τὸν δὲ ἡγεμόνα αὐτὸν τῶν ταύτῃ Ἰνδῶν Πτολεμαῖος ὁ Λάγου πρός τινι ἤδη γηλόφῳ ὄντα κατιδὼν καὶ τῶν ὑπασπιστῶν ἔστιν οὕς ἀμφʼ αὐτὸν ξὺν πολὺ ἐλάττοσιν αὐτὸς ὤν ὅμως ἐδίωκεν ἔτι ἐκ τοῦ ἵππου· ὡς δὲ χαλεπὸς ὁ γήλοφος τῷ ἵππῳ ἀναδραμεῖν ἦν, τοῦτον μὲν αὐτοῦ καταλείπει παραδούς τινι τῶν ὑπασπιστῶν ἄγειν, αὐτὸς δὲ ὡς εἶχε πεζὸς τῷ Ἰνδῷ εἵπετο.ὁ δὲ ὡς πελάζοντα ἤδη κατεῖδε τὸν Πτολεμαῖον, αὐτός τε μεταβάλλει ἐς τὸ ἔμπαλιν καὶ οἱ ὑπασπισταὶ ξὺν αὐτῷ. καὶ ὁ μὲν Ἰνδὸς τοῦ Πτολεμαίου διὰ τοῦ θώρακος παίει ἐκ χειρὸς ἐς τὸ στῆθος ξυστῷ μακρῷ, καὶ ὁ θώραξ ἔσχε τὴν πληγήν· Πτολεμαῖος δὲ τὸν μηρὸν διαμπὰξ βαλὼν τοῦ Ἰνδοῦ καταβάλλει τε καὶ σκυλεύει αὐτόν.ὡς δὲ τὸν ἡγεμόνα σφῶν κείμενον οἱ ἀμφʼ αὐτὸν εἶδον, οὗτοι μὲν οὐκέτι ἔμενον, οἱ δὲ ἐκ τῶν ὀρῶν αἰρόμενον τὸν νεκρὸν τοῦ ὑπάρχου ἰδόντες πρὸς τῶν πολεμίων ἤλγησάν τε καὶ καταδραμόντες ξυνάπτουσιν ἐπʼ αὐτῷ μάχην καρτερὰν πρὸς τῷ γηλόφῳ. ἤδη γὰρ καὶ Ἀλέξανδρος ἔχων τοὺς ἀπὸ τῶν ἵππων καταβεβηκότας πεζοὺς πρὸς τῷ γηλόφῳ ἦν. καὶ οὗτοι ἐπιγενόμενοι μόγις ἐξέωσαν τοὺς Ἰνδοὺς ἐς τὰ ὄρη καὶ τοῦ νεκροῦ ἐκράτησαν.ὑπερβαλὼν δὲ τὰ ὄρη Ἀλέξανδρος ἐς πόλιν κατῆλθεν, ᾗ ὄνομα ἦν Ἀριγαῖον· καὶ ταύτην καταλαμβάνει ἐμπεπρησμένην ὑπὸ τῶν ἐνοικούντων καὶ τοὺς ἀνθρώπους πεφευγότας. ἐνταῦθα δὲ ἀφίκοντο αὐτῷ καὶ οἱ ἀμφὶ Κρατερὸν ξὺν τῇ στρατιᾷ πεπραγμένων σφίσι ξυμπάντων ὅσα ὑπὸ τοῦ βασιλέως ἐτέτακτο.ταύτην μὲν δὴ τὴν πόλιν, ὅτι ἐν ἐπικαίρῳ χωρίῳ ἐδόκει ᾠκίσθαι, ἐκτειχίσαι τε προστάσσει Κρατερῷ καὶ ξυνοικίσαι ἐς αὐτὴν τούς τε προσχώρους ὅσοι ἐθελονταί καὶ εἰ δή τινες ἀπόμαχοι τῆς στρατιᾶς. αὐτὸς δὲ προὐχώρει ἵνα ξυμπεφευγέναι ἐπυνθάνετο τοὺς πολλοὺς τῶν ταύτῃ βαρβάρων. ἐλθὼν δὲ πρός τι ὄρος κατεστρατοπέδευσεν ὑπὸ ταῖς ὑπωρείαις τοῦ ὄρους.καὶ ἐν τούτῳ Πτολεμαῖος ὁ Λάγου ἐκπεμφθεὶς μὲν ὑπὸ Ἀλεξάνδρου ἐς προνομήν, προελθὼν δὲ προσωτέρω αὐτὸς ξὺν ὀλίγοις ὡς ἐς κατασκοπήν, ἀπαγγέλλει Ἀλεξάνδρῳ πυρὰ κατιδεῖν τῶν βαρβάρων πλείονα ἤ ἐν τῷ Ἀλεξάνδρου στρατοπέδῳ.καὶ Ἀλέξανδρος τῷ μὲν πλήθει τῶν πυρῶν ἠπίστησεν, εἶναι δέ τι ξυνεστηκὸς τῶν ταύτῃ βαρβάρων αἰσθόμενος μέρος μὲν τῆς στρατιᾶς αὐτοῦ καταλείπει πρὸς τῷ ὄρει ὡς εἶχον ἐστρατοπεδευμένους· αὐτὸς δὲ ἀναλαβὼν ὅσοι ἀποχρῶντες ἐς τὰ ἀπηγγελμένα ἐφαίνοντο, ὡς πλησίον ἤδη ἀφεώρων τὰ πυρά, τρίχα διανέμει τὴν στρατιάν.καὶ τῷ μὲν ἑνὶ ἐπέταξε Λεοννάτον τὸν σωματοφύλακα, ξυντάξας αὐτῷ τήν τε Ἀττάλου καὶ τὴν Βαλάκρου τάξιν· τὴν δευτέραν δὲ μοῖραν Πτολεμαίῳ τῷ Λάγου ἄγειν ἔδωκε, τῶν τε ὑπασπιστῶν τῶν βασιλικῶν τὸ τρίτον μέρος καὶ τὴν Φιλίππου καὶ Φιλώτα τάξιν καὶ δύο χιλιαρχίας τῶν τοξοτῶν καὶ τοὺς Ἀγριᾶνας καὶ τῶν ἱππέων τοὺς ἡμίσεας· τὴν δὲ τρίτην μοῖραν αὐτὸς ἦγεν ἵνα οἱ πλεῖστοι τῶν βαρβάρων ἐφαίνοντο.οἱ δὲ ὡς ᾔσθοντο προσάγοντας τοὺς Μακεδόνας, κατεῖχον γὰρ χωρία ὑπερδέξια, τῷ τε πλήθει σφῶν θαρσήσαντες καὶ τῶν Μακεδόνων, ὅτι ὀλίγοι ἐφαίνοντο, καταφρονήσαντες ἐς τὸ πεδίον ὑποκατέβησαν· καὶ μάχη γίγνεται καρτερά. ἀλλὰ τούτους μὲν οὐ ξὺν πόνῳ ἐνίκα Ἀλέξανδρος·οἱ δὲ ἀμφὶ Πτολεμαῖον οὐκ ἐν τῷ ὁμαλῷ παρετάξαντο, ἀλλὰ γήλοφον γὰρ κατεῖχον οἱ βάρβαροι, ὀρθίους ποιήσαντες τοὺς λόχους, Πτολεμαῖος προσῆγεν ᾗπερ ἐπιμαχ[ιμ]ώτατον τοῦ λόφου ἐφαίνετο, οὐ πάντῃ τὸν λόφον κυκλωσάμενος, ἀλλʼ ἀπολιπών, εἰ φεύγειν ἐθέλοιεν οἱ βάρβαροι, χώραν αὐτοῖς ἐς τὴν φυγήν.καὶ γίγνεται καὶ τούτοις μάχη καρτερὰ τοῦ χωρίου τῇ χαλεπότητι καὶ ὅτι οὐ κατὰ τοὺς ἄλλους τοὺς ταύτῃ βαρβάρους οἱ Ἰνδοί, ἀλλὰ πολὺ δή τι ἀλκιμώτατοι τῶν προσχώρων εἰσίν. ἐξώσθησαν δὲ καὶ οὗτοι ἀπὸ τοῦ ὄρους ὑπὸ τῶν Μακεδόνων· καὶ οἱ ἀμφὶ Λεοννάτον τῇ τρίτῃ μοίρᾳ τῆς στρατιᾶς ὡσαύτως ἔπραξαν· ἐνίκων γὰρ καὶ οὗτοι τοὺς κατὰ σφᾶς.καὶ λέγει Πτολεμαῖος ἀνθρώπους μὲν ληφθῆναι τοὺς πάντας ὑπὲρ τετρακισμυρίους, βοῶν δὲ ὑπὲρ τὰς τρεῖς καὶ εἴκοσι μυριάδας· καὶ τούτων τὰς καλλίστας ἐπιλεξάμενον Ἀλέξανδρον, ὅτι διαφέρουσαι αὐτῷ κάλλει τε καὶ μεγέθει ἐφαίνοντο, πέμψαι ἐθέλειν ἐς Μακεδονίαν ἐργάζεσθαι τὴν χώραν.ἐντεῦθεν ἐπὶ τὴν τῶν Ἀσσακηνῶν χώραν ἦγεν· τούτους γὰρ ἐξηγγέλλετο παρεσκευάσαι ὡς μαχουμένους, ἱππέας μὲν ἐς δισχιλίους ἔχοντας, πεζοὺς δὲ ὑπὲρ τοὺς τρισμυρίους, τριάκοντα δὲ ἐλέφαντας. κρατερὸς μὲν δὴ ἐκτετειχικὼς ἤδη τὴν πόλιν, ἐφʼ ἧς τῷ οἰκισμῷ κατελέλειπτο, τούς τε βαρύτερον ὡπλισμένους τῆς στρατιᾶς Ἀλεξάνδρῳ ἦγεν καὶ τὰς μηχανάς, εἴ που πολιορκίας δεήσειεν.αὐτὸς δὲ Ἀλέξανδρος τούς τε ἑταίρους ἱππέας ἄγων καὶ τοὺς ἱππακοντιστὰς καὶ τὴν Κοίνου καὶ Πολυπέρχοντος τάξιν καὶ τοὺς Ἀγριᾶνας τοὺς χιλίους καὶ τοὺς τοξότας ᾔει ὡς ἐπὶ τοὺς Ἀσσακηνούς· ἦγε δὲ διὰ τῆς Γουραίων χώρας.καὶ τὸν ποταμὸν τὸν ἐπώνυμον τῆς χώρας τὸν Γουραῖον χαλεπῶς διέβη, διὰ βαθύτητά τε καὶ ὅτι ὀξὺς ὁ ῥοῦς ἦν αὐτῷ καὶ οἱ λίθοι στρογγύλοι ἐν τῷ ποταμῷ ὄντες σφαλεροὶ τοῖς ἐπιβαίνουσιν ἐγίγνοντο. οἱ δὲ βάρβαροι ὡς προσάγοντα ᾔσθοντο Ἀλέξανδρον, ἀθρόοι μὲν ἐς μάχην καταστῆναι οὐκ ἐτόλησαν, διαλυθέντες δὲ ὡς ἕκαστοι κατὰ πόλεις ταύτας ἐπενόουν ἀπομαχόμενοι διασώζειν. καὶ Ἀλέξανδρος πρῶτα μὲν ἐπὶ Μάσσαγα ἦγε, τὴν