ἤδη δέ τινες καὶ τάδε ἀνέγραψαν, τὸν Ἑρμόλαον προᾳχθέντα ἐς τοὺς Μακεδόνας ὁμολογεῖν τε ἐπιβουλεῦσαι — καὶ γὰρ οὐκ εἶναι ἔτι ἐλευθέρῳ ἀνδρὶ φέρειν τὴν ὕβριν τὴν Ἀλεξάνδρου — πάντα καταλέγοντα, τήν τε Φιλώτα οὐκ ἔνδικον τελευτὴν καὶ τὴν τοῦ πατρὸς αὐτοῦ Παρμενίωνος ἔτι ἐκνομωτέραν καὶ τῶν ἄλλων τῶν τότε ἀποθανόντων, καὶ τὴν Κλείτου ἐν μέθῃ ἀναίρεσιν, καὶ τὴν ἐσθῆτα τὴν Μηδικήν, καὶ τὴν προσκύνησιν τὴν βουλευθεῖσαν καὶ οὔπω πεπαυμένην, καὶ πότους τε καὶ ὕπνους τοὺς Ἀλεξάνδρου· ταῦτα οὐ φέροντα ἔτι ἐλευθερῶσαι ἐθελῆσαι ἑαυτόν τε καὶ τοὺς ἄλλους Μακεδόνας. τοῦτον μὲν δὴ αὐτόν τε καὶ τοὺς ξὺν αὐτῷ ξυλληφθέντας καταλευσθῆναι πρὸς τῶν παρόντων.Καλλισθένην δὲ Ἀριστόβουλος μὲν λέγει δεδεμένον ἐν πέδαις ξυμπεριάγεσθαι τῇ στρατιᾷ, ἔπειτα νόσῳ τελευτῆσαι, Πτολεμαῖος δὲ ὁ Λάγου στρεβλωθέντα καὶ κρεμασθέντα θέντα ἀποθανεῖν. οὕτως οὐδὲ οἱ πάνυ πιστοὶ ἐς τὴν ἀφήγησιν καὶ ξυγγενόμενοι ἐν τῷ τότε Ἀλεξάνδρῳ ὑπὲρ τῶν γνωρίμων τε καὶ οὐ λαθόντων σφᾶς ὅπως ἐπράχθη ξύμφωνα ἀνέγραψαν.πολλὰ δὲ καὶ ἄλλα ὑπὲρ τούτων αὐτῶν ἄλλοι ἄλλως ἀφηγήσαντο, ἀλλʼ ἐμοὶ ταῦτα ἀποχρῶντα ἔστω ἀναγεγραμμένα. ταῦτα μὲν δὴ οὐ πολλῷ ὕστερον πραχθέντα ἐγὼ ἐν τοῖσδε τοῖς ἀμφὶ Κλεῖτον ξυνενεχθεῖσιν Ἀλεξάνδρῳ ἀνέγραψα, τούτοις μᾶλλόν τι οἰκεῖα ὑπολαβὼν ἐς τὴν ἀφήγησιν.παρʼ Ἀλέξανδρον δὲ ἧκεν καὶ αὖθις Σκυθῶν τῶν ἐκ τῆς Εὐρώπης πρεσβεία ξὺν τοῖς πρέσβεσιν οἷς αὐτὸς ἐς Σκύθας ἔστειλεν. ὁ μὲν δὴ τότε βασιλεὺς τῶν Σκυθῶν ὅτε οὗτοι ὑπὸ Ἀλεξάνδρου ἐπέμποντο τετελευτηκὼς ἐτύγχανεν, ἀδελφὸς δὲ ἐκείνου ἐβασίλευεν.ἦν δὲ ὁ νοῦς τῆς πρεσβείας ἐθέλειν ποιεῖν πᾶν τὸ ἐξ Ἀλεξάνδρου ἐπαγγελλόμενον Σκύθας· καὶ δῶρα ἔφερον Ἀλεξάνδρῳ παρὰ τοῦ βασιλέως τῶν Σκυθῶν ὅσα μέγιστα νομίζεται ἐν Σκύθαις· καὶ τὴν θυγατέρα ὅτι ἐθέλει Ἀλεξάνδρῳ δοῦναι γυναῖκα βεβαιότητος οὕνεκα τῆς πρὸς Ἀλέξανδρον φιλίας τε καὶ ξυμμαχίας.εἰ δὲ ἀπαξιοῖ τὴν Σκυθῶν βασίλισσαν γῆμαι Ἀλέξανδρος, ἀλλὰ τῶν γε σατραπῶν τῶν τῆς Σκυθικῆς χώρας καὶ ὅσοι ἄλλοι δυνάσται κατὰ τὴν γὴν τὴν Σκυθίδα, τούτων τὰς παῖδας ἐθέλειν δοῦναι τοῖς πιστοτάτοις τῶν ἀμφʼ Ἀλέξανδρον· ἥξειν δὲ καὶ αὐτὸς ἔφασκεν, εἰ κελεύοιτο, ὡς παρʼ αὐτοῦ Ἀλεξάνδρου ἀκοῦσαι ὅσα ἐπαγγέλλοι.ἀφίκετο δʼ ἐν τούτῳ παρʼ Ἀλέξανδρον καὶ Φαρασμάνης ὁ Χορασμίων βασιλεὺς ξὺν ἱππεῦσι χιλίοις καὶ πεντακοσίοις. ἔφασκεν δὲ ὁ Φαρασμάνης ὅμορος οἰκεῖν τῷ τε Κόλχων γένει καὶ ταῖς γυναιξὶ ταῖς Ἀμαζόσι, καὶ εἰ θέλοι Ἀλέξανδρος ἐπὶ Κόλχους τε καὶ Ἀμαζόνας ἐλάσας καταστρέψασθαι τὰ ἐπὶ τὸν πόντον τὸν Εὔξεινον ταύτῃ καθήκοντα γένη, ὁδῶν τε ἡγεμὼν ἔσεσθαι ἐπηγγέλλετο καὶ τὰ ἐπιτήδεια τῇ στρατιᾷ παρασκευάσειν.τοῖς τε οὖν παρὰ τῶν Σκυθῶν ἥκουσι φιλάνθρωπα ἀποκρίνεται Ἀλέξανδρος καὶ ἐς τὸν τότε καιρὸν ξύμφορα, γάμου δὲ οὐδὲν δεῖσθαι Σκυθικοῦ, καὶ Φαρασμάνην ἐπαινέσας τε καὶ φιλίαν καὶ ξυμμαχίαν πρὸς αὐτὸν ξυνθέμενος αὑτῷ μὲν τότε οὐκ ἔφη ἐν καιρῷ εἶναι ἐλαύνειν ἐπὶ τὸν Πόντον· Ἀρταβάζῳ δὲ τῷ Πέρσῃ, ὅτῳ τὰ Βακτρίων ἐξ Ἀλεξάνδρου ἐπετέτακτο, καὶ ὅσοι ἄλλοι πρόσχωροι τούτῳ σατράπαι ξυστήσας Φαρασμάνην ἀποπέμπει ἐς τὰ ἤθη τὰ αὐτοῦ.αὑτῷ δὲ τὰ Ἰνδῶν ἔφη ἐν τῷ τότε μέλειν. τούτους γὰρ καταστρεψάμενος πᾶσαν ἂν ἤδη ἔχειν τὴν Ἀσίαν· ἐχομένης δὲ τῆς Ἀσίας ἐπανιέναι ἂν ἐς τὴν Ἑλλάδα, ἐκεῖθεν δʼ ἐφʼ Ἑλλησπόντου τε καὶ τῆς Προποντίδος ξὺν τῇ δυνάμει πάσῃ τῇ τε ναυτικῇ καὶ τῇ πεζικῇ ἐλάσειν εἴσω τοῦ Πόντου· καὶ ἐς τὸ τότε ἠξίου ἀποθέσθαι Φαρασμάνην ὅσα ἐν τῷ παραυτίκα ἐπηγγέλλετο.αὐτὸς δὲ ἐπὶ τὸν Ὄξον τε ποταμὸν ᾔει αὖθις καὶ εἰς τὴν Σογδιανὴν προχωρεῖν ἐγνώκει, ὅτι πολλοὺς τῶν Σογδιανῶν ἐς τὰ ἐρύματα ξυμπεφευγέναι ἠγγέλλετο οὐδὲ ἐθέλειν κατακούειν τοῦ σατράπου, ὅστις αὐτοῖς ἐξ Ἀλεξάνδρου ἐπετέτακτο. στρατοπεδεύοντος δὲ αὐτοῦ ἐπὶ τῷ ποταμῷ τῷ Ὄξῳ οὐ μακρὰν τῆς σκηνῆς τῆς αὐτοῦ Ἀλεξάνδρου πηγὴ ὕδατος καὶ ἄλλη ἐλαίου πηγὴ πλησίον αὐτῆς ἀνέσχε.καὶ Πτολεμαίῳ τῷ Λάγου τῷ σωματοφύλακι ἐπειδὴ ἐσηγγέλθη τὸ τέρας, Πτολεμαῖος Ἀλεξάνδρῳ ἔφρασεν. Ἀλέξανδρος δὲ ἔθυεν ἐπὶ τῷ φάσματι ὅσα οἱ μάντεις ἐξηγοῦντο. Ἀρίστανδρος δὲ πόνων εἶναι σημεῖον τοῦ ἐλαίου τὴν πηγὴν ἔφασκεν, ἀλλὰ καὶ νίκην ἐπὶ τοῖς πόνοις σημαίνειν.διαβὰς οὖν ξὺν μέρει τῆς στρατιᾶς ἐς τὴν Σογδιανήν, Πολυπέρχοντα δὲ καὶ Ἄτταλον καὶ Γοργίαν καὶ Μελέαγρον αὐτοῦ ἐν Βάκτροις ὑπολιπόμενος τούτοις μὲν παρήγγειλεν τήν τε χώραν ἐν φυλακῇ ἔχειν, ὡς μή τι νεωτερίσωσιν οἱ ταύτῃ βάρβαροι, καὶ τοὺς ἔτι ἀφεστηκότας αὐτῶν ἐξαιρεῖν·αὐτὸς δὲ ἐς πέντε μέρη διελὼν τὴν ἅμα οἷ στρατιὰν τῶν μὲν Ἡφαιστίωνα ἄρχειν ἔταξε, τῶν δὲ Πτολεμαῖον τὸν Λάγου τὸν σωματοφύλακα· τοῖς τρίτοις δὲ Περδίκκαν ἐπέταξε· τῆς δὲ τετάρτης τάξεως Κοῖνος καὶ Ἀρτάβαζος ἡγοῦντο αὐτῷ· τὴν δὲ πέμπτην μοῖραν ἀναλαβὼν αὐτὸς ἐπῄει τὴν χώραν ὡς ἐπὶ Μαράκανδα.καὶ οἱ ἄλλοι ὡς ἑκάστοις προὐχώρει ἐπῄεσαν, τοὺς μέν τινας τῶν ἐς τὰ ἐρύματα ξυμπεφευγότων βίᾳ ἐξαιροῦντες, τοὺς δὲ καὶ ὁμολογίᾳ προσχωροῦντάς σφισιν ἀναλαμβάνοντες. ὡς δὲ ξύμπασα αὐτῷ ἡ δύναμις ἐπελθοῦσα τῶν Σογδιανῶν τῆς χώρας τὴν πολλὴν ἐς Μαράκανδα ἀφίκετο, Ἡφαιστίωνα μὲν ἐκπέμπει τὰς ἐν τῇ Σογδιανῇ πόλεις συνοικίζειν, Κοῖνον δὲ καὶ Ἀρτάβαζον ὡς ἐς Σκύθας, ὅτι ἐς Σκύθας καταπεφευγέναι Σπιταμένης αὐτῷ ἐξηγγέλλετο, αὐτὸς δὲ ξὺν τῇ λοιπῇ στρατιᾷ ἐπιὼν τῆς Σογδιανῆς ὅσα ἔτι πρὸς τῶν ἀφεστηκότων κατείχετο ταῦτα οὐ χαλεπῶς ἐξῄρει.