οὐ μέντοι μικρὸν οὐδὲ ἁπλοῦν ἐστι τοῦτο, ὡς ἄν τις ὑπολάβοι, ἀλλὰ πολλῆς μὲν τέχνης, οὐκ ὀλίγης δὲ ἀγχινοίας, ἀκριβοῦς δέ τινος ἐπιμελείας δεόμενον· οὐ γὰρ ἂν τοσαῦτα ἔβλαπτεν ἡ διαβολή, εἰ μὴ πιθανόν τινα τρόπον ἐγίνετο· οὐδʼ ἂν κατίσχυε τὴν πάντων ἰσχυροτέραν ἀλήθειαν, εἰ μὴ πολὺ τὸ ἐπαγωγὸν καὶ πιθανὸν καὶ μυρία ἄλλα παρεσκεύαστο κατὰ τῶν ἀκουόντων.