ἡ Εἱμαρμένη τοίνυν καὶ ἡ Τύχη — πολυθρύλητοι γὰρ πάνυ καὶ αὗται — τίνες πότʼ εἰσὶν ἢ τί δύναται αὐτῶν ἑκατέρα; πότερον τὰ ἴσα ταῖς Μοίραις ἤ τι καὶ ὑπὲρ ἐκείνας; ἀκούω γοῦν ἁπάντων λεγόντων, μηδὲν εἶναι Τύχης καὶ Εἱμαρμένης δυνατώτερον. οὐ θέμις ἅπαντά σε εἰδέναι, ὦ Κυνίσκε· τίνος δʼ οὖν ἕνεκα ἠρώτησας τὸ περὶ τῶν Μοιρῶν;