νήσῳ ἱερεῖα τοὺς μὲν ἐξεπίτηδες πλέοντας ἐς αὐτὴν ἐπὶ ταῖς ναυσὶν κομίζειν, καὶ τούτων τὰ μὲν καταθύειν τὰ δὲ ἀφιέναι τῷ Ἀχιλλεῖ· τοὺς δέ τινας ὑπὸ χειμῶνοςἐξαναγκασθέντας προσέχειν, καὶ τούτους παρʼ αὐτοῦ τοῦ θεοῦ αἰτεῖν ἱερεῖον, χρωμένους περὶ τῶν ἱερείων, εἰ λῷόν σφισιν καὶ ἄμεινον θῦσαι ὅτι περ ἂν αὐτοὶ τῇ γνώμῃ ἐπιλέξαιντο νεμόμενον, τιμὴν ἅμα καταβάλλοντες τὴν ἀξίαν σφίσιν δοκοῦσαν. εἰ δὲ ἀπαγορεύοι ὁχρησμός — εἶναι γὰρ χρησμοὺς ἐν τῷ νεῷ —, προσβάλλειν τῇ τιμῇ· εἰ δὲ ἔτι ἀπαγορεύοι, ἔτι προσβάλλειν. συγχωρήσαντος δὲ γιγνώσκειν ὅτι ἀποχρῶσα ἡ τιμή ἐστιν. τὸ δὲ ἱερεῖον ἵστασθαι ἐπὶ τῷδε αὐτόματον, μηδὲἀποφεύγειν ἔτι. καὶ τοῦτο δὴ πολὺ ἀνακεῖσθαι τὸ ἀργύριον τῷ ἥρῳ τὰς τιμὰς τῶν ἱερείων.