σὺ δὲ ἡμᾶς παραλιπὼν ἄλλους εὐωχεῖς, εἰκότως· οὔπω γὰρ δύνασαι διακρίνειν τὸ βέλτιον οὐδὲ τὴν καταληπτικὴν φαντασίαν ἔχεις. ἀλλὰ οἶδα ὅθεν μοι ταῦτα, παρὰ τῶν θαυμαστῶν σου φιλοσόφων, Ζηνοθέμιδος καὶ Λαβυρίνθου, ὧν — ἀπείη δὲ ἡ Ἀδράστεια — συλλογισμῷ ἑνὶ ἀποφράξαι ἄν μοι τάχιστα δοκῶ τὰ στόματα. ἢ εἰπάτω τις αὐτῶν, τί ἐστὶ φιλοσοφία; ἢ τὰ πρῶτα ταῦτα, τί διαφέρει σχέσις ἕξεως; ἵνα μὴ τῶν ἀπόρων εἴπω τι, κερατίναν ἢ σωρείτην ἢ θερίζοντα λόγον. Ἀλλὰ σὺ μὲν ὄναιο αὐτῶν. ἐγὼ δὲ ὡς ἂν μόνον τὸ καλὸν ἀγαθὸν ἡγούμενος εἶναι οἴσω ῥᾳδίως τὴν ἀτιμίαν.