2. ΝΟΜΟΙ ΔΕΥΤΕΡΟΙ Πρὸ πολλοῦ τῆς ἑορτῆς οἱ πλούσιοι γραφόντων μὲν ἐς πινάκιον ἑκάστου τῶν φίλων τοὔνομα, ἐχόντων δὲ καὶ ἀργύριον ἕτοιμον ὅσον τῶν κατ’ ἔτος προσιόντων τὸ δέκατον καὶ ἐσθῆτα τῆς οὔσης τὴν περιττὴν καὶ ὅση παχυτέρα ἢ κατ’ αὐτοὺς κατασκευή, καὶ τῶν ἀργυρῶν οὐκ ὀλίγα. ταῦτα μὲν πρόχειρα ἔστω. Τῇ δὲ πρὸ τῆς ἑορτῆς καθάρσιον μέν τι περιφερέσθω καὶ ὑπ’ αὐτῶν ἐξελαυνέσθω ἐκ τῆς οἰκίας μικρολογία καὶ φιλαργυρία καὶ φιλοκερδία καὶ ὅσα τοιαῦτα ἄλλα σύνοικα τοῖς πλείστοις αὐτῶν. Ἐπειδὰν δὲ καθαρὰν τὴν οἰκίαν ἐξεργάσωνται, θυόντων Διὶ πλουτοδότῃ καὶ Ἑρμῇ δώτορι καὶ Ἀπόλλωνι μεγαλοδώρῳ. Εἶτα περὶ δείλην ὀψίαν ἀναγινωσκέσθω μὲν σφίσι τὸ φιλικὸν ἐκεῖνο πινάκιον.