Τὰ μὲν τοίνυν ἄλλα, ὦ Ἑρμότιμε, διηγουμένῳ σοι παρειπόμην καὶ ἐπίστευον οὕτως ἔχειν, σοφούς τε γίγνεσθαι αὐτοὺς καὶ ἀνδρείους καὶ δικαίους καὶ τὰ ἄλλα· καί πως ἐκηλούμην πρὸς τὸν λόγον. ὁπότε δὲ καὶ πλούτου ἔφησθα καταφρονεῖν σφᾶς καὶ δόξης καὶ ἡδονῶν καὶ μήτε ὀργίζεσθαι μήτε λυπεῖσθαι, πάνυ ἐνταῦθα (μόνω γάρ ἐσμεν) ἐπέστην ἀναμνησθεὶς ἃ πρῴην εἶδον ποιοῦντα—βούλει φῶ τίνα; ἢ ἱκανὸν καὶ ἄνευ τοῦ ὀνόματος; Μηδαμῶς, ἀλλὰ καὶ τοῦτο εἰπὲ ὅστις ἦν. Διδάσκαλος αὐτὸς οὗτος ὁ σός—ἀνὴρ τά τε ἄλλα αἰδοῦς ἄξιος καὶ γέρων ἤδη ἐς τὸ ὕστατον. Τί οὖν δὴ ἐποίει; Τὸν ξένον οἶσθα τὸν Ἡρακλεώτην ὃς ἐκ πολλοῦ συνεφιλοσόφει αὐτῷ μαθητὴς ὤν, τὸν ξανθόν, τὸν ἐριστικόν; Οἶδα ὅν λέγεις· Δίων αὐτῷ τοὔνομα. Ἐκεῖνον αὐτόν, ἐπεὶ τὸν μισθὸν οἶμαι μὴ ἀπεδίδου κατὰ καιρόν, ἀπήγαγε παρὰ τὸν ἄρχοντα ἔναγχος περιθείς γε αὐτῷ θοἰμάτιον περὶ τὸν τράχηλον καὶ ἐβόα καὶ ὠργίζετο, καὶ εἰ μὴ τῶν συνήθων τινὲς ἐν μέσῳ γενόμενοι ἀφείλοντο τὸν νεανίσκον ἐκ τῶν χειρῶν αὐτοῦ, εὖ ἴσθι προσφὺς ἂν ἀπέτραγεν αὐτοῦ τὴν ῥῖνα ὁ γέρων, οὕτως ἠγανάκτει.