μὴ τοίνυν ἀφιστώμεθα μηδενὶ τρόπῳ, πρὶν ἂν τοῦτʼ αὐτὸ ἐκπορισώμεθα τοῖς εἰρημένοις νόμοις· γελοῖον γὰρ τό γε μάτην πονήσαντα ὁτιοῦν εἰς μηδὲν βέβαιον καταβαλεῖν. ὀρθῶς παρακελεύῃ, καὶ ἐμὲ τοιοῦτον εὑρήσεις ἄλλον. καλῶς δὴ λέγεις. τίς οὖν δή, φῄς, σωτηρία γίγνοιτʼ ἂν καὶ τίνα τρόπον πολιτείᾳ τε καὶ τοῖς νόμοις ἡμῖν;ἆρʼ οὐκ εἴπομεν ὅτι δεῖ σύλλογον ἡμῖν ἐν τῇ πόλει γίγνεσθαι τοιόνδε τινά; δέκα μὲν τῶν νομοφυλάκων τοὺς πρεσβυτάτους ἀεί, τοὺς δὲ τἀριστεῖα εἰληφότας ἅπαντας δεῖν εἰς ταὐτὸ συλλέγεσθαι τούτοις, ἔτι δὲ τοὺς ἐκδημήσαντας ἐπὶ ζήτησιν εἴ τί που πρὸς τὴν νομοφυλακίαν γίγνοιτο ἓν καίριον ἀκοῦσαι καὶ σωθέντας οἴκαδε, δόξαι, τούτοις αὐτοῖς διαβασανισθέντας, τοῦ συλλόγου ἀξιοκοινωνήτους εἶναι· πρὸς τούτοις δὲ ἕνα ἕκαστον δεῖν προσλαμβάνειν τῶν νέων, μὴ ἔλαττον ἢ τριάκοντʼ ἔτη γεγονότα, πρῶτον δὲ αὐτὸν κρίναντα ἐπάξιον εἶναι φύσει καὶ τροφῇ, τὸν νέον οὕτως εἰς τοὺς ἄλλους εἰσφέρειν, καὶ ἐὰν μὲν δόξῃ καὶ τοῖς ἄλλοις, προσλαμβάνειν, εἰ δὲ μή, ἀπόρρητον εἶναι τὴν γεγονυῖαν κρίσιν τοῖς τε ἄλλοις δὴ καὶ μάλιστʼ αὐτῷ τῷ ἀποκριθέντι· δεῖν δὲ ὄρθριον εἶναι τὸν σύλλογον, ἡνίκʼ ἂν τῶν ἄλλων πράξεων ἰδίων τε καὶ κοινῶν καὶ μάλιστʼ ᾖ τις σχολὴ παντί. τοιοῦτόν τί που λεχθὲν ἡμῖν ἦν ἐν τοῖς ἔμπροσθεν λόγοις; ἦν γὰρ οὖν. τούτου δὴ πέρι τοῦ συλλόγου πάλιν ἀναλαβὼν λέγοιμʼ ἂν τὸ τοιόνδε. φημί, εἴ τις τοῦτον βάλοιτο οἷον ἄγκυραν πάσης τῆς πόλεως, πάντα ἔχουσαν τὰ πρόσφορα ἑαυτῇ, σῴζειν ἂν σύμπαντα ἃ βουλόμεθα. πῶς δή; τὸ μετὰ τοῦτο ἡμέτερος ἂν καιρὸς γίγνοιτο ὀρθῶς φράζοντας μηδὲν ἀπολείπειν προθυμίας. καὶ μάλα καλῶς εἶπες, ποίει θʼ ὥσπερ καὶ διανοῇ. χρὴ τοίνυν, ὦ Κλεινία, παντὸς πέρι νοῆσαι σωτῆρα τὸν εἰκότα ἐν ἑκάστοις τῶν ἔργων, ὡς ἐν ζῴῳ ψυχὴ καὶ κεφαλή, τό γε μέγιστον, πεφύκατον. πῶς αὖ φῄς; ἡ τούτοιν ἀρετὴ δήπου παντὶ παρέχει ζῴῳ σωτηρίαν. πῶς; ψυχῇ μὲν πρὸς τοῖς ἄλλοις νοῦς ἐγγιγνόμενος, κεφαλῇ δʼ αὖ πρὸς τοῖς ἄλλοις ὄψις καὶ ἀκοή· συλλήβδην δὲ νοῦς μετὰ τῶν καλλίστων αἰσθήσεων κραθείς, γενόμενός τε εἰς ἕν, σωτηρία ἑκάστων δικαιότατʼ ἂν εἴη καλουμένη. ἔοικε γοῦν. ἔοικε γάρ. ἀλλʼ ὁ περὶ τί νοῦς μετʼ αἰσθήσεων κραθεὶς σωτηρία πλοίων ἔν γε χειμῶσιν καὶ ἐν εὐδίαις γίγνοιτʼ ἄν;ἆρʼ οὐκ ἐν νηὶ κυβερνήτης ἅμα καὶ ναῦται τὰς αἰσθήσεις τῷ κυβερνητικῷ νῷ συγκερασάμενοι σῴζουσιν αὑτούς τε καὶ τὰ περὶ τὴν ναῦν; τί μήν;οὐδὲν δὴ πολλῶν δεῖ τῶν περὶ τὰ τοιαῦτα παραδειγμάτων· ἀλλʼ οἷον περὶ στρατοπέδων νοήσωμεν τίνα θέμενοι στρατηγοὶ σκοπὸν καὶ ἰατρικὴ ὑπηρεσία πᾶσα στοχάζοιτʼ ἂν τῆς σωτηρίας ὀρθῶς. ἆρʼ οὐχ ἡ μὲν νίκην καὶ κράτος πολεμίων, ἡ δὲ ἰατρῶν τε καὶ ὑπηρετῶν ὑγιείας σώματι παρασκευήν; πῶς γὰρ οὔ; ἰατρὸς δὴ τὸ περὶ σῶμα ἀγνοῶν, ὃ προσείπομεν ὑγίειαν νῦν, ἢ νίκην στρατηγὸς ἢ τῶν ἄλλων ὅσα δὴ διήλθομεν, ἔσθʼ ὅπως ἂν νοῦν περί τι τούτων ἂν ἔχων φαίνοιτο; καὶ πῶς; τί δὲ δὴ περὶ πόλιν; εἴ τις τὸν σκοπὸν οἷ βλέπειν δεῖ τὸν πολιτικὸν φαίνοιτο ἀγνοῶν, ἆρα ἄρχων μὲν πρῶτον δικαίως ἂν προσαγορεύοιτο, εἶτα σῴζειν ἂν δυνατὸς εἴη τοῦτο οὗ τὸν σκοπὸν τὸ παράπαν μηδʼ εἰδείη; καὶ πῶς; δεῖ δὴ καὶ τὰ νῦν, ὡς ἔοικεν, εἴπερ μέλλει τέλος ὁ κατοικισμὸς τῆς χώρας ἡμῖν ἕξειν, εἶναί τι τὸ γιγνῶσκον ἐν αὐτῷ πρῶτον μὲν τοῦτο ὃ λέγομεν, τὸν σκοπόν, ὅστις ποτὲ ὁ πολιτικὸς ὢν ἡμῖν τυγχάνει, ἔπειτα ὅντινα τρόπον δεῖ μετασχεῖν τούτου καὶ τίς αὐτῷ καλῶς ἢ μὴ συμβουλεύει, τῶν νόμων αὐτῶν πρῶτον, ἔπειτα ἀνθρώπων· εἰ δʼ ἔσται τοῦ τοιούτου κενή τις πόλις, οὐδὲν θαυμαστὸν ἄνους οὖσα καὶ ἀναίσθητος εἰ πράξει τὸ προστυχὸν ἑκάστοτε ἐν ἑκάσταις τῶν πράξεων. ἀληθῆ λέγεις. νῦν οὖν ἡμῖν ἐν τίνι ποτὲ τῶν τῆς πόλεως μερῶν ἢ ἐπιτηδευμάτων ἔστιν ἱκανὸν κατεσκευασμένον ὁτιοῦν τοιοῦτον φυλακτήριον; ἔχομεν φράζειν; οὐ δῆτα, ὦ ξένε, σαφῶς γε· εἰ δʼ οὖν τοπάζειν δεῖ, δοκεῖ μοι τείνειν ὁ λόγος οὗτος εἰς τὸν σύλλογον ὃν εἶπες νυνδὴ νύκτωρ δεῖν συνιέναι. κάλλισθʼ ὑπέλαβες, ὦ Κλεινία, καὶ δεῖ δὴ τοῦτον, ὡς ὁ νῦν παρεστηκὼς ἡμῖν λόγος μηνύει, πᾶσαν ἀρετὴν ἔχειν· ἧς ἄρχει τὸ μὴ πλανᾶσθαι πρὸς πολλὰ στοχαζόμενον, ἀλλʼ εἰς ἓν βλέποντα πρὸς τοῦτο ἀεὶ τὰ πάντα οἷον βέλη ἀφιέναι. παντάπασι μὲν οὖν. νῦν δὴ μαθησόμεθα ὅτι θαυμαστὸν οὐδὲν πλανᾶσθαι τὰ τῶν πόλεων νόμιμα, ὅτι πρὸς ἄλλο ἄλλη βλέπει τῶν νομοθεσιῶν ἐν τῇ πόλει ἑκάστῃ.καὶ τὰ μὲν πολλὰ οὐδὲν θαυμαστὸν τὸ τοῖς μὲν τὸν ὅρον εἶναι τῶν δικαίων ὅπως ἄρξουσί τινες ἐν τῇ πόλει, εἴτʼ οὖν βελτίους εἴτε χείρους τυγχάνουσιν ὄντες, τοῖς δʼ, ὅπως πλουτήσουσιν, εἴτʼ οὖν δοῦλοί τινων ὄντες εἴτε καὶ μή, τῶν δʼ ἡ προθυμία πρὸς τὸν ἐλεύθερον δὴ βίον ὡρμημένη· οἱ δὲ καὶ σύνδυο νομοθετοῦνται, πρὸς ἄμφω βλέποντες, ἐλεύθεροί τε ὅπως ἄλλων τε πόλεων ἔσονται δεσπόται, οἱ δὲ σοφώτατοι, ὡς οἴονται, πρὸς ταῦτά τε καὶ τὰ τοιαῦτα σύμπαντα, εἰς ἓν δὲ οὐδὲν διαφερόντως τετιμημένον ἔχοντες φράζειν εἰς ὃ τἆλλʼ αὐτοῖς δεῖ βλέπειν.