μήτε γὰρ ὑπάρχων μήτε ἀμυνόμενος τὸ παράπαν τολμάτω πληγαῖς τὸν τοιοῦτον νουθετεῖν. ξένον δὲ ἂν ἀσελγαίνοντα καὶ θρασυνόμενον ἑαυτὸν τύπτοντα οἴηται δεῖν κολασθῆναι, λαβὼν πρὸς τὴν ἀρχὴν τῶν ἀστυνόμων ἀπαγέτω, τοῦ τύπτειν δὲ εἰργέσθω, ἵνα πόρρω γίγνηται τοῦ τὸν ἐπιχώριον ἂν τολμῆσαί ποτε πατάξαι. οἱ δʼ ἀστυνόμοι παραλαβόντες τε καὶ ἀνακρίναντες, τὸν ξενικὸν αὖ θεὸν εὐλαβούμενοι, ἐὰν ἄρα ἀδίκως δοκῇ ὁ ξένος τὸν ἐπιχώριον τύπτειν, τῇ μάστιγι τὸν ξένον ὅσας ἂν αὐτὸς πατάξῃ τοσαύτας δόντες, τῆς θρασυξενίας παυόντων· ἐὰν δὲ μὴ ἀδικῇ, ἀπειλήσαντές τε καὶ ὀνειδίσαντες τῷ ἀπαγαγόντι μεθιέντων ἄμφω.ἧλιξ δὲ ἥλικα καὶ τὸν ἄπαιδα προέχοντα ἡλικίᾳ ἑαυτοῦ ἐὰν τύπτῃ, γέρων τε γέροντα καὶ ἐὰν νέος νέον, ἀμυνέσθω κατὰ φύσιν ἄνευ βέλους ψιλαῖς ταῖς χερσίν· ὁ δὲ ὑπὲρ τετταράκοντα γεγονὼς ἔτη ἐὰν τολμᾷ τῳ μάχεσθαι, εἴτε ἄρχων εἴτε ἀμυνόμενος, ἄγροικος καὶ ἀνελεύθερος ἂν λεγόμενος ἀνδραποδώδης τε, δίκης ἂν ἐπονειδίστου τυγχάνων τὸ πρέπον ἔχοι. καὶ ἐὰν μέν τις τοιούτοις παραμυθίοις εὐπειθὴς γίγνηται, εὐήνιος ἂν εἴη· ὁ δὲ δυσπειθὴς καὶ μηδὲν προοιμίου φροντίζων δέχοιτʼ ἂν τὸν τοιόνδε ἑτοίμως νόμον· ἐάν τις τύπτῃ τὸν πρεσβύτερον εἴκοσιν ἔτεσιν ἢ πλείοσιν ἑαυτοῦ, πρῶτον μὲν ὁ προστυγχάνων, ἐὰν μὴ ἧλιξ μηδὲ νεώτερος ᾖ τῶν μαχομένων, διειργέτω ἢ κακὸς ἔστω κατὰ νόμον· ἐὰν δὲ ἐν τῇ τοῦ πληγέντος ἡλικίᾳ ἢ ἔτι νεώτερος, ἀμυνέτω ὡς ἀδελφῷ ἢ πατρὶ ἢ ἔτι ἀνωτέρω τῷ ἀδικουμένῳ. πρὸς δʼ ἔτι δίκην ὑπεχέτω τῆς αἰκίας ὁ τὸν πρεσβύτερον, ὡς εἴρηται, τολμήσας τύπτειν, καὶ ἐὰν ὄφλῃ τὴν δίκην, δεδέσθω μηδὲν ἐνιαυτοῦ σμικρότερον· ἐὰν δὲ οἱ δικασταὶ τιμήσωσιν πλείονος, ἔστω κύριος ὁ τιμηθεὶς αὐτῷ χρόνος. ἐὰν δὲ ξένος ἢ τῶν μετοίκων τις τύπτῃ τὸν πρεσβύτερον εἴκοσιν ἔτεσιν ἢ πλείοσιν ἑαυτοῦ, περὶ μὲν τῶν παραγενομένων τῆς βοηθείας ὁ αὐτὸς νόμος ἐχέτω τὴν αὐτὴν δύναμιν, ὁ δὲ τὴν τοιαύτην δίκην ἡττηθείς, ξένος μὲν ὢν καὶ μὴ σύνοικος, δύο ἔτη δεδεμένος ἐκτινέτω ταύτην αὐτὴν τὴν δίκην, ὁ δὲ μέτοικός τε ὢν καὶ ἀπειθῶν τοῖς νόμοις τρία ἔτη δεδέσθω, ἐὰν μὴ τὸ δικαστήριον πλείονος αὐτῷ χρόνου τιμήσῃ τὴν δίκην. ζημιούσθω δὲ καὶ ὁ παραγενόμενος ὁτῳοῦν τούτων καὶ μὴ βοηθήσας κατὰ νόμον, ὁ μὲν μεγίστου τιμήματος ὢν μνᾷ, δευτέρου δὲ ὢν πεντήκοντα δραχμαῖς, τρίτου δὲ τριάκοντα, εἴκοσι δὲ τοῦ τετάρτου·δικαστήριον δὲ γιγνέσθω τοῖς τοιούτοισι στρατηγοὶ καὶ ταξίαρχοι φύλαρχοί τε καὶ ἵππαρχοι.νόμοι δέ, ὡς ἔοικεν, οἱ μὲν τῶν χρηστῶν ἀνθρώπων ἕνεκα γίγνονται, διδαχῆς χάριν τοῦ τίνα τρόπον ὁμιλοῦντες ἀλλήλοις ἂν φιλοφρόνως οἰκοῖεν, οἱ δὲ τῶν τὴν παιδείαν διαφυγόντων, ἀτεράμονι χρωμένων τινὶ φύσει καὶ μηδὲν τεγχθέντων ὥστε μὴ ἐπὶ πᾶσαν ἰέναι κάκην. οὗτοι τοὺς μέλλοντας λόγους ῥηθήσεσθαι πεποιηκότες ἂν εἶεν· οἷς δὴ τοὺς νόμους ἐξ ἀνάγκης ὁ νομοθέτης ἂν νομοθετοῖ, βουλόμενος αὐτῶν μηδέποτε χρείαν γίγνεσθαι.πατρὸς γὰρ ἢ μητρὸς ἢ τούτων ἔτι προγόνων ὅστις τολμήσει ἅψασθαί ποτε βιαζόμενος αἰκίᾳ τινί, μήτε τῶν ἄνω δείσας θεῶν μῆνιν μήτε τῶν ὑπὸ γῆς τιμωριῶν λεγομένων, ἀλλὰ ὡς εἰδὼς ἃ μηδαμῶς οἶδεν, καταφρονῶν τῶν παλαιῶν καὶ ὑπὸ πάντων εἰρημένων, παρανομεῖ, τούτῳ δεῖ τινος ἀποτροπῆς ἐσχάτης. θάνατος μὲν οὖν οὐκ ἔστιν ἔσχατον, οἱ δὲ ἐν Ἅιδου τούτοισι λεγόμενοι πόνοι ἔτι τε τούτων εἰσὶ μᾶλλον ἐν ἐσχάτοις, καὶ ἀληθέστατα λέγοντες οὐδὲν ἀνύτουσιν ταῖς τοιαύταις ψυχαῖς ἀποτροπῆς—οὐ γὰρ ἂν ἐγίγνοντό ποτε μητραλοῖαί τε καὶ τῶν ἄλλων γεννητόρων ἀνόσιοι πληγῶν τόλμαι—δεῖ δὴ τὰς ἐνθάδε κολάσεις περὶ τὰ τοιαῦτα τούτοισι τὰς ἐν τῷ ζῆν μηδὲν τῶν ἐν Ἅιδου λείπεσθαι κατὰ δύναμιν. ἔστω δὴ λεγόμενον τὸ μετὰ τοῦτο τῇδε· ὃς ἂν τολμήσῃ πατέρα ἢ μητέρα ἢ τούτων πατέρας ἢ μητέρας τύπτειν μὴ μανίαις ἐχόμενος, πρῶτον μὲν ὁ προστυγχάνων καθάπερ ἐν τοῖς ἔμπροσθεν βοηθείτω, καὶ ὁ μὲν μέτοικος ἢ ξένος εἰς προεδρίαν τῶν ἀγώνων καλείσθω βοηθῶν, μὴ βοηθήσας δὲ ἀειφυγίαν ἐκ τῆς χώρας φευγέτω· ὁ δὲ μὴ μέτοικος βοηθῶν μὲν ἔπαινον ἐχέτω, μὴ βοηθῶν δέ, ψόγον· δοῦλος δὲ βοηθήσας μὲν ἐλεύθερος γιγνέσθω, μὴ βοηθήσας δὲ πληγὰς ἑκατὸν τῇ μάστιγι τυπτέσθω, ἐν ἀγορᾷ μὲν ἂν γίγνηται τὸ γενόμενον, ὑπʼ ἀγορανόμων, ἐὰν δʼ ἐκτὸς ἀγορᾶς ἐν ἄστει, τῶν ἀστυνόμων κολάζειν τὸν ἐπιδημοῦντα, ἐὰν δὲ κατʼ ἀγροὺς τῆς χώρας που, τοὺς τῶν ἀγρονόμων ἄρχοντας. ἐὰν δʼ ἐπιχώριος ὁ παρατυγχάνων ᾖ τις, ἐάντε παῖς ἐάντε ἀνὴρ ἐάντʼ οὖν γυνή, ἀμυνέτω πᾶς τὸν ἀνόσιον ἐπονομάζων· ὁ δὲ μὴ ἀμύνων ἀρᾷ ἐνεχέσθω Διὸς ὁμογνίου καὶ πατρῴου κατὰ νόμον. ἐὰν δέ τις ὄφλῃ δίκην αἰκίας γονέων, πρῶτον μὲν φευγέτω ἀειφυγίαν ἐξ ἄστεος εἰς τὴν ἄλλην χώραν καὶ πάντων ἱερῶν εἰργέσθω· μὴ δὲ εἰργόμενον κολαζόντων αὐτὸν ἀγρονόμοι πληγαῖς καὶ πάντως ὡς ἂν ἐθέλωσιν, κατελθὼν δὲ θανάτῳ ζημιούσθω.ἐὰν δέ τις τῷ τοιούτῳ, ὅσοι ἐλεύθεροι, συμφάγῃ ἢ συμπίῃ ἤ τινα τοιαύτην ἄλλην κοινωνίαν κοινωνήσῃ, ἢ καὶ μόνον ἐντυγχάνων που προσάπτηται ἑκών, μήτε εἰς ἱερὸν ἔλθῃ μηδὲν μήτʼ εἰς ἀγορὰν μήτʼ εἰς πόλιν ὅλως πρότερον ἢ καθήρηται, νομίζων κεκοινωνηκέναι ἀλιτηριώδους τύχης·