καὶ αὐτὸς μὲν ἐν τρισὶν ἡμέραις διελθὼν χιλίους καὶ πεντακοσίους σταδίους τῇ τετάρτῃ ὑπὸ τὴν ἕω προσῆγε τῇ πόλει. Σπιταμένης δὲ καὶ οἱ ἀμφʼ αὐτόν, ὡς ἐξηγγέλθη προσάγων Ἀλέξανδρος, οὐκ ἔμειναν, ἀλλʼ ἐκλιπόντες τὴν πόλιν φεύγουσιν.ὁ δὲ ἐχόμενος αὐτῶν ἐδίωκεν· ὡς δὲ ἐπὶ τὸν χῶρον ἧκεν, οὗ ἡ μάχη ἐγένετο, θάψας τοὺς στρατιώτας ὡς ἐκ τῶν παρόντων εἵπετο ἔστε ἐπὶ τὴν ἔρημον τοῖς φεύγουσιν. ἐκεῖθεν δὲ ἀναστρέφων ἐπόρθει τὴν χώραν καὶ τοὺς ἐς τὰ ἐρύματα καταπεφευγότας τῶν βαρβάρων ἔκτεινεν, ὅτι ξυνεπιθέσθαι ἐξηγγέλλοντο καὶ αὐτοὶ τοῖς Μακεδόσι· καὶ ἐπῆλθε πᾶσαν τὴν χώραν ὅσην ὁ ποταμὸς ὁ Πολυτίμητος ἐπάρδων ἐπέρχεται.ἵνα δὲ ἀφανίζεται τῷ ποταμῷ τὸ ὕδωρ, ἐντεῦθεν ἤδη τὸ ἐπέκεινα ἔρημος ἡ χώρα ἐστίν· ἀφανίζεται δὲ καίπερ πολλοῦ ὢν ὕδατος ἐς τὴν ψάμμον. καὶ ἄλλοι ποταμοὶ ὡσαύτως ἐκεῖ ἀφανίζονται μεγάλοι καὶ ἀέ[ν]ναοι, ὅ τε Ἔπαρδος, ὃς ῥέει διὰ Μάρδων τῆς χώρας, καὶ Ἄρειος, ὅτου ἐπώνυμος ἡ τῶν Ἀρείων γῆ ἐστιν, καὶ Ἑτύμανδρος, ὃς διʼ Εὐεργετῶν ῥέει.καὶ εἰσὶ ξύμπαντες οὗτοι τηλικοῦτοι ποταμοὶ ὥστε οὐδεὶς αὐτῶν μείων ἐστὶ τοῦ Πηνειοῦ τοῦ Θεσσαλικοῦ ποταμοῦ, ὃς διὰ τῶν Τεμπῶν ῥέων ἐκδιδοῖ ἐς θάλασσαν· ὁ δὲ Πολυτίμητος πολὺ ἔτι μείζων ἢ κατὰ τὸν Πηνειὸν ποταμόν ἐστι.ταῦτα δὲ διαπραξάμενος ἐς Ζαρίασπα ἀφίκετο· καὶ αὐτοῦ κατέμενεν ἔστε παρελθεῖν τὸ ἀκμαῖον τοῦ χειμῶνος. ἐν τούτῳ δὲ ἀφίκοντο παρʼ αὐτὸν Φραταφέρνης τε ὁ Παρθυαίων σατράπης καὶ Στασάνωρ ὁ ἐς Ἀρείους ἀποπεμφθεὶς ὡς Ἀρσάκην ξυλληψόμενος, τόν τε Ἀρσάκην δεδεμένον ἄγοντες καὶ Βραζάνην, ὅντινα Βῆσσος τῆς Παρθυαίων σατράπην κατέστησε, καί τινας ἄλλους τῶν τότε ξὺν Βήσσῳ ἀποστάντων.ἧκον δὲ ἐν τῷ αὐτῷ Ἐπόκιλλος καὶ Μελαμνίδας καὶ Πτολεμαῖος ὁ τῶν Θρᾳκῶν στρατηγὸς ἀπὸ θαλάσσης, οἳ τά τε χρήματα τὰ ξὺν Μένητι πεμφθέντα καὶ τοὺς ξυμμάχους ὡς ἐπὶ θάλασσαν κατήγαγον. καὶ Ἄσανδρος δὲ ἐν τούτῳ ἧκεν καὶ Νέαρχος, στρατιὰν Ἑλλήνων μισθοφόρων ἄγοντες, καὶ † Βῆσσός τε ὁ Συρίας σατράπης καὶ Ἀσκληπιόδωρος ὁ ὕπαρχος ἀπὸ θαλάσσης, καὶ οὗτοι στρατιὰν ἄγοντες.ἔνθα δὴ ξύλλογον ἐκ τῶν παρόντων ξυναγαγὼν Ἀλέξανδρος παρήγαγεν ἐς αὐτοὺς Βῆσσον· καὶ κατηγορήσας τὴν Δαρείου προδοσίαν τήν τε ῥῖνα Βήσσου ἀποτμηθῆναι καὶ τὰ ὦτα ἄκρα ἐκέλευσεν, αὐτὸν δὲ ἐς Ἐκβάτανα ἄγεσθαι, ὡς ἐκεῖ ἐν τῷ Μήδων τε καὶ Περσῶν ξυλλόγῳ ἀποθανούμενον.καὶ ἐγὼ οὔτε τὴν ἄγαν ταύτην τιμωρίαν Βήσσου ἐπαινῶ, ἀλλὰ βαρβαρικὴν εἶναι τίθεμαι τῶν ἀκρωτηρίων τὴν λώβην καὶ ὑπαχθῆναι Ἀλέξανδρον ξύμφημι ἐς ζῆλον τοῦ Μηδικοῦ τε καὶ Περσικοῦ πλούτου καὶ τῆς κατὰ τοὺς βαρβάρους βασιλέας οὐκ ἴσης ἐς τοὺς ὑπηκόους ξυνδιαιτήσεως, ἐσθῆτά τε ὅτι Μηδικὴν ἀντὶ τῆς Μακεδονικῆς τε καὶ πατρίου Ἡρακλείδης ὢν μετέλαβεν, οὐδαμῇ ἐπαινῶ, καὶ τὴν κίταριν τὴν Περσικὴν τῶν νενικημένων ἀντὶ ὧν αὐτὸς ὁ νικῶν πάλαι ἐφόρει ἀμεῖψαι οὐκ ἐπῃδέσθη,οὐδὲν τούτων ἐπαινῶ, ἀλλʼ εἴπερ τι ἄλλο, καὶ τὰ Ἀλεξάνδρου μεγάλα πράγματα ἐς τεκμηρίωσιν τίθεμαι ὡς οὔτε τὸ σῶμα ὅτῳ εἴη καρτερόν, οὔτε ὅστις γένει ἐπιφανής, οὔτε κατὰ πόλεμον εἰ δή τις διευτυχοίη ἔτι μᾶλλον ἢ Ἀλέξανδρος, οὐδὲ εἰ τὴν Λιβύην τις πρὸς τῇ Ἀσίᾳ, καθάπερ οὖν ἐπενόει ἐκεῖνος, ἐκπεριπλεύσας κατάσχοι, οὐδὲ εἰ τὴν Εὐρώπην ἐπὶ τῇ Ἀσίᾳ τε καὶ Λιβύῃ τρίτην, τούτων πάντων οὐδέν τι ὄφελος ἐς εὐδαιμονίαν ἀνθρώπου, εἰ μὴ σωφρονεῖν ἐν ταὐτῷ ὑπάρχοι τούτῳ τῷ ἀνθρώπῳ τῷ τὰ μεγάλα, ὡς δοκεῖ, πράγματα πράξαντι.ἔνθα δὴ καὶ τὸ Κλείτου τοῦ Δρωπίδου πάθημα καὶ τὴν Ἀλεξάνδρου ἐπʼ αὐτῷ ξυμφοράν, εἰ καὶ ὀλίγον ὕστερον ἐπράχθη, οὐκ ἔξω τοῦ καιροῦ ἀφηγήσομαι. εἶναι μὲν γὰρ ἡμέραν ἱερὰν τοῦ Διονύσου Μακεδόσι καὶ θύειν Διονύσῳ ὅσα ἔτη ἐν αὐτῇ Ἀλέξανδρον·τὸν δὲ τοῦ Διονύσου μὲν ἐν τῷ τότε ἀμελῆσαι λέγουσι, Διοσκούροιν δὲ θῦσαι, ἐξ ὅτου δὴ ἐπιφρασθέντα τοῖν Διοσκούροιν τὴν θυσίαν· πόρρω δὲ τοῦ πότου προϊόντος ʽκαὶ γὰρ καὶ τὰ τῶν πότων ἤδη Ἀλεξάνδρῳ ἐς τὸ βαρβαρικώτερον νενεωτέριστὀ ἀλλʼ ἐν γε τῷ πότῳ τότε ὑπὲρ τοῖν Διοσκούροιν λόγους γίγνεσθαι, ὅπως ἐς Δία ἀνηνέχθη αὐτοῖν ἡ γένεσις ἀφαιρεθεῖσα Τυνδάρεω.καί τινας τῶν παρόντων κολακείᾳ τῇ Ἀλεξάνδρου, οἷοι δὴ ἄνδρες διέφθειράν τε ἀεὶ καὶ οὔποτε παύσονται ἐπιτρίβοντες τὰ τῶν ἀεὶ βασιλέων πράγματα, κατʼ οὐδὲν ἀξιοῦν συμβάλλειν Ἀλεξάνδρῳ τε καὶ τοῖς Ἀλεξάνδρου ἔργοις τὸν Πολυδεύκην καὶ τὸν Κάστορα. οἱ δὲ οὐδὲ τοῦ Ἡρακλέους ἀπείχοντο ἐν τῷ πότῳ· ἀλλὰ τὸν φθόνον γὰρ ἐμποδὼν ἵστασθαι τοῖς ζῶσι τὸ μὴ οὐ τὰς δικαίας τιμὰς αὐτοῖς ἐκ τῶν ξυνόντων γίγνεσθαι.Κλεῖτον δὲ δῆλον μὲν εἶναι πάλαι ἤδη ἀχθόμενον τοῦ τε Ἀλεξάνδρου τῇ ἐς τὸ βαρβαρικώτερον μετακινήσει καὶ τῶν κολακευόντων αὐτὸν τοῖς λόγοις τότε δὲ καὶ αὐτὸν πρὸς τοῦ οἴνου παροξυνόμενον οὐκ ἐᾶν οὔτε ἐς τὸ θεῖον ὑβρίζειν, οὔτε [ἐς] τὰ τῶν πάλαι ἡρώων ἔργα ἐκφαυλίζοντας χάριν ταύτην ἄχαριν προστιθέναι Ἀλεξάνδρῳ.εἶναι γὰρ οὖν οὐδὲ τὰ Ἀλεξάνδρου οὕτω τι μεγάλα καὶ θαυμαστὰ ὡς ἐκεῖνοι ἐπαίρουσιν· οὔκουν μόνον καταπρᾶξαι αὐτὰ, ἀλλὰ τὸ πολὺ γὰρ μέρος Μακεδόνων εἶναι τὰ ἔργα. καὶ τοῦτον τὸν λόγον ἀνιᾶσαι Ἀλέξανδρον λεχθέντα. οὐδὲ ἐγὼ ἐπαινῶ τὸν λόγον, ἀλλὰ ἱκανὸν γὰρ εἶναι τίθεμαι ἐν τοιᾷδε παροινίᾳ τὸ καθʼ αὑτὸν σιγῶντα ἔχειν μηδὲ τὰ αὐτὰ τοῖς ἄλλοις ἐς κολακείαν πλημμελεῖν.