οὐκοῦν τό γʼ ἡμέτερον, ὦ ξένε, ὀρθῶς ἂν εἴη πάλαι τιθέμενον; πρὸς γὰρ ἓν ἔφαμεν δεῖν ἀεὶ πάνθʼ ἡμῖν τὰ τῶν νόμων βλέποντʼ εἶναι, τοῦτο δʼ ἀρετήν που συνεχωροῦμεν πάνυ ὀρθῶς λέγεσθαι. ναί. τὴν δέ γε ἀρετὴν τέτταρα ἔθεμέν που. πάνυ μὲν οὖν. νοῦν δέ γε πάντων τούτων ἡγεμόνα, πρὸς ὃν δὴ τά τε ἄλλα πάντα καὶ τούτων τὰ τρία δεῖ βλέπειν. κάλλιστʼ ἐπακολουθεῖς, ὦ Κλεινία. καὶ τὰ λοιπὰ δὴ συνακολούθει. νοῦν γὰρ δὴ κυβερνητικὸν μὲν καὶ ἰατρικὸν καὶ στρατηγικὸν εἴπομεν εἰς τὸ ἓν ἐκεῖνο οἷ δεῖ βλέπειν, τὸν δὲ πολιτικὸν ἐλέγχοντες ἐνταῦθʼ ἐσμὲν νῦν, καὶ καθάπερ ἄνθρωπον ἐπανερωτῶντες εἴποιμεν ἄν· ὦ θαυμάσιε, σὺ δὲ δὴ ποῖ σκοπεῖς; τί ποτʼ ἐκεῖνό ἐστι τὸ ἕν, ὃ δὴ σαφῶς ὁ μὲν ἰατρικὸς νοῦς ἔχει φράζειν, σὺ δʼ ὢν δὴ διαφέρων, ὡς φαίης ἄν, πάντων τῶν ἐμφρόνων, οὐχ ἕξεις εἰπεῖν; ἢ σύ γε, Μέγιλλε καὶ Κλεινία, ἔχετον διαρθροῦντες ὑπὲρ αὐτοῦ φράζειν πρὸς ἐμὲ τί ποτέ φατε εἶναι τοῦτο, καθάπερ ὑπὲρ ἄλλων ἐγὼ πρὸς ὑμᾶς συχνῶν διωριζόμην; οὐδαμῶς, ὦ ξένε. τί δʼ ὅτι δεῖ προθυμεῖσθαί τε συνιδεῖν αὐτὸ καὶ ἐν οἷς; οἷον ἐν τίσι λέγεις; οἷον ὅτε τέτταρα ἐφήσαμεν ἀρετῆς εἴδη γεγονέναι, δῆλον ὡς ἓν ἕκαστον ἀνάγκη φάναι, τεττάρων γε ὄντων. τί μήν; καὶ μὴν ἕν γε ἅπαντα ταῦτα προσαγορεύομεν. ἀνδρείαν γάρ φαμεν ἀρετὴν εἶναι, καὶ τὴν φρόνησιν ἀρετήν, καὶ τὰ δύο τἆλλα, ὡς ὄντως ὄντα οὐ πολλὰ ἀλλʼ ἓν τοῦτο μόνον, ἀρετήν. πάνυ μὲν οὖν. ἧι μὲν τοίνυν διαφέρετον αὐτοῖν τούτω τὼ δύο καὶ δύʼ ὀνόματα ἐλαβέτην καὶ τἆλλα, οὐδὲν χαλεπὸν εἰπεῖν· ᾗ δὲ ἓν ἀμφοῖν ἐπωνομάσαμεν, ἀρετήν, καὶ τοῖς ἄλλοις, οὐκ εὐπετὲς ἔτι. πῶς λέγεις; οὐδὲν χαλεπὸν ὃ λέγω δηλῶσαι. διανειμώμεθα γὰρ ἀλλήλοις τὴν ἐρώτησιν καὶ ἀπόκρισιν. πῶς αὖ φράζεις; ἐρώτησόν με τί ποτε ἓν προσαγορεύοντες ἀρετὴν ἀμφότερα, δύο πάλιν αὐτὰ προσείπομεν, τὸ μὲν ἀνδρείαν, τὸ δὲ φρόνησιν.ἐρῶ γάρ σοι τὴν αἰτίαν, ὅτι τὸ μέν ἐστιν περὶ φόβον, οὗ καὶ τὰ θηρία μετέχει, τῆς ἀνδρείας, καὶ τά γε τῶν παίδων ἤθη τῶν πάνυ νέων· ἄνευ γὰρ λόγου καὶ φύσει γίγνεται ἀνδρεία ψυχή, ἄνευ δὲ αὖ λόγου ψυχὴ φρόνιμός τε καὶ νοῦν ἔχουσα οὔτʼ ἐγένετο πώποτε οὔτʼ ἔστιν οὐδʼ αὖθίς ποτε γενήσεται, ὡς ὄντος ἑτέρου. ἀληθῆ λέγεις.ἧι μὲν τοίνυν ἐστὸν διαφόρω καὶ δύο, σὺ παρʼ ἐμοῦ ἀπείληφας τῷ λόγῳ· ᾗ δὲ ἓν καὶ ταὐτόν, σὺ πάλιν ἀπόδος ἐμοί. διανοοῦ δὲ ὡς ἐρῶν καὶ ὅπῃ τέτταρα ὄντα ἕν ἐστι, καὶ ἐμὲ δὲ ἀξίου, σοῦ δείξαντος ὡς ἕν, πάλιν ὅπῃ τέτταρα. καὶ δὴ τὸ μετὰ τοῦτο σκοπῶμεν τὸν εἰδότα ἱκανῶς περὶ ὡντινωνοῦν οἷς ἔστιν μὲν ὄνομα, ἔστιν δὲ αὖ καὶ λόγος, πότερον μόνον ἐπίστασθαι τοὔνομα χρεών, τὸν δὲ λόγον ἀγνοεῖν, ἢ τόν γε ὄντα τι καὶ περὶ τῶν διαφερόντων μεγέθει τε καὶ κάλλει πάντα τὰ τοιαῦτα ἀγνοεῖν αἰσχρόν. ἔοικεν γοῦν. μεῖζον δή τι νομοθέτῃ τε καὶ νομοφύλακι, καὶ ὃς ἀρετῇ πάντων διαφέρειν οἴεται καὶ νικητήρια τούτων αὐτῶν εἴληφεν, ἢ ταῦτα αὐτὰ περὶ ὧν νῦν λέγομεν, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη, φρόνησις; καὶ πῶς; τούτων δὴ πέρι τοὺς ἐξηγητάς, τοὺς διδασκάλους, τοὺς νομοθέτας, τῶν ἄλλων τοὺς φύλακας, τῷ δεομένῳ γνῶναί τε καὶ εἰδέναι, ἢ τῷ δεομένῳ κολάζεσθαί τε καὶ ἐπιπλῆξαι ἁμαρτάνοντι, πότερον οὐ διδάσκοντα ἣν δύναμιν ἔχει κακία τε καὶ ἀρετὴ καὶ πάντως δηλοῦντα, διαφέρειν τῶν ἄλλων, ἀλλʼ ἢ ποιητήν τινα ἐλθόντα εἰς τὴν πόλιν ἢ παιδευτὴν νέων φάσκοντʼ εἶναι βελτίω φαίνεσθαι τοῦ πᾶσαν ἀρετὴν νενικηκότος; εἶτα ἐν τῇ τοιαύτῃ πόλει ὅπου μὴ λόγῳ ἔργῳ τε ἱκανοὶ φύλακες εἶεν, ἀρετῆς πέρι γιγνώσκοντες ἱκανῶς, θαυμαστόν τι ταύτην τὴν πόλιν ἀφύλακτον οὖσαν πάσχειν ἃ πολλαὶ πάσχουσι τῶν νῦν πόλεων; οὐδέν γε, ὡς εἰκός. τί οὖν; ὃ λέγομεν νῦν ποιητέον ἡμῖν, ἢ πῶς; τοὺς φύλακας ἀκριβεστέρους τῶν πολλῶν περὶ ἀρετῆς ἔργῳ καὶ λόγῳ κατασκευαστέον; ἢ τίνα τρόπον τῇ τῶν ἐμφρόνων κεφαλῇ τε καὶ αἰσθήσεσιν ὁμοιωθήσεται ἡμῖν ἡ πόλις, ὡς τοιαύτην τινὰ φυλακὴν κεκτημένη ἐν αὑτῇ; πῶς οὖν δὴ καὶ τίνα τρόπον, ὦ ξένε, ἀπεικάζοντες αὐτὸ τοιούτῳ τινὶ λέγομεν;δῆλον ὡς αὐτῆς μὲν τῆς πόλεως οὔσης τοῦ κύτους, τῶν δὲ φυλάκων τοὺς μὲν νέους οἷον ἐν ἄκρᾳ κορυφῇ, ἀπειλεγμένους τοὺς εὐφυεστάτους, ὀξύτητας ἐν πάσῃ τῇ ψυχῇ ἔχοντας, περὶ ὅλην κύκλῳ τὴν πόλιν ὁρᾶν,φρουροῦντας δὲ παραδιδόναι μὲν τὰς αἰσθήσεις ταῖς μνήμαις, τοῖς πρεσβυτέροις δὲ ἐξαγγέλους γίγνεσθαι πάντων τῶν κατὰ πόλιν, τοὺς δὲ νῷ ἀπῃκασμένους τῷ πολλὰ καὶ ἄξια λόγου διαφερόντως φρονεῖν, τοὺς γέροντας, βουλεύεσθαι, καὶ ὑπηρέταις χρωμένους μετὰ συμβουλίας τοῖς νέοις, οὕτω δὴ κοινῇ σῴζειν ἀμφοτέρους ὄντως τὴν πόλιν ὅλην. πότερον οὕτω λέγομεν ἤ πως ἄλλως δεῖν κατασκευάζεσθαι; μῶν ὁμοίους πάντας κεκτημένους καὶ μὴ διηκριβωμένους ἔστιν οὓς τραφέντας τε καὶ πεπαιδευμένους; ἀλλʼ, ὦ θαυμάσιε, ἀδύνατον. ἰτέον ἄρα ἐπί τινα ἀκριβεστέραν παιδείαν τῆς ἔμπροσθεν. ἴσως. ἆρʼ οὖν ἧς δὴ νῦν σχεδὸν ἐφηψάμεθα, τυγχάνοι ἂν οὖσα ἧς χρείαν ἔχομεν αὕτη; παντάπασι μὲν οὖν. οὐκοῦν ἐλέγομεν τόν γε πρὸς ἕκαστα ἄκρον δημιουργόν τε καὶ φύλακα μὴ μόνον δεῖν πρὸς τὰ πολλὰ βλέπειν δυνατὸν εἶναι, πρὸς δὲ τὸ ἓν ἐπείγεσθαι γνῶναί τε, καὶ γνόντα πρὸς ἐκεῖνο συντάξασθαι πάντα συνορῶντα; ὀρθῶς. ἆρʼ οὖν ἀκριβεστέρα σκέψις θέα τε ἂν περὶ ὁτουοῦν ὁτῳοῦν γίγνοιτο ἢ τὸ πρὸς μίαν ἰδέαν ἐκ τῶν πολλῶν καὶ ἀνομοίων δυνατὸν εἶναι βλέπειν; ἴσως. οὐκ ἴσως, ἀλλʼ ὄντως, ὦ δαιμόνιε, ταύτης οὐκ ἔστιν σαφεστέρα μέθοδος ἀνθρώπων οὐδενί. σοὶ πιστεύων, ὦ ξένε, συγχωρῶ δή, καὶ ταύτῃ πορευώμεθα λέγοντες. ἀναγκαστέον ἄρʼ, ὡς ἔοικεν, καὶ τοὺς τῆς θείας πολιτείας ἡμῖν φύλακας ἀκριβῶς ἰδεῖν πρῶτον τί ποτε διὰ πάντων τῶν τεττάρων ταὐτὸν τυγχάνει, ὃ δή φαμεν ἔν τε ἀνδρείᾳ καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ ἐν φρονήσει ἓν ὄν, ἀρετὴν ἑνὶ δικαίως ἂν ὀνόματι προσαγορεύεσθαι. τοῦτο, ὦ φίλοι, εἰ μὲν βουλόμεθα, τὰ νῦν οἷόνπερ σφόδρα πιέσαντες μὴ ἀνῶμεν, πρὶν ἂν ἱκανῶς εἴπωμεν τί ποτʼ ἔστιν εἰς ὃ βλεπτέον, εἴτε ὡς ἓν εἴτε ὡς ὅλον εἴτε ἀμφότερα εἴτε ὅπως ποτὲ πέφυκεν· ἢ τούτου διαφυγόντος ἡμᾶς, οἰόμεθά ποτε ἡμῖν ἱκανῶς ἕξειν τὰ πρὸς ἀρετήν, περὶ ἧς οὔτʼ εἰ πολλά ἐστʼ οὔτʼ εἰ τέτταρα οὔθʼ ὡς ἓν δυνατοὶ φράζειν ἐσόμεθα;