νεογνῷ δὲ ἐπιλύειν μὴ θέμις ἔστω, ἀλλὰ χρὴ πειθομένους τῷ ἐμῷ ὁμωνύμῳ ἀφιέναι τούτουςτῇ θεῷ. ὥστε καὶ τὰς ἰχνευούσας πειρατέον ἀνακαλεῖν. κακαὶ δὲ ἀνακληθῆναι αὗται καὶ δυσπειθεῖς ὑπὸ λιμοῦ, δειναὶ δὲ καὶ καταφαγεῖν τὸν ἁλόντα· ὥστε μόλις ἂν ξύλῳ παίων ἀπαλλάξειας αὐτάς.