παρελθὼν γὰρ εἰς τὸ μέσον οἰκέτης παρʼ Ἑτοιμοκλέους τοῦ Στωϊκοῦ ἥκειν λέγων γραμματίδιον ἔχων κελεῦσαί οἱ ἔφη τὸν δεσπότην ἐν τῷ κοινῷ ἀναγνόντα εἰς ἐπήκοον ἅπασιν ὀπίσω αὖθις ἀπαλλάττεσθαι. ἐφέντος οὖν τοῦ Ἀρισταινέτου προσελθὼν πρὸς τὸν λύχνον ἀνεγίνωσκεν. ἦ που, ὦ Λυκῖνε, τῆς νύμφης ἐγκώμιον ἢ ἐπιθαλάμιον, οἷα πολλὰ ποιοῦσιν; ἀμέλει καὶ ἡμεῖς τοιοῦτον ᾠήθημεν, ἀλλʼ οὐδʼ ἐγγὺς ἦν τούτου· ἐνεγέγραπτο γάρ·