τοῦτό σοι τέλος, ὦ καλὲ Φίλων, ἐγένετο τοῦ συμποσίου, ἢ ἄμεινον τὸ τραγικὸν ἐκεῖνο ἐπειπεῖν, πολλαὶ μορφαὶ τῶν δαιμονίων, πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί, καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη· ἀπροσδόκητα γὰρ ὡς ἀληθῶς ἀπέβη καὶ ταῦτα. ἐκεῖνό γε μὴν μεμάθηκα ἤδη, ὡς οὐκ ἀσφαλὲς ἄπρακτον ὄντα συνεστιᾶσθαι τοιούτοις σοφοῖς.