ἄπαις δὲ ὅστις ἂν τοιαύταις συμφοραῖς περιπέσῃ, τοὺς συγγενεῖς συνελθόντας μέχρι ἀνεψιῶν παίδων τοῦ πεφευγότος ἀμφοτέρωθεν, πρός τε ἀνδρῶν καὶ πρὸς γυναικῶν, κληρονόμον εἰς τὸν οἶκον τοῦτον τῇ πόλει τετταρακοντακαιπεντακισχιλιοστὸν καταστῆσαι βουλευομένους μετὰ νομοφυλάκων καὶ ἱερέων, διανοηθέντας τρόπῳ καὶ λόγῳ τοιῷδε, ὡς οὐδεὶς οἶκος τῶν τετταράκοντα καὶ πεντακισχιλίων τοῦ ἐνοικοῦντός ἐστιν οὐδὲ σύμπαντος τοῦ γένους οὕτως ὡς τῆς πόλεως δημόσιός τε καὶ ἴδιος· δεῖ δὴ τήν γε πόλιν τοὺς αὑτῆς οἴκους ὡς ὁσιωτάτους τε καὶ εὐτυχεστάτους κεκτῆσθαι κατὰ δύναμιν.ὅταν οὖν τις ἅμα δυστυχηθῇ καὶ ἀσεβηθῇ τῶν οἴκων, ὥστε τὸν κεκτημένον ἐν αὐτῷ παῖδας μὲν μὴ καταλιπεῖν, ἠίθεον δὲ ἢ καὶ γεγαμηκότα ἄπαιδα τελευτῆσαι φόνου ὀφλόντα ἑκουσίου ἤ τινος ἁμαρτήματος ἄλλου τῶν περὶ θεοὺς ἢ πολίτας ὧν ἂν θάνατος ἐν τῷ νόμῳ ζημία διαρρήδην ᾖ κειμένη, ἢ καὶ ἐν ἀειφυγίᾳ τις φεύγῃ τῶν ἀνδρῶν ἄπαις, τοῦτον πρῶτον μὲν καθήρασθαι καὶ ἀποδιοπομπήσασθαι τὸν οἶκον χρεὼν ἔστω κατὰ νόμον, ἔπειτα συνελθόντας, καθάπερ εἴπομεν νυνδή, τοὺς οἰκείους ἅμα νομοφύλαξιν σκέψασθαι γένος ὅτιπερ ἂν ᾖ τῶν ἐν τῇ πόλει εὐδοκιμώτατον πρὸς ἀρετὴν καὶ ἅμα εὐτυχές, ἐν ᾧ ἂν παῖδες γεγονότες ὦσιν πλείους· ὅθεν ἕνα τῷ τοῦ τελευτήσαντος πατρὶ καὶ τοῖς ἄνω τοῦ γένους ὑὸν ὡς ἐκείνων εἰσποιοῦντας, φήμης ἕνεκα ἐπονομάζοντας, γεννήτορά τε αὑτοῖς καὶ ἑστιοῦχον καὶ θεραπευτὴν ὁσίων τε καὶ ἱερῶν ἐπʼ ἀμείνοσι τύχαις γίγνεσθαι τοῦ πατρός, τούτῳ τῷ τρόπῳ ἐπευξαμένους, αὐτὸν κληρονόμον καταστῆσαι κατὰ νόμον, τὸν δʼ ἐξαμαρτόντα ἀνώνυμον ἐᾶν καὶ ἄπαιδα καὶ ἄμοιρον κεῖσθαι, ὁπόταν αὐτὸν καταλάβωσιν αἱ τοιαῦται συμφοραί.ἔστιν δὲ οὐ πάντων, ὡς ἔοικε, τῶν ὄντων ὅρος ὅρῳ προσμειγνύς, ἀλλʼ οἷς ἔστιν μεθόριον, τοῦτο ἐν μέσῳ ὅρων πρότερον ἑκατέρῳ προσβάλλον γίγνοιτʼ ἂν ἀμφοῖν μεταξύ· καὶ δὴ καὶ τῶν ἀκουσίων τε καὶ ἑκουσίων τὸ θυμῷ γιγνόμενον ἔφαμεν εἶναι τοιοῦτον. τραυμάτων οὖν ἔστω τῶν ὀργῇ γενομένων· ἐὰν ὄφλῃ τις, πρῶτον μὲν τίνειν τοῦ βλάβους τὴν διπλασίαν, ἂν τὸ τραῦμα ἰάσιμον ἀποβῇ, τῶν δὲ ἀνιάτων τὴν τετραπλασίαν· ἐὰν δὲ ἰάσιμον μέν, αἰσχύνην δὲ μεγάλην τινὰ προσβάλλῃ τῷ τρωθέντι καὶ ἐπονείδιστον, τὴν τετραπλασίαν ἐκτίνειν. ὅσα δέ τις τρώσας τινὰ μὴ μόνον βλάπτῃ τὸν παθόντα ἀλλὰ καὶ τὴν πόλιν, ποιήσας ἀδύνατον τῇ πατρίδι πρὸς πολεμίους βοηθεῖν, τοῦτον δὲ μετὰ τῶν ἄλλων ζημιῶν ἐκτίνειν καὶ τῇ πόλει τὴν βλάβην·πρὸς γὰρ ταῖς αὑτοῦ στρατείαις καὶ ὑπὲρ τοῦ ἀδυνατοῦντος στρατευέσθω καὶ τὰς ὑπὲρ ἐκείνου πολεμικὰς ταττέσθω τάξεις, ἢ μὴ δρῶν ταῦτα ὑπόδικος τῷ ἐθέλοντι τῆς ἀστρατείας γιγνέσθω κατὰ νόμον. τὴν δὲ δὴ τῆς βλάβης ἀξίαν, εἴτε διπλῆν εἴτε τριπλῆν εἴτε καὶ τετραπλασίαν, οἱ καταψηφισάμενοι δικασταὶ ταττόντων. ἐὰν δὲ ὁμόγονος ὁμόγονον τὸν αὐτὸν τρόπον τούτῳ τρώσῃ, τοὺς γεννήτας καὶ τοὺς συγγενεῖς μέχρι ἀνεψιῶν παίδων πρὸς γυναικῶν καὶ ἀνδρῶν, γυναῖκάς τε καὶ ἄνδρας συνελθόντας, κρίναντας παραδιδόναι τιμᾶν τοῖς γεννήσασι κατὰ φύσιν· ἐὰν δὲ ἀμφισβητήσιμος ἡ τίμησις γίγνηται, τοὺς πρὸς ἀνδρῶν εἶναι τιμῶντας κυρίους, ἐὰν δὲ ἀδυνατῶσιν αὐτοί, τοῖς νομοφύλαξιν τελευτῶντας ἐπιτρέπειν.ἐκγόνοις δὲ πρὸς γονέας εἶναι τῶν τοιούτων τραυμάτων δικαστὰς μὲν τοὺς ὑπὲρ ἑξήκοντα ἔτη γεγονότας ἐπάναγκες, οἷς ἂν παῖδες μὴ ποιητοί, ἀληθινοὶ δέ, ὦσιν, ἂν δέ τις ὄφλῃ, τιμᾶν εἰ τεθνάναι χρὴ τὸν τοιοῦτον εἴτε τι μεῖζον ἕτερον τούτου πάσχειν ἢ καὶ μὴ πολλῷ σμικρότερον· καὶ τῶν συγγενῶν τοῦ δράσαντος μηδένα δικάζειν, μηδʼ ἐὰν γεγονὼς ᾖ τὸν χρόνον ὅσον ὁ νόμος εἴρηκεν. δοῦλος δʼ ἐάν τις ἐλεύθερον ὀργῇ τρώσῃ, παραδότω τὸν δοῦλον ὁ κεκτημένος τῷ τρωθέντι χρῆσθαι ὅτι ἂν ἐθέλῃ· ἐὰν δὲ μὴ παραδιδῷ, αὐτὸς τὴν βλάβην ἐξιάσθω. ἐὰν δὲ ἐκ συνθήκης αἰτιᾶται τοῦ δούλου καὶ τοῦ τρωθέντος μηχανὴν εἶναί τις τὸ γεγονός, ἀμφισβητησάτω· ἐὰν δὲ μὴ ἕλῃ, τριπλασίαν ἐκτεισάτω τὴν βλάβην, ἑλὼν δέ, ἀνδραποδισμοῦ ὑπόδικον ἐχέτω τὸν τεχνάζοντα μετὰ τοῦ δούλου. ὃς δʼ ἂν ἄκων ἄλλος ἄλλον τρώσῃ, τὸ βλάβος ἁπλοῦν ἀποτινέτω—τύχης γὰρ νομοθέτης οὐδεὶς ἱκανὸς ἄρχειν—δικασταὶ δὲ ὄντων οἵπερ τοῖς ἐκγόνοις πρὸς τοὺς γεννήτορας ἐρρήθησαν, καὶ τιμώντων τὴν ἀξίαν τῆς βλάβης.βίαια μὲν δὴ πάνθʼ ἡμῖν τὰ προειρημένα πάθη, βίαιον δὲ καὶ τὸ τῆς αἰκίας πᾶν γένος. ὧδε οὖν χρὴ περὶ τῶν τοιούτων πάντα ἄνδρα καὶ παῖδα καὶ γυναῖκα ἀεὶ διανοεῖσθαι, τὸ πρεσβύτερον ὡς οὐ σμικρῷ τοῦ νεωτέρου ἐστὶ πρεσβευόμενον ἔν τε θεοῖσι καὶ ἐν ἀνθρώποις τοῖς μέλλουσι σῴζεσθαι καὶ εὐδαιμονεῖν. αἰκίαν οὖν περὶ πρεσβύτερον ἐν πόλει γενομένην ὑπὸ νεωτέρου ἰδεῖν αἰσχρὸν καὶ θεομισές· ἔοικεν δὲ νέῳ παντὶ ὑπὸ γέροντος πληγέντι ῥᾳθύμως ὀργὴν ὑποφέρειν, αὑτῷ τιθεμένῳ τιμὴν ταύτην εἰς γῆρας. ὧδε οὖν ἔστω· πᾶς ἡμῖν αἰδείσθω τὸν ἑαυτοῦ πρεσβύτερον ἔργῳ τε καὶ ἔπει· τὸν δὲ προέχοντα εἴκοσιν ἡλικίας ἔτεσιν, ἄρρενα ἢ θῆλυν, νομίζων ὡς πατέρα ἢ μητέρα διευλαβείσθω, καὶ πάσης τῆς δυνατῆς ἡλικίας αὐτὸν φιτῦσαι καὶ τεκεῖν ἀπέχοιτο ἀεὶ θεῶν γενεθλίων χάριν. ὡς δʼ αὕτως καὶ ξένου ἀπείργοιτο εἴτε πάλαι ἐνοικοῦντος εἴτε νεήλυδος ἀφιγμένου·