ἐπειδὰν δέ ποτε διὰ μακροῦ τοῦ χρόνου Κρονίων ἢ Παναθηναίων ἐπιστάντων πέμπηταί τί σοι ἐφεστρίδιον ἄθλιον ἢ χιτώνιον ὑπόσαθρον, ἐνταῦθα μάλιστα πολλὴν δεῖ καὶ μεγάλην γενέσθαι τὴν πομπήν. καὶ ὁ μὲν πρῶτος εὐθὺς ἔτι σκεπτομένου παρακούσας τοῦ δεσπότου προδραμὼν καὶ προμηνύσας ἀπέρχεται μισθὸν οὐκ ὀλίγον τῆς ἀγγελίας προλαβών. ἕωθεν δὲ τρισκαίδεκα ἥκουσιν κομίζοντες, ἕκαστος ὡς πολλὰ εἶπε καὶ ὡς ὑπέμνησε καὶ ὡς ἐπιτραπεὶς τὸ κάλλιον ἐπελέξατο διεξιών. ἅπαντες δʼ οὖν ἀπαλλάττονται λαβόντες, ἔτι καὶ βρενθυόμενοι ὅτι μὴ πλείω ἔδωκας.