ὅλως γὰρ τὰ τοιαῦτα ἐπινοοῦσι καὶ λέγουσιν, ἃ μάλιστα ἴσασιν ἐς ὀργὴν δυνάμενα προκαλέσασθαι τὸν ἀκροώμενον, καὶ ἔνθα τρωτός ἐστιν ἕκαστος ἐπιστάμενοι, ἐπʼ ἐκεῖνο τοξεύουσι καὶ ἀκοντίζουσιν ἐς αὐτό, ὥστε τῇ παραυτίκα ὀργῇ τεταραγμένον μηκέτι σχολὴν ἄγειν τῇ ἐξετάσει τῆς ἀληθείας, ἀλλὰ κἂν θέλῃ τις ἀπολογεῖσθαι, μὴ προσίεσθαι, τῷ παραδόξῳ τῆς ἀκροάσεως ὡς ἀληθεῖ προκατειλημμένον.