3. ΝΟΜΟΙ ΣΥΜΠΟΤΙΚΟΙ Λούεσθαι μὲν ὁπόταν τὸ στοιχεῖον ἑξάπουν ᾖ, τὰ δὲ πρὸ τοῦ λουτροῦ κάρυα καὶ πεσσοὶ ἔστωσαν. Κατακείσθω ὅπου ἂν τύχῃ ἕκαστος. ἀξίωμα ἢ γένος ἢ πλοῦτος ὀλίγον συντελείτω ἐς προνομήν. Οἴνου τοῦ αὐτοῦ πίνειν ἅπαντας, μηδ’ ἔστω πρόφασις τῷ πλουσίῳ ἢ στομάχου ἢ κεφαλῆς ὀδύνη, ὡς μόνον δι’ αὐτὴν πίνειν τοῦ κρείττονος. Μοῖρα κρεῶν κατ’ ἴσον ἅπασιν. οἱ διάκονοι πρὸς χάριν μηδενὶ μηδέν, ἀλλὰ μηδὲ βραδυνέτωσαν μηδὲ παραπεμπέσθωσαν ἔστ’ ἂν αὐτοῖς δοκῇ, ὁπόσα χρὴ ἀποφέρειν. μηδὲ τῷ μὲν μεγάλα, τῷ δὲ κομιδῇ μικρὰ παρατιθέσθω, μηδὲ τῷ μὲν ὁ μηρός, τῷ δὲ ἡ γνάθος συός, ἀλλ’ ἰσότης ἐπὶ πᾶσιν.