶ ϝαὴρ καὶ πολλὰ τοιαῦτα. ἔπειτα μοῖρά τις αὐτῶν οὐκ ἐλαχίστη, ὡς ἡ γῆ πᾶσιν οὐκ ἀπέχρη, πείσαντες τοὺς Ἀβοριγῖνας συνάρασθαί σφισι τῆς ἐξόδου στρατεύουσιν ἐπὶ τοὺς Ὀμβρικοὺς καὶ πόλιν αὐτῶν εὐδαίμονα καὶ μεγάλην ἄφνω προσπεσόντες αἱροῦσι Κρότωνα· ταύτῃ φρουρίῳ καὶ ἐπιτειχίσματι κατὰ τῶν Ὀμβρικῶν χρώμενοι, κατεσκευασμένῃ τε ὡς ἔρυμα εἶναι πολέμου ἀποχρώντως καὶ χώραν ἐχούσῃ τὴν πέριξ εὔβοτον, πολλῶν καὶ ἄλλων ἐκράτησαν χωρίων τοῖς τε Ἀβοριγῖσι τὸν πρὸς τοὺς Σικελοὺς πόλεμον ἔτι συνεστῶτα πολλῇ προθυμίᾳ συνδιέφερον, ἕως ἐξήλασαν αὐτοὺς ἐκ τῆς σφετέρας.καὶ πόλεις πολλὰς, τὰς μὲν οἰκουμένας καὶ πρότερον ὑπὸ τῶν Σικελῶν, τὰς δʼ αὐτοὶ κατασκευάσαντες, ᾤκουν οἱ Πελασγοὶ κοινῇ μετὰ τῶν Ἀβοριγίνων, ὧν ἐστιν ἥ τε Καιρητανῶν πόλις, Ἄγυλλα δὲ τότε καλουμένη, καὶ Πίσα καὶ Σατορνία καὶ Ἄλσιον καὶ ἄλλαι τινὲς, ἃς ἀνὰ χρόνον ὑπὸ Τυρρηνῶν ἀφῃρέθησαν.Φαλέριον δὲ καὶ Φασκέννιον ἔτι καὶ εἰς ἐμὲ ἦσαν οἰκούμεναι ὑπὸ Ῥωμαίων, μίκρʼ ἄττα διασώζουσαι ζώπυρα τοῦ Πελασγικοῦ γένους, Σικελῶν ὑπάρχουσαι πρότερον. ἐν ταύταις διέμεινε πολλὰ τῶν ἀρχαίων διαιτημάτων, οἷς τὸ Ἑλληνικόν ποτʼ ἐχρήσατο, ἐπὶ μήκιστον χρόνον, οἷον ὅ τε τῶν ὅπλων τῶν πολεμιστηρίων κόσμος, ἀσπίδες Ἀργολικαὶ καὶ δόρατα, καὶ ὁπότε πολέμου ἄρχοντες ἢ τοὺς ἐπιόντας ἀμυνόμενοι στρατὸν ὑπερόριον ἀποστέλλοιεν ἱεροί τινες ἄνδρες ἄνοπλοι πρὸ τῶν ἄλλων ἰόντες σπονδοφόροι, τῶν τε ἱερῶν αἱ κατασκευαὶ καὶ τὰ ἕδη τῶν θεῶν ἁγισμοί τε καὶ θυσίαι καὶ πολλὰ τοιαῦτα ἕτερα·πάντων δὲ περιφανέστατον μνημεῖον τῆς ἐν Ἄργει ποτὲ οἰκήσεως τῶν ἀνθρώπων ἐκείνων οἳ τοὺς Σικελοὺς ἐξήλασαν, ὁ τῆς Ἥρας νεὼς ἐν Φαλερίῳ κατεσκευασμένος ὡς ἐν Ἄργει, ἔνθα καὶ τῶν θυηπολιῶν ὁ τρόπος ὅμοιος ἦν καὶ γυναῖκες ἱεραὶ θεραπεύουσαι τὸ τέμενος ἥ τε λεγομένη κανηφόρος ἁγνὴ γάμων παῖς καταρχομένη τῶν θυμάτων χοροί τε παρθένων ὑμνουσῶν τὴν θεὸν ᾠδαῖς πατρίοις.ἔσχον δέ τινα καὶ οὗτοι τῶν καλουμένων Καμπανῶν εὐβότων πάνυ καὶ τὴν ὄψιν ἡδίστων πεδίων οὐκ ἐλαχίστην μοῖραν, ἔθνος τι βαρβαρικὸν Αὐρωνίσσους ἐκ μέρους ἀναστήσαντες αὐτῶν· καὶ πόλεις αὐτόθι κατεσκεύασαν ἄλλας τε καὶ Λάρισαν, ἐπὶ τῆς ἐν Πελοποννήσῳ σφῶν μητροπόλεως ὄνομα θέμενοι αὐτῇ.