Ὅμως οὐκ ἔφησθα ὁπόσον, ὡς χρόνῳ περιλαβεῖν. Οὐδ’ αὐτὸς γὰρ οἶδα, ὦ Λυκῖνε, τἀκριβές. εἰκάζω μέντοι οὐ πλείω τῶν εἴκοσιν ἐτῶν ἔσεσθαι, μεθ' ἃ πάντως που ἐπὶ τῷ ἄκρῳ ἐσόμεθα. Ἡράκλεις, πολὺ λέγεις. Καὶ γὰρ περὶ μεγάλων, ὦ Λυκῖνε, οἱ πόνοι. Τοῦτο μὲν ἴσως ἀληθές. ὑπὲρ δὲ τῶν εἴκοσιν ἐτῶν ὅτι βιώσῃ τοσαῦτα πότερον ὁ διδάσκαλός σου καθυπέσχετο, οὐ μόνον σοφός, ἀλλὰ καὶ μαντικὸς ὢν ἢ χρησμολόγος τις ἢ ὅσοι τὰς Χαλδαίων μεθόδους ἐπίστανται; φασὶ γοῦν εἰδέναι τὰ τοιαῦτα. οὐ γὰρ δὴ σέ γε εἰκὸς ἐπὶ τῷ ἀδήλῳ, εἰ βιώσῃ μέχρι πρὸς τὴν ἀρετήν, τοσούτους πόνους ἀνέχεσθαι καὶ ταλαιπωρεῖν νύκτωρ καὶ μεθ' ἡμέραν οὐκ εἰδότα εἴ σε πλησίον ἤδη τοῦ ἄκρου γενόμενον τὸ χρεὼν ἐπιστὰν κατασπάσει λαβόμενον τοῦ ποδὸς ἐξ ἀτελοῦς τῆς ἐλπίδος. Ἄπαγε. δύσφημα γὰρ ταῦτα, ὦ Λυκῖνε. ἀλλ’ εἴη βιῶναι ὡς μίαν γοῦν ἡμέραν εὐδαιμονήσω σοφὸς γενόμενος. Καὶ ἱκανή σοι ἀντὶ τῶν τοσούτων καμάτων ἡ μία ἡμέρα; Ἐμοὶ μὲν καὶ ἀκαριαῖον ὁπόσον ἱκανόν.