Ἀλέξανδρος δέ, ἐπειδὴ παρεσκευάσθησαν αὐτῷ ἐπὶ τοῦ Ὑδάσπου ταῖς ὄχθαις πολλαὶ μὲν τριακόντοροι καὶ ἡμιόλιαι, πολλὰ δὲ καὶ ἱππαγωγὰ πλοῖα καὶ ἄλλα ὅσα ἐς παρακομιδὴν στρατιᾶς ποταμῷ εὔπορα, ἔγνω καταπλεῖν πρότερον μέν γε ἐν τῷ Ἰνδῷ ποταμῷ κροκοδείλουσκατὰ τὸν Ὑδάσπην ὡς ἐπὶ τὴν μεγάλην θάλασσαν.ἰδών, μόνῳ τῶν ἄλλων ποταμῶν πλὴν Νείλου, πρὸς δὲ ταῖς ὄχθαις τοῦ Ἀκεσίνου κυάμους πεφυκότας ὁποίους ἡ γῆ ἐκφέρει ἡ Αἰγυπτία, καὶ [ὁ] ἀκούσας ὅτι ὁ Ἀκεσίνης ἐμβάλλει ἐς τὸν Ἰνδόν, ἔδοξεν ἐξευρηκέναι τοῦ Νείλου τὰς ἀρχάς,ὡς τὸν Νεῖλον ἐνθένδε ποθὲν ἐξ Ἰνδῶν ἀνίσχοντα καὶ διʼ ἐρήμου πολλῆς γῆς ῥέοντα καὶ ταύτῃ ἀπολλύοντα τὸν Ἰνδὸν τὸ ὄνομα, ἔπειτα, ὁπόθεν ἄρχεται διὰ τῆς οἰκουμένης χώρας ῥεῖν, Νεῖλον ἤδη πρὸς Αἰθιόπων τε τῶν ταύτῃ καὶ Αἰγυπτίων καλούμενον ἤ, ὡς Ὅμηρος ἐποίησεν, ἐπώνυμον τῆς Αἰγύπτου Αἴγυπτον, οὕτω δὴ ἐσδιδόναι ἐς τὴν ἐντὸς θάλασσαν.καὶ δὴ καὶ πρὸς Ὀλυμπιάδα γράφοντα ὑπὲρ τῶν Ἰνδῶν τῆς γῆς ἄλλα τε γράψαι καὶ ὅτι δοκοίη αὑτῷ ἐξευρηκέναι τοῦ Νείλου τὰς πηγάς, μικροῖς δή τισι καὶ φαύλοις ὑπὲρ τῶν τηλικούτων τεκμαιρόμενον.ἐπεὶ μέντοι ἀτρεκέστερον ἐξήλεγξε τὰ ἀμφὶ τῷ ποταμῷ τῷ Ἰνδῷ, οὕτω δὴ μαθεῖν παρὰ τῶν ἐπιχωρίων τὸν μὲν Ὑδάσπην τῷ Ἀκεσίνῃ, τὸν Ἀκεσίνην δὲ τῷ Ἰνδῷ τό τε ὕδωρ ξυμβάλλοντας καὶ τῷ ὀνόματι ξυγχωροῦντας, τὸν Ἰνδὸν δὲ ἐκδιδόντα ἤδη ἐς τὴν μεγάλην θάλασσαν, δίστομον τὸν Ἰνδὸν ὄντα, οὐδέν τι αὐτῷ προσῆκον τῆς γῆς τῆς Αἰγυπτίας· τηνικαῦτα δὲ τῆς ἐπιστολῆς τῆς πρὸς τὴν μητέρα τοῦτο τὸ ἀμφὶ τῷ Νείλῳ γραφὲν ἀφελεῖν.καὶ τὸν κατάπλουν τὸν κατὰ τοὺς ποταμοὺς ἔστε ἐπὶ τὴν μεγάλην θάλασσαν ἐπινοοῦντα παρασκευασθῆναί οἱ ἐπὶ τῷδε κελεῦσαι τὰς ναῦς. αἱ δὲ ὑπηρεσίαι αὐτῷ ἐς τὰς ναῦς ξυνεπληρώθησαν ἐκ τῶν ξυνεπομένων τῇ στρατιᾷ Φοινίκων καὶ Κυπρίων καὶ Καρῶν καὶ Αἰγυπτίων.ἐν δὲ τούτῳ Κοῖνος μὲν ἐν τοῖς πιστοτάτοις Ἀλεξάνδρῳ ὢν τῶν ἑταίρων νόσῳ τελευτᾷ· καὶ τοῦτον θάπτει ἐκ τῶν παρόντων μεγαλοπρεπῶς. αὐτὸς δὲ ξυναγαγὼν τούς τε ἑταίρους καὶ ὅσοι Ἰνδῶν πρέσβεις παρʼ αὐτὸν ἀφιγμένοι ἦσαν βασιλέα μὲν τῆς ἑαλωκυίας ἤδη Ἰνδῶν γῆς ἀπέδειξε Πῶρον, ἑπτὰ μὲν ἐθνῶν τῶν ξυμπάντων, πόλεων δὲ ἐν τοῖς ἔθνεσιν ὑπὲρ τὰς δισχιλίας. τὴν στρατιὰν δὲ διένειμεν ὧδε·αὐτὸς μὲν τοὺς ὑπασπιστάς τε ἅμα οἷ ξύμπαντας ἐπὶ τὰς ναῦς ἀνεβίβασε καὶ τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας καὶ τὸ ἄγημα τῶν ἱππέων. κρατερὸς δὲ αὐτῷ μοῖράν τε τῶν πεζῶν καὶ τῶν ἱππέων παρὰ τὴν ὄχθην τοῦ Ὑδάσπου τὴν ἐν δεξιᾷ ἦγεν· κατὰ δὲ τὴν ἑτέραν ὄχθην τὸ πλεῖστόν τε καὶ κράτιστον τῆς στρατιᾶς καὶ τοὺς ἐλέφαντας Ἡφαιστίων προὐχώρει ἄγων, ἤδη ὄντας ἐς διακοσίους· τούτοις δὲ ἦν παρηγγελμένον ὡς τάχιστα ἄγειν ἵναπερ τὰ Σωπείθου βασίλεια.Φιλίππῳ δὲ τῷ σατράπῃ τῆς ἐπέκεινα τοῦ Ἰνδοῦ ὡς ἐπὶ Βακτρίους γῆς διαλιπόντι τρεῖς ἡμέρας παρήγγελτο ἕπεσθαι ξὺν τοῖς ἀμφʼ αὐτόν. τοὺς ἱππέας δὲ τοὺς Νυσαίους ὀπίσω ἀποπέμπει ἐς τὴν Νῦσαν. τοῦ μὲν δὴ ναυτικοῦ παντὸς Νέαρχος αὐτῷ ἐξηγεῖτο, τῆς δὲ αὐτοῦ νεὼς κυβερνήτης ἦν Ὀνησίκριτος, ὃς ἐν τῇ ξυγγραφῇ, ἥντινα ὑπὲρ Ἀλεξάνδρου ξυνέγραψε, καὶ τοῦτο ἐψεύσατο, ναύαρχον ἑαυτὸν εἶναι γράψας, κυβερνήτην ὄντα.ἦν δὲ τὸ ξύμπαν πλῆθος τῶν νεῶν, ὡς λέγει Πτολεμαῖος ὁ Λάγου, ᾧ μάλιστα ἐγὼ ἕπομαι, τριακόντοροι μὲν ἐς ὀγδοήκοντα, τὰ δὲ πάντα πλοῖα σὺν τοῖς ἱππαγωγοῖς τε καὶ κερκούροις καὶ ὅσα ἄλλα ποτάμια ἢ τῶν πάλαι πλεόντων κατὰ τοὺς ποταμοὺς ἢ ἐν τῷ τότε ποιηθέντων οὐ πολὺ ἀποδέοντα τῶν δισχιλίων.ὡς δὲ ξύμπαντα αὐτῷ παρεσκεύαστο, ὑπὸ τὴν ἕω ὁ μὲν στρατὸς ἐπέβαινε τῶν νεῶν, αὐτὸς δὲ ἔθυε τοῖς θεοῖς ὡς νόμος καὶ τῷ ποταμῷ τῷ Ὑδάσπῃ ὅπως οἱ μάντεις ἐξηγοῦντο. καὶ ἐπιβὰς τῆς νεὼς ἀπὸ τῆς πρώρας ἐκ χρυσῆς φιάλης ἔσπενδεν ἐς τὸν ποταμόν, τόν τε Ἀκεσίνην ξυνεπικαλούμενος τῷ Ὑδάσπῃ, ὅντινα μέγιστον αὖ τῶν ἄλλων ποταμῶν ξυμβάλλειν τῷ Ὑδάσπῃ ἐπέπυστο καὶ οὐ πόρρω αὐτῶν εἶναι τὰς ξυμβολάς, καὶ τὸν Ἰνδόν, ἐς ὅντινα ὁ Ἀκεσίνης ξὺν τῷ Ὑδάσπῃ ἐμβάλλει.ἐπὶ δὲ Ἡρακλεῖ τε τῷ προπάτορι σπείσας καὶ Ἄμμωνι καὶ τοῖς ἄλλοις θεοῖς ὅσοις αὐτῷ νόμος σημῆναι ἐς ἀναγωγὴν κελεύει τῇ σάλπιγγι. ἅμα τε δὴ ἐσημάνθη καὶ ἀνήγοντο ἐν κόσμῳ. παρήγγελτο γὰρ ἐφʼ ὅσων τε τὰ σκευοφόρα πλοῖα ἐχρῆν τετάχθαι καὶ ἐφʼ ὅσων τὰ ἱππαγωγά, ἐφʼ ὅσων τε τὰς μαχίμους τῶν νεῶν, ὡς μὴ συμπίπτειν ἀλλήλαις κατὰ τὸν πόρον εἰκῇ πλεούσας· καὶ ταῖς ταχυναυτούσαις φθάνειν οὐκ ἐφίετο ἔξω τῆς τάξεως.ἦν δὲ ὅ τε κτύπος τῆς εἰρεσίας οὐδενὶ ἄλλῳ ἐοικώς, ἅτε ἀπὸ πολλῶν νεῶν ἐν ταὐτῷ ἐρεσσομένων, καὶ βοὴ ἀπό τε τῶν κελευστῶν ἐνδιδόντων τὰς ἀρχάς τε καὶ ἀναπαύλας τῇ εἰρεσίᾳ καὶ τῶν ἐρετῶν ὁπότε ἀθρόοι ἐμπίπτοντες τῷ ῥοθίῳ ἐπαλαλάξειαν· αἵ τε ὄχθαι, ὑψηλότεραι τῶν νεῶν πολλαχῇ οὖσαι, ἐς στενόν τε τὴν βοὴν ξυνάγουσαι καὶ τῇ ξυναγωγῇ αὐτῇ ἐπὶ μέγα ηὐξημένην ἐς ἀλλήλας ἀντέπεμπον, καί που καὶ νάπαι ἑκατέρωθεν τοῦ ποταμοῦ τῇ τε ἐρημίᾳ καὶ τῇ ἀντιπέμψει τοῦ κτύπου καὶ αὗται ξυνεπελάμβανον·