οὐ ῥᾴδιον, ὦ ξένε, παρέντας ταῦτα ἄλλα ἔχειν βελτίω τούτων περὶ γυμναστικῆς ἅμα καὶ ἀγωνίας εἰπεῖν. τὸ τοίνυν τούτοις ἑξῆς περὶ τὰ τῶν Μουσῶν τε καὶ Ἀπόλλωνος δῶρα, τότε μέν, ὡς ἅπαντα εἰρηκότες, ᾠόμεθα καταλείπειν μόνα τὰ περὶ γυμναστικῆς· νῦν δʼ ἔστιν δῆλα ἅ τʼ ἐστὶν καὶ ὅτι πρῶτα πᾶσιν ῥητέα. λέγωμεν τοίνυν ἑξῆς αὐτά. πάνυ μὲν οὖν λεκτέον.ἀκούσατε δέ μου, προακηκοότες μὲν καὶ ἐν τοῖς πρόσθεν· ὅμως δὲ τό γε σφόδρα ἄτοπον καὶ ἄηθες διευλαβεῖσθαι δεῖ λέγοντα καὶ ἀκούοντα, καὶ δὴ καὶ νῦν. ἐρῶ μὲν γὰρ ἐγὼ λόγον οὐκ ἄφοβον εἰπεῖν, ὅμως δέ πῃ θαρρήσας οὐκ ἀποστήσομαι. τίνα δὴ τοῦτον, ὦ ξένε, λέγεις; φημὶ κατὰ πάσας πόλεις τὸ τῶν παιδιῶν γένος ἠγνοῆσθαι σύμπασιν ὅτι κυριώτατόν ἐστι περὶ θέσεως νόμων, ἢ μονίμους εἶναι τοὺς τεθέντας ἢ μή. ταχθὲν μὲν γὰρ αὐτὸ καὶ μετασχὸν τοῦ τὰ αὐτὰ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀεὶ τοὺς αὐτοὺς παίζειν τε καὶ εὐθυμεῖσθαι τοῖς αὐτοῖς παιγνίοις, ἐᾷ καὶ τὰ σπουδῇ κείμενα νόμιμα μένειν ἡσυχῇ, κινούμενα δὲ τὰ αὐτὰ καὶ καινοτομούμενα, μεταβολαῖς τε ἄλλαις ἀεὶ χρώμενα, καὶ μηδέποτε ταὐτὰ φίλα προσαγορευόντων τῶν νέων, μήτʼ ἐν σχήμασιν τοῖς τῶν αὑτῶν σωμάτων μήτε ἐν τοῖς ἄλλοις σκεύεσιν ὁμολογουμένως αὐτοῖς ἀεὶ κεῖσθαι τό τʼ εὔσχημον καὶ ἄσχημον, ἀλλὰ τόν τι νέον ἀεὶ καινοτομοῦντα καὶ εἰσφέροντα τῶν εἰωθότων ἕτερον κατά τε σχήματα καὶ χρώματα καὶ πάντα ὅσα τοιαῦτα, τοῦτον τιμᾶσθαι διαφερόντως, τούτου πόλει λώβην οὐκ εἶναι μείζω φαῖμεν ἂν ὀρθότατα λέγοντες· λανθάνειν γὰρ τῶν νέων τὰ ἤθη μεθιστάντα καὶ ποιεῖν τὸ μὲν ἀρχαῖον παρʼ αὐτοῖς ἄτιμον, τὸ δὲ νέον ἔντιμον. τούτου δὲ πάλιν αὖ λέγω τοῦ τε ῥήματος καὶ τοῦ δόγματος οὐκ εἶναι ζημίαν μείζω πάσαις πόλεσιν· ἀκούσατε δὲ ὅσον φημὶ αὔτʼ εἶναι κακόν. ἦ τὸ ψέγεσθαι τὴν ἀρχαιότητα λέγεις ἐν ταῖς πόλεσιν; πάνυ μὲν οὖν. οὐ φαύλους τοίνυν ἡμᾶς ἂν ἀκροατὰς πρὸς αὐτὸν τὸν λόγον ἔχοις ἂν τοῦτον, ἀλλʼ ὡς δυνατὸν εὐμενεστάτους. εἰκὸς γοῦν. λέγε μόνον. ἴτε δή, μειζόνως αὐτὸν ἀκούσωμέν τε ἡμῶν αὐτῶν καὶ πρὸς ἀλλήλους οὕτως εἴπωμεν. μεταβολὴν γὰρ δὴ πάντων πλὴν κακῶν πολὺ σφαλερώτατον εὑρήσομεν ἐν ὥραις πάσαις, ἐν πνεύμασιν, ἐν διαίταις σωμάτων, ἐν τρόποις ψυχῶν, ἐν ὡς ἔπος εἰπεῖν οὐ τοῖς μέν, τοῖς δʼ οὔ, πλήν, ὅτιπερ εἶπον νυνδή, κακοῖς·ὥστε, εἴ τις ἀποβλέψειε πρὸς σώματα, ὡς πᾶσι μὲν σιτίοις, πᾶσι δʼ αὖ ποτοῖς καὶ πόνοις συνήθη γιγνόμενα, καὶ τὸ πρῶτον ταραχθέντα ὑπʼ αὐτῶν, ἔπειτʼ ἐξ αὐτῶν τούτων ὑπὸ χρόνου σάρκας φύσαντα οἰκείας τούτοις, φίλα τε καὶ συνήθη καὶ γνώριμα γενόμενα ἁπάσῃ ταύτῃ τῇ διαίτῃ πρὸς ἡδονὴν καὶ ὑγίειαν ἄριστα διάγει,καὶ ἄν ποτʼ ἄρα ἀναγκασθῇ μεταβάλλειν αὖθις ἡντινοῦν τῶν εὐδοκίμων διαιτῶν, τό γε κατʼ ἀρχὰς συνταραχθεὶς ὑπὸ νόσων μόγις ποτὲ κατέστη, τὴν συνήθειαν τῇ τροφῇ πάλιν ἀπολαβών, ταὐτὸν δὴ δεῖ νομίζειν τοῦτο γίγνεσθαι καὶ περὶ τὰς τῶν ἀνθρώπων διανοίας τε ἅμα καὶ τὰς τῶν ψυχῶν φύσεις. οἷς γὰρ ἂν ἐντραφῶσιν νόμοις καὶ κατά τινα θείαν εὐτυχίαν ἀκίνητοι γένωνται μακρῶν καὶ πολλῶν χρόνων, ὡς μηδένα ἔχειν μνείαν μηδὲ ἀκοὴν τοῦ ποτε ἄλλως αὐτὰ σχεῖν ἢ καθάπερ νῦν ἔχει, σέβεται καὶ φοβεῖται πᾶσα ἡ ψυχὴ τό τι κινεῖν τῶν τότε καθεστώτων. μηχανὴν δὴ δεῖ τὸν νομοθέτην ἐννοεῖν ἁμόθεν γέ ποθεν ὅντινα τρόπον τοῦτʼ ἔσται τῇ πόλει. τῇδʼ οὖν ἔγωγε εὑρίσκω. τὰς παιδιὰς πάντες διανοοῦνται κινουμένας τῶν νέων, ὅπερ ἔμπροσθεν ἐλέγομεν, παιδιὰς ὄντως εἶναι καὶ οὐ τὴν μεγίστην ἐξ αὐτῶν σπουδὴν καὶ βλάβην συμβαίνειν, ὥστε οὐκ ἀποτρέπουσιν ἀλλὰ συνέπονται ὑπείκοντες, καὶ οὐ λογίζονται τόδε, ὅτι τούτους ἀνάγκη τοὺς παῖδας τοὺς ἐν ταῖς παιδιαῖς νεωτερίζοντας ἑτέρους ἄνδρας τῶν ἔμπροσθεν γενέσθαι παίδων, γενομένους δὲ ἄλλους, ἄλλον βίον ζητεῖν, ζητήσαντας δέ, ἑτέρων ἐπιτηδευμάτων καὶ νόμων ἐπιθυμῆσαι, καὶ μετὰ τοῦτο ὡς ἥξοντος τοῦ νυνδὴ λεγομένου μεγίστου κακοῦ πόλεσιν οὐδεὶς αὐτῶν φοβεῖται. τὰ μὲν οὖν ἄλλα ἐλάττω μεταβαλλόμενα κακὰ διεξεργάζοιτʼ ἄν, ὅσα περὶ σχήματα πάσχει τὸ τοιοῦτον· ὅσα δὲ περὶ τὰ τῶν ἠθῶν ἐπαίνου τε καὶ ψόγου πέρι πυκνὰ μεταπίπτει, πάντων, οἴομαι, μέγιστά τε καὶ πλείστης εὐλαβείας δεόμενα ἂν εἴη. πῶς γὰρ οὔ; τί οὖν; τοῖς ἔμπροσθεν λόγοις πιστεύομεν, οἷς ἐλέγομεν ὡς τὰ περὶ τοὺς ῥυθμοὺς καὶ πᾶσαν μουσικήν ἐστιν τρόπων μιμήματα βελτιόνων καὶ χειρόνων ἀνθρώπων; ἢ πῶς; οὐδαμῶς ἄλλως πως τό γε παρʼ ἡμῖν δόγμα ἔχον ἂν εἴη.οὐκοῦν, φαμέν, ἅπασαν μηχανητέον μηχανὴν ὅπως ἂν ἡμῖν οἱ παῖδες μήτε ἐπιθυμῶσιν ἄλλων μιμημάτων ἅπτεσθαι κατὰ ὀρχήσεις ἢ κατὰ μελῳδίας, μήτε τις αὐτοὺς πείσῃ προσάγων παντοίας ἡδονάς; ὀρθότατα λέγεις.ἔχει τις οὖν ἡμῶν ἐπὶ τὰ τοιαῦτα βελτίω τινα τέχνην τῆς τῶν Αἰγυπτίων; ποίας δὴ λέγεις; τοῦ καθιερῶσαι πᾶσαν μὲν ὄρχησιν, πάντα δὲ μέλη, τάξαντας πρῶτον μὲν τὰς ἑορτάς, συλλογισαμένους εἰς τὸν ἐνιαυτὸν ἅστινας ἐν οἷς χρόνοις καὶ οἷστισιν ἑκάστοις τῶν θεῶν καὶ παισὶ τούτων καὶ δαίμοσι γίγνεσθαι χρεών, μετὰ δὲ τοῦτο, ἐπὶ τοῖς τῶν θεῶν θύμασιν ἑκάστοις ἣν ᾠδὴν δεῖ ἐφυμνεῖσθαι, καὶ χορείαις ποίαισιν γεραίρειν τὴν τότε θυσίαν, τάξαι μὲν πρῶτόν τινας, ἃ δʼ ἂν ταχθῇ, Μοίραις καὶ τοῖς ἄλλοις πᾶσι θεοῖς θύσαντας κοινῇ πάντας τοὺς πολίτας, σπένδοντας καθιεροῦν ἑκάστας τὰς ᾠδὰς ἑκάστοις τῶν θεῶν καὶ τῶν ἄλλων· ἂν δὲ παρʼ αὐτά τίς τῳ θεῶν ἄλλους ὕμνους ἢ χορείας προσάγῃ, τοὺς ἱερέας τε καὶ τὰς ἱερείας μετὰ νομοφυλάκων ἐξείργοντας ὁσίως ἐξείργειν καὶ κατὰ νόμον, τὸν δὲ ἐξειργόμενον, ἂν μὴ ἑκὼν ἐξείργηται, δίκας ἀσεβείας διὰ βίου παντὸς τῷ ἐθελήσαντι παρέχειν. ὀρθῶς. πρὸς τούτῳ δὴ νῦν γενόμενοι τῷ λόγῳ, πάθωμεν τὸ πρέπον ἡμῖν αὐτοῖς. τοῦ πέρι λέγεις; πᾶς που νέος, μὴ ὅτι πρεσβύτης, ἰδὼν ἂν ἢ καὶ ἀκούσας ὁτιοῦν τῶν ἐκτόπων καὶ μηδαμῇ πως συνήθων, οὐκ ἄν ποτέ που τὸ ἀπορηθὲν περὶ αὐτῶν συγχωρήσειεν ἐπιδραμὼν οὕτως εὐθύς, στὰς δʼ ἄν, καθάπερ ἐν τριόδῳ γενόμενος καὶ μὴ σφόδρα κατειδὼς ὁδόν, εἴτε μόνος εἴτε μετʼ ἄλλων τύχοι πορευόμενος, ἀνέροιτʼ ἂν αὑτὸν καὶ τοὺς ἄλλους τὸ ἀπορούμενον, καὶ οὐκ ἂν πρότερον ὁρμήσειεν, πρίν πῃ βεβαιώσαιτο τὴν σκέψιν τῆς πορείας ὅπῃ ποτὲ φέρει. καὶ δὴ καὶ τὸ παρὸν ἡμῖν ὡσαύτως ποιητέον· ἀτόπου γὰρ τὰ νῦν ἐμπεπτωκότος λόγου περὶ νόμων, ἀνάγκη που σκέψιν πᾶσαν ποιήσασθαι, καὶ μὴ ῥᾳδίως οὕτως περὶ τοσούτων τηλικούτους ὄντας φάναι διισχυριζομένους ἐν τῷ παραχρῆμά τι σαφὲς ἂν εἰπεῖν ἔχειν. ἀληθέστατα λέγεις. οὐκοῦν τούτῳ μὲν χρόνον δώσομεν, βεβαιώσομεν δὲ τότε αὐτό, ὁπόταν σκεψώμεθα ἱκανῶς·