ἐπίσχες. οὐ γυναικός ἐστι φωνὴ ῥαψῳδούσης τι τῶν Ὁμήρου; νὴ Δία· ἀλλʼ ἀκούσωμεν ὅ τι καὶ λέγει. ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν, ὃς χρυσὸν φιλέει μὲν ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ. οὐκοῦν τὸν Κάνθαρόν σοι μισητέον. ξεινοδόκον κακὰ ῥέξεν, ὅ κεν φιλότητα παράσχῃ. περὶ ἐμοῦ τοῦτο τὸ ἔπος, οὗ τὴν γυναῖκα ᾤχετο ἀπάγων διότι αὐτὸν ὑπεδεξάμην. οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο, οὔτε ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ, Θερσίτʼ ἀκριτόμυθε, κακῶν πανάριστε κολοιῶν μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν. α Εἰκότως τῷ καταράτῳ τὰ ἔπη. Πρόσθε κύων, ὄπιθεν δὲ λέων, μέσση δὲ χίμαιρα δεινὸν ἀποπνείουσα τρίτου κυνὸς ἄγριον ὁρμήν.