Ἤδη οὖν ἅπαντες αὐτὸν ᾔδεσαν πολλῷ μᾶλλον ἢ τοὺς Ὀλυμπιονίκας αὐτούς. καὶ οὐκ ἔστιν ὅστις ἀνήκοος ἦν τοῦ Ἡροδότου ὀνόματος—οἱ μὲν αὐτοὶ ἀκούσαντες ἐν Ὀλυμπίᾳ, οἱ δὲ τῶν ἐκ τῆς πανηγύρεως ἡκόντων πυνθανόμενοι· καὶ εἴ πού γε φανείη μόνον, ἐδείκνυτο ἂν τῷ δακτύλῳ, Οὗτος ἐκεῖνος Ἡρόδοτός ἐστιν ὁ τὰς μάχας τὰς Περσικὰς Ἰαστὶ συγγεγραφώς, ὁ τὰς νίκας ἡμῶν ὑμνήσας. τοιαῦτα ἐκεῖνος ἀπέλαυσε τῶν ἱστοριῶν, ἐν μιᾷ συνόδῳ πάνδημόν τινα καὶ κοινὴν ψῆφον τῆς Ἑλλάδος λαβὼν καὶ ἀνακηρυχθεὶς οὐχ ὑφ' ἑνὸς μὰ Δία κήρυκος, ἀλλ’ ἐν ἁπάσῃ πόλει, ὅθεν ἕκαστος ἦν τῶν πανηγυριστῶν.