καὶ οὐδὲν φοβηθεὶς εἴποιμʼ ἂν τοῦτον τὸν λόγον οὔτε ἱππικῆς οὔτε γυμναστικῆς, ὡς ἀνδράσι μὲν πρέπον ἂν εἴη, γυναιξὶ δὲ οὐκ ἂν πρέπον.ἀκούων μὲν γὰρ δὴ μύθους παλαιοὺς πέπεισμαι, τὰ δὲ νῦν ὡς ἔπος εἰπεῖν οἶδα ὅτι μυριάδες ἀναρίθμητοι γυναικῶν εἰσι τῶν περὶ τὸν Πόντον, ἃς Σαυρομάτιδας καλοῦσιν, αἷς οὐχ ἵππων μόνον ἀλλὰ καὶ τόξων καὶ τῶν ἄλλων ὅπλων κοινωνία καὶ τοῖς ἀνδράσιν ἴση προστεταγμένη ἴσως ἀσκεῖται. λογισμὸν δὲ πρὸς τούτοις περὶ τούτων τοιόνδε τινὰ ἔχω· φημί, εἴπερ ταῦτα οὕτω συμβαίνειν ἐστὶν δυνατά, πάντων ἀνοητότατα τὰ νῦν ἐν τοῖς παρʼ ἡμῖν τόποις γίγνεσθαι τὸ μὴ πάσῃ ῥώμῃ πάντας ὁμοθυμαδὸν ἐπιτηδεύειν ἄνδρας γυναιξὶν ταὐτά. σχεδὸν γὰρ ὀλίγου πᾶσα ἡμίσεια πόλις ἀντὶ διπλασίας οὕτως ἔστιν τε καὶ γίγνεται ἐκ τῶν αὐτῶν τελῶν καὶ πόνων· καίτοι θαυμαστὸν ἂν ἁμάρτημα νομοθέτῃ τοῦτʼ αὐτὸ γίγνοιτο. ἔοικέν γε· ἔστι μέντοι πάμπολλα ἡμῖν, ὦ ξένε, παρὰ τὰς εἰωθυίας πολιτείας τῶν νῦν λεγομένων. ἀλλὰ γὰρ εἰπὼν τὸν μὲν λόγον ἐᾶσαι διεξελθεῖν, εὖ διελθόντος δέ, οὕτω τὸ δοκοῦν αἱρεῖσθαι δεῖν, μάλα εἶπές τε ἐμμελῶς, πεποίηκάς τέ με τὰ νῦν αὐτὸν ἐμαυτῷ ἐπιπλήττειν ὅτι ταῦτα εἴρηκα· λέγε οὖν τὸ μετὰ ταῦτα ὅτι σοι κεχαρισμένον ἐστίν. τόδε ἔμοιγε, ὦ Κλεινία, ὃ καὶ πρόσθεν εἶπον, ὡς, εἰ μὲν ταῦτα ἦν μὴ ἱκανῶς ἔργοις ἐληλεγμένα ὅτι δυνατά ἐστι γίγνεσθαι, τάχα ἦν ἄν τι καὶ ἀντειπεῖν τῷ λόγῳ, νῦν δὲ ἄλλο τί που ζητητέον ἐκείνῳ τῷ τοῦτον τὸν νόμον μηδαμῇ δεχομένῳ, τὸ δʼ ἡμέτερον διακέλευμα ἐν τούτοις οὐκ ἀποσβήσεται τὸ μὴ οὐ λέγειν ὡς δεῖ παιδείας τε καὶ τῶν ἄλλων ὅτι μάλιστα κοινωνεῖν τὸ θῆλυ γένος ἡμῖν τῷ τῶν ἀρρένων γένει. καὶ γὰρ οὖν οὑτωσί πως δεῖ περὶ αὐτῶν διανοηθῆναι. φέρε, μὴ μετεχουσῶν ἀνδράσι γυναικῶν κοινῇ τῆς ζωῆς πάσης, μῶν οὐκ ἀνάγκη γενέσθαι γέ τινα τάξιν ἑτέραν αὐταῖς; ἀνάγκη μὲν οὖν. τίνα οὖν ἔμπροσθεν τῶν νῦν ἀποδεδειγμένων θεῖμεν ἂν τῆς κοινωνίας ταύτης ἣν νῦν αὐταῖς ἡμεῖς προστάττομεν;πότερον ἣν Θρᾷκες ταῖς γυναιξὶν χρῶνται καὶ πολλὰ ἕτερα γένη, γεωργεῖν τε καὶ βουκολεῖν καὶ ποιμαίνειν καὶ διακονεῖν μηδὲν διαφερόντως τῶν δούλων; ἢ καθάπερ ἡμεῖς ἅπαντές τε οἱ περὶ τὸν τόπον ἐκεῖνον; νῦν γὰρ δὴ τό γε παρʼ ἡμῖν ὧδέ ἐστιν περὶ τούτων γιγνόμενον· εἴς τινα μίαν οἴκησιν συμφορήσαντες, τὸ λεγόμενον, πάντα χρήματα, παρέδομεν ταῖς γυναιξὶν διαταμιεύειν τε καὶ κερκίδων ἄρχειν καὶ πάσης ταλασίας.ἢ τὸ τούτων δὴ διὰ μέσου φῶμεν, ὦ Μέγιλλε, τὸ Λακωνικόν; κόρας μὲν γυμνασίων μετόχους οὔσας ἅμα καὶ μουσικῆς ζῆν δεῖν, γυναῖκας δὲ ἀργοὺς μὲν ταλασίας, ἀσκητικὸν δέ τινα βίον καὶ οὐδαμῶς φαῦλον οὐδʼ εὐτελῆ διαπλέκειν, θεραπείας δὲ καὶ ταμιείας αὖ καὶ παιδοτροφίας εἴς τι μέσον ἀφικνεῖσθαι, τῶν δʼ εἰς τὸν πόλεμον μὴ κοινωνούσας, ὥστε οὐδʼ εἴ τίς ποτε διαμάχεσθαι περὶ πόλεώς τε καὶ παίδων ἀναγκαία τύχη γίγνοιτο, οὔτʼ ἂν τόξων, ὥς τινες Ἀμαζόνες, οὔτʼ ἄλλης κοινωνῆσαί ποτε βολῆς μετὰ τέχνης δυνάμεναι, οὐδὲ ἀσπίδα καὶ δόρυ λαβοῦσαι μιμήσασθαι τὴν θεόν, ὡς πορθουμένης αὐταῖς τῆς πατρίδος γενναίως ἀντιστάσας, φόβον γε, εἰ μηδὲν μεῖζον, πολεμίοισι δύνασθαι παρασχεῖν ἐν τάξει τινὶ κατοφθείσας; Σαυρομάτιδας δὲ οὐδʼ ἂν τὸ παράπαν τολμήσειαν μιμήσασθαι τοῦτον τὸν τρόπον διαβιοῦσαι, παρὰ γυναῖκας δὲ αὐτὰς ἄνδρες ἂν αἱ ἐκείνων γυναῖκες φανεῖεν. ταῦτʼ οὖν ὑμῶν τοὺς νομοθέτας ὁ μὲν βουλόμενος ἐπαινεῖν ἐπαινείτω, τὸ δʼ ἐμὸν οὐκ ἄλλως ἂν λεχθείη· τέλεον γὰρ καὶ οὐ διήμισυν δεῖν τὸν νομοθέτην εἶναι, τὸ θῆλυ μὲν ἀφιέντα τρυφᾶν καὶ ἀναλίσκειν διαίταις ἀτάκτως χρώμενον, τοῦ δὲ ἄρρενος ἐπιμεληθέντα, τελέως σχεδὸν εὐδαίμονος ἥμισυ βίου καταλείπειν ἀντὶ διπλασίου τῇ πόλει. τί δράσομεν, ὦ Κλεινία; τὸν ξένον ἐάσομεν τὴν Σπάρτην ἡμῖν οὕτω καταδραμεῖν; ναί· δεδομένης γὰρ αὐτῷ παρρησίας ἐατέον, ἕως ἂν διεξέλθωμεν πάντῃ ἱκανῶς τοὺς νόμους. ὀρθῶς λέγεις. οὐκοῦν τὰ μετὰ ταῦτα ἤδη σχεδὸν ἐμὸν πειρᾶσθαι φράζειν; πῶς γὰρ οὔ; τίς δὴ τρόπος ἀνθρώποις γίγνοιτʼ ἂν τοῦ βίου, οἷσιν τὰ μὲν ἀναγκαῖα εἴη κατεσκευασμένα μέτρια, τὰ δὲ τῶν τεχνῶν ἄλλοις παραδεδομένα, γεωργίαι δὲ ἐκδεδομέναι δούλοις ἀπαρχὴν τῶν ἐκ τῆς γῆς ἀποτελοῦσιν ἱκανὴν ἀνθρώποις ζῶσι κοσμίως, συσσίτια δὲ κατεσκευασμένα εἴη χωρὶς μὲν τὰ τῶν ἀνδρῶν, ἐγγὺς δʼ ἐχόμενα τὰ τῶν αὐτοῖς οἰκείων, παίδων τε ἅμα θηλειῶν καὶ τῶν μητέρων αὐταῖς,ἄρχουσιν δὲ καὶ ἀρχούσαις εἴη προστεταγμένα λύειν ταῦτα ἑκάστοις τὰ συσσίτια πάντα, καθʼ ἑκάστην ἡμέραν θεασαμένους καὶ ἰδόντας τὴν διαγωγὴν τὴν τῶν συσσίτων, μετὰ δὲ ταῦτα σπείσαντας τόν τε ἄρχοντα καὶ τοὺς ἄλλους οἷς ἂν τυγχάνῃ θεοῖς ἡ τότε νύξ τε καὶ ἡμέρα καθιερωμένη, κατὰ ταῦτα οὕτως οἴκαδε πορεύεσθαι; τοῖς δὴ ταύτῃ κεκοσμημένοις ἆρα οὐδὲν λειπόμενόν ἐστιν ἀναγκαῖόν τε ἔργον καὶ παντάπασι προσῆκον, ἀλλʼ ἐν τρόπῳ βοσκήματος ἕκαστον πιαινόμενον αὐτῶν δεῖ ζῆν; οὔκουν τό γε δίκαιόν φαμεν οὐδὲ καλόν, οὐδʼ οἷόν τε τὸν ζῶντα οὕτως ἀτυχῆσαι τοῦ προσήκοντος, προσήκει δὲ ἀργῷ καὶ ῥᾳθύμως καταπεπιασμένῳ ζῴῳ σχεδὸν ὑπʼ ἄλλου διαρπασθῆναι ζῴου τῶν σφόδρα τετρυχωμένων μετὰ ἀνδρείας τε ἅμα καὶ τῶν πόνων. ταῦτα οὖν δὴ διʼ ἀκριβείας μὲν ἱκανῆς, ὡς καὶ νῦν, εἰ ζητοῖμεν ἄν, ἴσως οὐκ ἄν ποτε γένοιτο, μέχριπερ ἂν γυναῖκές τε καὶ παῖδες οἰκήσεις τε ἴδιαι καὶ ἰδίως ἅπαντʼ ᾖ τὰ τοιαῦτα ἑκάστοις ἡμῶν κατεσκευασμένα· τὰ δὲ μετʼ ἐκεῖνʼ αὖ δεύτερα τὰ νῦν λεγόμενα εἰ γίγνοιτο ἡμῖν, γίγνοιτο ἂν καὶ μάλα μετρίως. ἔργον δὲ δὴ τοῖς οὕτω ζῶσίν φαμεν οὐ τὸ σμικρότατον οὐδὲ τὸ φαυλότατον λείπεσθαι, μέγιστον δὲ πάντων εἶναι προστεταγμένον ὑπὸ δικαίου νόμου· τοῦ γὰρ πᾶσαν τῶν ἄλλων πάντων ἔργων βίου ἀσχολίαν παρασκευάζοντος, τοῦ Πυθιάδος τε καὶ Ὀλυμπιάδος νίκης ὀρεγομένου, διπλασίας τε καὶ ἔτι πολλῷ πλέονος ἀσχολίας ἐστὶν γέμων ὁ περὶ τὴν τοῦ σώματος πάντως καὶ ψυχῆς εἰς ἀρετῆς ἐπιμέλειαν βίος εἰρημένος ὀρθότατα. πάρεργον γὰρ οὐδὲν δεῖ τῶν ἄλλων ἔργων διακώλυμα γίγνεσθαι τῶν τῷ σώματι προσηκόντων εἰς ἀπόδοσιν πόνων καὶ τροφῆς, οὐδʼ αὖ ψυχῇ μαθημάτων τε καὶ ἐθῶν, πᾶσα δὲ νύξ τε καὶ ἡμέρα σχεδὸν οὐκ ἔστιν ἱκανὴ τοῦτʼ αὐτὸ πράττοντι τὸ τέλεόν τε καὶ ἱκανὸν αὐτῶν ἐκλαμβάνειν·