ἐκτάσσοντι δὲ αὐτῷ παρεγένοντο καὶ οἱ ἀπὸ τῆς ὀπισθοφυλακίας πεζοί τε καὶ ἱππεῖς. καὶ τούτων τοὺς μὲν ἱππέας ἐπὶ τὰ κέρατα διελὼν παρήγαγεν, ἀπὸ δὲ τῶν πεζῶν τῶν προσγενομένων πυκνοτέραν τὴν ξύγκλεισιν τῆς φάλαγγος ποιήσας αὐτὸς ἀναλαβὼν τὴν ἵππον τὴν ἐπὶ τοῦ δεξιοῦ τεταγμένην παρήγαγεν ἐπὶ τὰς κατὰ τὸ εὐώνυμον τῶν Ἰνδῶν ἁμάξας. ταύτῃ γὰρ εὐπροσοδώτερον αὐτῷ ἐφαίνετο τὸ χωρίον καὶ οὐ πυκναὶ ὡσαύτως αἱ ἅμαξαι ἐφειστήκεσαν.ὡς δὲ ἐπὶ τὴν ἵππον προσαγαγοῦσαν οὐκ ἐξέδραμον οἱ Ἰνδοὶ ἔξω τῶν ἁμαξῶν, ἀλλʼ ἐπιβεβηκότες αὐτῶν ἀφʼ ὑψηλοῦ ἠκροβολίζοντο, γνοὺς Ἀλέξανδρος ὅτι οὐκ εἴη τῶν ἱππέων τὸ ἔργον καταπηδήσας ἀπὸ τοῦ ἵππου πεζὸς ἐπῆγε τῶν πεζῶν τὴν φάλαγγα.καὶ ἀπὸ μὲν τῶν πρώτων ἁμαξῶν οὐ χαλεπῶς ἐβιάσαντο οἱ Μακεδόνες τοὺς Ἰνδούς· πρὸ δὲ τῶν δευτέρων οἱ Ἰνδοὶ παραταξάμενοι ῥᾷον ἀπεμάχοντο, οἶα δὴ πυκνότεροί τε ἐφεστηκότες ἐλάττονι τῷ κύκλῳ καὶ τῶν Μακεδόνων οὐ κατʼ εὐρυχωρίαν ὡσαύτως προσαγόντων σφίσιν, ἐν ᾧ τάς τε πρώτας ἁμάξας ὑπεξῆγον καὶ κατὰ τὰ διαλείμματα αὐτῶν ὡς ἑκάστοις προὐχώρει ἀτάκτως προσέβαλλον· ἀλλὰ καὶ ἀπὸ τούτων ὅμως ἐξώσθησαν οἱ Ἰνδοὶ βιασθέντες πρὸς τῆς φάλαγγος.οἱ δὲ οὐκέτι ἐπὶ τῶν τρίτων ἔμενον, ἀλλὰ ὡς τάχους εἶχον φυγῇ εἰς τὴν πόλιν κατεκλείσθησαν. καὶ Ἀλέξανδρος ταύτην μὲν τὴν ἡμέραν περιεστρατοπέδευσε τοῖς πεζοῖς τὴν πόλιν ὅσα γε ἠδυνήθη αὐτῷ περιβαλεῖν ἡ φάλαγξ· ἐπὶ πολὺ γὰρ ἐπέχον τὸ τεῖχος τῷ στρατοπέδῳ κυκλώσασθαι οὐ δυνατὸς ἐγένετο·κατὰ δὲ τὰ διαλείποντα αὐτοῦ, ἵνα καὶ λίμνη οὐ μακρὰν τοῦ τείχους ἦν, τοὺς ἱππέας ἐπέταξεν ἐν κύκλῳ τῆς λίμνης, γνοὺς οὐ βαθεῖαν οὖσαν τὴν λίμνην καὶ ἅμα εἰκάσας ὅτι φοβεροὶ γενόμενοι οἱ Ἰνδοὶ ἀπὸ τῆς προτέρας ἥττης ἀπολείψουσι τῆς νυκτὸς τὴν πόλιν.καὶ συνέβη οὕτως ὅπως εἴκασεν· ἀμφὶ γὰρ δευτέραν φυλακὴν ἐκπίπτοντες ἐκ τοῦ τείχους οἱ πολλοὶ αὐτῶν ἐνέκυρσαν ταῖς προφυλακαῖς τῶν ἱππέων· καὶ οἱ μὲν πρῶτοι αὐτῶν κατεκόπησαν πρὸς τῶν ἱππέων, οἱ δὲ ἐπὶ τούτοις αἰσθόμενοι ὅτι φυλάσσεται ἐν κύκλῳ ἡ λίμνη ἐς τὴν πόλιν αὖθις ἀνεχώρησαν.Ἀλέξανδρος δὲ χάρακί τε διπλῷ περιβάλλει ἵναπερ μὴ εἶργεν ἡ λίμνη τὴν πόλιν καὶ φυλακὰς ἐν κύκλῳ τῆς λίμνης ἀκριβεστέρας κατέστησεν. αὐτὸς δὲ μηχανὰς προσάγειν τῷ τείχει ἐπενόει, ὡς κατασείειν τὸ τεῖχος. αὐτομολήσαντες δὲ αὐτῷ τῶν ἐκ τῆς πόλεώς τινες φράζουσιν, ὅτι ἐν νῷ ἔχοιεν αὐτῆς ἐκείνης τῆς νυκτὸς ἐκπίπτειν ἐκ τῆς πόλεως οἱ Ἰνδοὶ κατὰ τὴν λίμνην, ἵναπερ τὸ ἐκλιπὲς ἦν τοῦ χάρακος.ὁ δὲ Πτολεμαῖον τὸν Λάγου ἐπιτάττει ἐνταῦθα, τῶν τε ὑπασπιστῶν αὐτῷ δοὺς χιλιαρχίας τρεῖς καὶ τοὺς Ἀγριᾶνας ξύμπαντας καὶ μίαν τάξιν τῶν τοξοτῶν, ἀποδείξας τὸ χωρίον, ᾗπερ μάλιστα εἴκαζε βιάσεσθαι τοὺς βαρβάρους· σὺ δὲ ἐπειδὰν αἴσθῃ, ἔφη, βιαζομένους ταύτῃ, αὐτὸς μὲν ξὺν τῇ στρατιᾷ εἴργειν τοὺς βαρβάρους τοῦ πρόσω, τὸν δὲ σαλπιγκτὴν κέλευε σημαίνειν· ὑμεῖς δέ, ἄνδρες ἡγεμόνες, ἐπειδὰν σημανθῇ, ξὺν τοῖς καθʼ αὐτοὺς ἕκαστοι ξυντεταγμένοι ἰέναι ἐπὶ τὸν θόρυβον, ἵνα ἂν ἡ σάλπιγξ παρακαλῇ. ἀποστατήσω δὲ οὐδὲ ἐγὼ τοῦ ἔργου.ὁ μὲν ταῦτα παρήγγειλεν· Πτολεμαῖος δὲ ἁμάξας τε ἐκ τῶν ἀπολελειμμένων ἐν τῇ πρώτῃ φυγῇ ἁμαξῶν ταύτῃ ξυναγαγὼν ὡς πλείστας κατέστησεν ἐγκαρσίας, ἵνα πολλὰ ἐν νυκτὶ τὰ ἄπορα φαίνηται τοῖς φεύγουσι, καὶ τοῦ χάρακος τοῦ κεκομμένου τε καὶ οὐ καταπηχθέντος συννῆσαι ἄλλῃ καὶ ἄλλῃ ἐκέλευσεν ἐν μέσῳ τῆς τε λίμνης καὶ τοῦ τείχους. καὶ ταῦτʼ αὐτῷ οἱ στρατιῶται ἐν τῇ νυκτὶ ἐξειργάσαντο.ἤδη τε ἦν ἀμφὶ τετάρτην φυλακὴν καὶ οἱ βάρβαροι, καθάπερ ἐξηγγέλλετο Ἀλεξάνδρῳ, ἀνοίξαντες τὰς ὡς ἐπὶ τὴν λίμνην πύλας δρόμῳ ἐπʼ αὐτὴν ἐφέροντο. οὐ μὴν ἔλαθον τὰς ταύτῃ φυλακὰς οὐδὲ Πτολεμαῖον τὸν ἐπʼ αὐταῖς τεταγμένον, ἀλλὰ ἐν τούτῳ οἵ τε σαλπιγκταὶ ἐσήμαινον αὐτῷ καὶ αὐτὸς τὴν στρατιὰν ὡπλισμένην τε καὶ συντεταγμένην ἔχων ἐχώρει ἐπὶ τοὺς βαρβάρους.τοῖς δὲ αἵ τε ἅμαξαι ἐμποδὼν ἦσαν καὶ ὁ χάραξ ἐν μέσῳ καταβεβλημένος· ὡς δὲ ἥ τε σάλπιγξ ἐφθέγξατο καὶ οἱ ἀμφὶ Πτολεμαῖον προσέκειντο αὐτοῖς τοὺς ἀεὶ ἐκπίπτοντας διὰ τῶν ἁμαξῶν κατακαίνοντες, ἐνταῦθα δὴ ἀποστρέφονται αὖθις ἐς τὴν πόλιν. καὶ ἀπέθανον αὐτῶν ἐν τῇ ἀποχωρήσει ἐς πεντακοσίους.ἐν τούτῳ δὲ καὶ Πῶρος ἀφίκετο τούς τε ὑπολοίπους ἐλέφαντας ἅμα οἷ ἄγων καὶ τῶν Ἰνδῶν ἐς πεντακισχιλίους, αἵ τε μηχαναὶ Ἀλεξάνδρῳ ξυμπεπηγμέναι ἦσαν καὶ προσήγοντο ἤδη τῷ τείχει. ἀλλὰ οἱ Μακεδόνες, πρὶν καὶ κατασεισθῆναί τι τοῦ τείχους, ὑπορύττοντές τε αὐτοὶ πλίνθινον ὂν τὸ τεῖχος καὶ τὰς κλίμακας ἐν κύκλῳ πάντῃ προσθέντες αἱροῦσι κατὰ κράτος τὴν πόλιν.καὶ ἀποθνήσκουσι μὲν ἐν τῇ καταλήψει τῶν Ἰνδῶν ἐς μυρίους καὶ ἑπτακισχιλίους, ἑάλωσαν δὲ ὑπὲρ τὰς ἑπτὰ μυριάδας καὶ ἅρματα τριακόσια καὶ ἵπποι πεντακόσιοι. τῆς δὲ ξὺν Ἀλεξάνδρῳ στρατιᾶς ἀπέθανον μὲν ὀλίγον ἀποδέοντες τῶν ἑκατὸν ἐν τῇ πάσῃ πολιορκίᾳ, τραυματίαι δὲ οὐ κατὰ τὸ πλῆθος τῶν νεκρῶν ἐγένοντο, ἀλλὰ ὑπὲρ τοὺς χιλίους καὶ διακοσίους, καὶ ἐν τούτοις τῶν ἡγεμόνων ἄλλοι τε καὶ Λυσίμαχος ὁ σωματοφύλαξ.