οἷσιν δὲ ὄντως ἐπικεκλωσμέναι, θάνατον ἴαμα ταῖς οὕτω διατεθείσαις ψυχαῖς διανέμοντες, ὃ δικαίως εἴη πολλάκις ἂν εἰρημένον, ἄξιοι ἐπαίνου γίγνοιντʼ ἂν τῇ πάσῃ πόλει τοιοῦτοι δικασταὶ καὶ δικαστῶν ἡγεμόνες.ἐπειδὰν δὲ αἱ κατʼ ἐνιαυτὸν δίκαι τέλος ἐκδικασθεῖσαι σχῶσι, ταῖς πράξεσι νόμους αὐτῶν χρεὼν γίγνεσθαι τούσδε· πρῶτον μὲν ἡ δικάζουσα ἀρχὴ τὰ τοῦ ὀφλόντος τῷ νικήσαντι χρήματα πάντα ἀποδιδότω, χωρὶς τῶν ἀναγκαίων κεκτῆσθαι, μετὰ τὴν διαψήφισιν ἑκάστην εὐθὺς ὑπὸ κήρυκος, ἀκουόντων τῶν δικαστῶν· ἐπειδὰν δὲ ὁ τῶν δικασίμων μηνῶν ἐχόμενος γένηται μήν, ἐάν τις μὴ ἀπαλλάττῃ τὸν νικήσαντα ἑκόντα ἑκών, ἡ δικάσασα ἀρχὴ συνεπομένη τῷ νικῶντι τὰ τοῦ ὀφλόντος παραδιδότω χρήματα. ἐὰν δὲ μὴ ἔχωσιν ὁπόθεν, ἐλλείπῃ δὲ μὴ ἔλαττον δραχμῆς, μὴ πρότερον εἶναι τούτῳ δίκας πρὸς ἄλλον μηδένα, πρὶν ἂν ἐκπληρώσῃ τὸ χρέος ἅπαν τῷ νικήσαντι· ἄλλοις δὲ πρὸς τοῦτον ἔστωσαν δίκαι κυρίως. ἐὰν δέ τις ἀφῃρῆται τὴν ἀρχὴν τὴν καταδικάσασαν καταδικασθείς, εἰσαγόντων μὲν αὐτὸν εἰς τὸ τῶν νομοφυλάκων δικαστήριον οἱ ἀφαιρεθέντες ἀδίκως, ἐὰν δέ τις ὄφλῃ τὴν τοιαύτην δίκην, ὡς ὅλην τὴν πόλιν καὶ νόμους φθείρων θανάτῳ ζημιούσθω.ἀνδρὶ δὴ τὸ μετὰ τοῦτο γεννηθέντι καὶ ἐκτραφέντι, καὶ γεννήσαντι καὶ ἐκθρέψαντι τέκνα, καὶ συμμείξαντι συμβόλαια μετρίως, διδόντι τε δίκας εἴ τινα ἠδικήκει καὶ παρʼ ἑτέρου ἐκλαβόντι, σὺν τοῖς νόμοις ἐν μοίρᾳ γηράσαντι τελευτὴ γίγνοιτʼ ἂν κατὰ φύσιν. περὶ τελευτήσαντας δή, εἴτε τις ἄρρην εἴτε τις θῆλυς ᾖ, τὰ μὲν περὶ τὰ θεῖα νόμιμα τῶν τε ὑπὸ γῆς θεῶν καὶ τῶν τῇδε, ὅσα προσήκει τελεῖσθαι, τοὺς ἐξηγητὰς γίγνεσθαι κυρίους φράζοντας·θήκας δʼ εἶναι τῶν χωρίων ὁπόσα μὲν ἐργάσιμα μηδαμοῦ, μήτε τι μέγα μήτε τι σμικρὸν μνῆμα, ἃ δὲ ἡ χώρα πρὸς τοῦτʼ αὐτὸ μόνον φύσιν ἔχει, τὰ τῶν τετελευτηκότων σώματα μάλιστα ἀλυπήτως τοῖς ζῶσι δεχομένη κρύπτειν, ταῦτα ἐκπληροῦν, τοῖς δὲ ἀνθρώποις ὅσα τροφὴν μήτηρ οὖσα ἡ γῆ πρὸς ταῦτα πέφυκεν βούλεσθαι φέρειν, μήτε ζῶν μήτε τις ἀποθανὼν στερείτω τὸν ζῶνθʼ ἡμῶν.χῶμα δὲ μὴ χοῦν ὑψηλότερον πέντε ἀνδρῶν ἔργον, ἐν πένθʼ ἡμέραις ἀποτελούμενον· λίθινα δὲ ἐπιστήματα μὴ μείζω ποιεῖν ἢ ὅσα δέχεσθαι τῶν τοῦ τετελευτηκότος ἐγκώμια βίου μὴ πλείω τεττάρων ἡρωικῶν στίχων. τὰς δὲ προθέσεις πρῶτον μὲν μὴ μακρότερον χρόνον ἔνδον γίγνεσθαι τοῦ δηλοῦντος τόν τε ἐκτεθνεῶτα καὶ τὸν ὄντως τεθνηκότα, εἴη δʼ ἂν σχεδόν, ὡς τἀνθρώπινα, μέτρον ἔχουσα τριταία πρὸς τὸ μνῆμα ἐκφορά. πείθεσθαι δʼ ἐστὶ τῷ νομοθέτῃ χρεὼν τά τε ἄλλα καὶ λέγοντι ψυχὴν σώματος εἶναι τὸ πᾶν διαφέρουσαν, ἐν αὐτῷ τε τῷ βίῳ τὸ παρεχόμενον ἡμῶν ἕκαστον τοῦτʼ εἶναι μηδὲν ἀλλʼ ἢ τὴν ψυχήν, τὸ δὲ σῶμα ἰνδαλλόμενον ἡμῶν ἑκάστοις ἕπεσθαι, καὶ τελευτησάντων λέγεσθαι καλῶς εἴδωλα εἶναι τὰ τῶν νεκρῶν σώματα, τὸν δὲ ὄντα ἡμῶν ἕκαστον ὄντως, ἀθάνατον εἶναι ψυχὴν ἐπονομαζόμενον, παρὰ θεοὺς ἄλλους ἀπιέναι δώσοντα λόγον, καθάπερ ὁ νόμος ὁ πάτριος λέγει—τῷ μὲν γὰρ ἀγαθῷ θαρραλέον, τῷ δὲ κακῷ μάλα φοβερόν—βοήθειάν τε αὐτῷ μήτινα μεγάλην εἶναι τετελευτηκότι· ζῶντι γὰρ ἔδει βοηθεῖν πάντας τοὺς προσήκοντας, ὅπως ὅτι δικαιότατος ὢν καὶ ὁσιώτατος ἔζη τε ζῶν καὶ τελευτήσας ἀτιμώρητος ἂν κακῶν ἁμαρτημάτων ἐγίγνετο τὸν μετὰ τὸν ἐνθάδε βίον. ἐκ δὲ τούτων οὕτως ἐχόντων οὐδέποτε οἰκοφθορεῖν χρή, διαφερόντως νομίζοντα τὸν αὑτοῦ τοῦτον εἶναι τὸν τῶν σαρκῶν ὄγκον θαπτόμενον, ἀλλʼ ἐκεῖνον τὸν ὑὸν ἢ ἀδελφόν, ἢ ὅντινά τις μάλισθʼ ἡγεῖται ποθῶν θάπτειν, οἴχεσθαι περαίνοντα καὶ ἐμπιμπλάντα τὴν αὑτοῦ μοῖραν, τὸ δὲ παρὸν δεῖν εὖ ποιεῖν, τὰ μέτρια ἀναλίσκοντα ὡς εἰς ἄψυχον χθονίων βωμόν· τὸ δὲ μέτριον νομοθέτης ἂν μαντεύσαιτο οὐκ ἀσχημονέστατα. ἔστω δὴ νόμος οὗτος· τῷ μὲν δὴ τοῦ μεγίστου τιμήματος εἰς τὴν πᾶσαν ταφὴν ἀναλισκόμενα μὴ πλέον πέντε μνῶν, τῷ δὲ τοῦ δευτέρου τρεῖς μναῖ, καὶ δύο τῷ τοῦ τρίτου, μνᾶ δὲ τῷ τοῦ τετάρτου μέτρον ἂν ἔχοι τῶν ἀναλωμάτων.νομοφύλαξι δὲ πολλά τε ἄλλα ἀνάγκη πράττειν καὶ πολλῶν ἐπιμελεῖσθαι, τούτων δʼ οὐχ ἥκιστα, ὅπως ἂν παίδων τε καὶ ἀνδρῶν καὶ πάσης ἡλικίας ἐπιμελούμενοι ζῶσι, καὶ δὴ καὶ πρὸς τὸ τέλος ἁπάντων νομοφύλαξ εἷς γέ τις ἐπιστατῇ, ὃν ἂν οἱ τοῦ τετελευτηκότος ἐπίσκοπον οἰκεῖοι παραλάβωσιν, ᾧ καλόν τʼ ἔστω καλῶς καὶ μετρίως τὰ περὶ τὸν τετελευτηκότα γιγνόμενα καὶ μὴ καλῶς αἰσχρόν.πρόθεσις δὲ καὶ τἆλλα ἔστω μὲν κατὰ τὸν περὶ τὰ τοιαῦτα νόμον γιγνόμενα, τῷ δὲ πολιτικῷ νομοθετοῦντι παραχωρεῖν χρὴ τὰ τοιάδε· δακρύειν μὲν τὸν τετελευτηκότα ἐπιτάττειν ἢ μὴ ἄμορφον, θρηνεῖν δὲ καὶ ἔξω τῆς οἰκίας φωνὴν ἐξαγγέλλειν ἀπαγορεύειν, καὶ τὸν νεκρὸν εἰς τὸ φανερὸν προάγειν τῶν ὁδῶν κωλύειν, καὶ ἐν ταῖς ὁδοῖς πορευόμενον φθέγγεσθαι, καὶ πρὸ ἡμέρας ἔξω τῆς πόλεως εἶναι. ταῦτα δὴ κείσθω τε οὕτω περὶ τὰ τοιαῦτα νόμιμα, καὶ ὁ μὲν πειθόμενος ἔστω ζημίας ἐκτός, ὁ δὲ ἀπειθῶν ἑνὶ τῶν νομοφυλάκων ὑπὸ πάντων ζημιούσθω τῇ δοξάσῃ πᾶσι κοινῇ ζημίᾳ. ὅσαι δʼ ἄλλαι γίγνονται περὶ τελευτήσαντας ταφαὶ εἴτε καὶ ἄταφοι πράξεις, περὶ πατροφόνων καὶ ἱεροσύλων καὶ τῶν τοιούτων πάντων, εἰρημέναι ἐν τοῖς ἔμπροσθεν κεῖνται διὰ νόμων, ὥστε σχεδὸν ἡ νομοθεσία τέλος ἂν ἡμῖν ἔχοι· τῶν πάντων δʼ ἑκάστοτε τέλος οὐ τὸ δρᾶσαί τι σχεδὸν οὐδὲ τὸ κτήσασθαι κατοικίσαι τʼ ἐστίν, ἀλλὰ τῷ γεννηθέντι σωτηρίαν ἐξευρόντα τελέως ἀεί, τότʼ ἤδη νομίζειν πᾶν ὅσον δεῖ πραχθῆναι πεπρᾶχθαι, πρότερον δʼ ἀτελὲς εἶναι τὸ ὅλον. καλῶς, ὦ ξένε, λέγεις· πρὸς ὅτι δὲ τὸ νῦν αὖ ῥηθὲν εἴρηται, φράζʼ ἔτι σαφέστερον. ὦ Κλεινία, πολλὰ τῶν ἔμπροσθεν καλῶς ὕμνηται, σχεδὸν δὲ οὐχ ἥκιστα τὰ τῶν Μοιρῶν προσρήματα. ποῖα δή; τὸ Λάχεσιν μὲν τὴν πρώτην εἶναι, Κλωθὼ δὲ τὴν δευτέραν, τὴν Ἄτροπον δὴ τρίτην σώτειραν τῶν λεχθέντων, ἀπῃκασμένα τῇ τῶν κλωσθέντων τῷ πυρὶ τὴν ἀμετάστροφον ἀπεργαζομένων δύναμιν· ἃ δὴ καὶ πόλει καὶ πολιτείᾳ δεῖ μὴ μόνον ὑγίειαν καὶ σωτηρίαν τοῖς σώμασι παρασκευάζειν, ἀλλὰ καὶ εὐνομίαν ἐν ταῖς ψυχαῖς, μᾶλλον δὲ σωτηρίαν τῶν νόμων. ἡμῖν δʼ ἔτι μοι φαίνεσθαι δοκεῖ τοῦτʼ ἐλλεῖπον τοῖς νόμοις εἶναι, πῶς χρὴ τὴν ἀμετάστροφον αὐτοῖς ἐγγίγνεσθαι κατὰ φύσιν δύναμιν. οὐ σμικρὸν λέγεις, εἴπερ ἐστὶ μὴ δυνατὸν εὑρεῖν ὅπῃ γίγνοιτʼ ἂν παντὶ κτῆμά τι τοιοῦτον. ἀλλʼ ἔστι μὴν δυνατόν, ὥς γέ μοι τὰ νῦν παντάπασι καταφαίνεται.