δεδέσθαι δὲ κύνα γενναίαν διʼ ἡμέρας, ὥσπερ τι ἄλλο, ἀγαθόν· εἰ δὲ μή, ἀναγώγους ἀποτελεῖσθαι ἀνάγκη. καὶ εἴ ποτε ἄρα δεσμοῦ δεηθεῖεν, ἀσχάλλουσιν καὶ κλαυθμυρίζονται καὶ ἀπεσθίουσιν τοὺς ἱμάντας· ὥστε σιδήρου δεῖν ἐπʼ αὐταῖς, καθάπερ ἐπὶ ἀνθρώποις τοῖςκακούργοις. καὶ ἐσθίειν δὲ ἀνάγκη λελυμένην κύνα πᾶν τὸ ἐμπεσόν, καὶ τὸ ἀκμαῖον τοῦ δρόμου ἀφαιρεῖται αὐτῶν ὁ διʼ ἡμέρας περίπατος. ἀλλὰ χρὴ τεταγμένα μὲν περιπατεῖν, τὸ πολὺ δὲ ἀμπαύεσθαι.