Ἀλλὰ τήν γε ἀρχὴν ὁ αὐτὸς οὗτος Ἡσίοδος ἥμισυ τοῦ παντὸς ἔφη εἶναι, ὥστε κατὰ μέσην τὴν ἄνοδον ἤδη λέγοντες εἶναί σε οὐκ ἂν ἁμάρτοιμεν. Οὐδέπω οὐδὲ τοῦτο. πάμπολυ γὰρ ἂν ἡμῖν ἤνυστο. Ἀλλὰ ποῦ γάρ σε φῶμεν τῆς ὁδοῦ τυγχάνειν ὄντα; Ἐν τῇ ὑπωρείᾳ κάτω ἔτι, ὦ Λυκῖνε, ἄρτι προβαίνειν βιαζόμενον. ὀλισθηρὰ δὲ καὶ τραχεῖα καὶ δεῖ χεῖρα ὀρέγοντος. Οὐκοῦν ὁ διδάσκαλός σοι τοῦτο ἱκανὸς ποιῆσαι ἄνωθεν ἐκ τοῦ ἄκρου καθάπερ ὁ τοῦ Ὁμήρου Ζεὺς χρυσῆν τινα σειρὰν καθιεὶς τοὺς αὑτοῦ λόγους, ὑφ' ὧν σε ἀνασπᾷ δηλαδὴ καὶ ἀνακουφίζει πρὸς αὑτόν τε καὶ τὴν ἀρετὴν αὐτὸς πρὸ πολλοῦ ἀναβεβηκώς. Αὐτὸ ἔφησθα, ὦ Λυκῖνε, τὸ γιγνόμενον. ὅσον γοῦν ἐπ' ἐκείνῳ πάλαι ἀνεσπάσμην ἂν καὶ συνῆν αὐτοῖς. τὸ δ’ ἐμὸν ἔτι ἐνδεῖ.