οὗτος δʼ ἔστω νέων καὶ πρεσβυτέρων μεμειγμένος, ἑκάστης μὲν ἡμέρας συλλεγόμενος ἐξ ἀνάγκης ἀπʼ ὄρθρου μέχριπερ ἂν ἥλιος ἀνάσχῃ, πρῶτον μὲν τῶν ἱερέων τῶν τὰ ἀριστεῖα εἰληφότων, ἔπειτα τῶν νομοφυλάκων τοὺς ἀεὶ πρεσβεύοντας δέκα. ἔτι ὁ περὶ τῆς παιδείας πάσης ἐπιμελητὴς ὅ τε νέος οἵ τε ἐκ τῆς ἀρχῆς ταύτης ἀπηλλαγμένοι. ἕκαστος δὲ τούτων μὴ μόνος, ἀλλʼ ἴτω μετὰ νέου ἀπὸ τριάκοντα ἐτῶν μέχρι τετταράκοντα, τὸν ἀρέσκοντα αὑτῷ προσλαμβάνων.τὴν δὲ συνουσίαν εἶναι τούτοις καὶ τοὺς λόγους περὶ νόμων ἀεὶ τῆς τε οἰκείας πόλεως πέρι, καὶ ἐὰν ἄλλοθι πυνθάνωνταί τι περὶ τῶν τοιούτων διαφέρον, καὶ δὴ καὶ περὶ μαθημάτων, ὁπόσʼ ἂν ἐν ταύτῃ τῇ σκέψει δοκῇ συμφέρειν μαθοῦσι μὲν εὐαγέστερον γίγνεσθαι, μὴ μαθοῦσι δὲ σκοτωδέστερα τὰ περὶ νόμους αὐτοῖς φαίνεσθαι καὶ ἀσαφῆ. ἃ δʼ ἂν τούτων ἐγκρίνωσιν οἱ γεραίτεροι, τοὺς νεωτέρους πάσῃ σπουδῇ μανθάνειν, ἐὰν δέ τις ἀνάξιος δοκῇ τῶν παρακεκλημένων εἶναι, τῷ παρακαλοῦντι μέμφεσθαι τὸν σύλλογον ὅλον· τοὺς δʼ εὐδοκιμοῦντας τούτων τῶν νέων φυλάττειν τὴν ἄλλην πόλιν, ἀποβλέποντας εἰς αὐτοὺς διαφερόντως τε τηροῦντας, καὶ τιμᾶν μὲν κατορθοῦντας, ἀτιμάζειν δὲ μᾶλλον τῶν ἄλλων, ἐὰν ἀποβαίνωσι χείρους τῶν πολλῶν. εἰς δὴ τοῦτον τὸν σύλλογον ὁ θεωρήσας τὰ ἐν τοῖς ἄλλοις ἀνθρώποις νόμιμα ἀφικόμενος εὐθὺς πορευέσθω, καὶ εἴ τινα φήμην τινῶν περὶ θέσεως νόμων ἢ παιδείας ἢ τροφῆς ηὗρεν τινας ἔχοντας φράζειν, εἴτε καὶ αὐτὸς νενοηκὼς ἄττα ἥκοι, κοινούτω τῷ συλλόγῳ ἅπαντι· καὶ ἐάντε μηδὲν χείρων μηδέ τι βελτίων ἥκειν δόξῃ, χάριν γοῦν τῆς σφόδρα προθυμίας αἰνείσθω, ἐὰν δὲ πολὺ βελτίων, πολύ τʼ ἐπαινείσθω μᾶλλον ζῶν, τελευτήσαντά τε τιμαῖς αὐτὸν προσηκούσαις ἡ τῶν συλλεγομένων τιμάτω δύναμις. ἐὰν δὲ διεφθαρμένος ἀφικέσθαι δόξῃ, μηδενὶ συγγιγνέσθω μήτε νέῳ μήτε πρεσβυτέρῳ προσποιούμενος εἶναι σοφός· καὶ ἐὰν μὲν πείθηται τοῖς ἄρχουσιν, ἰδιώτης ζήτω, ἐὰν δὲ μή, τεθνάτω, ἐάν γʼ ἐν δικαστηρίῳ ἁλῷ πολυπραγμονῶν τι περὶ τὴν παιδείαν καὶ τοὺς νόμους. ἐὰν δὲ ἄξιον ὄντα εἰς δικαστήριον εἰσάγειν ἀρχόντων μηδεὶς εἰσάγῃ, ὄνειδος ἀποκείσθω τοῖς ἄρχουσιν εἰς τὴν τῶν ἀριστείων διαδικασίαν.ὁ μὲν οὖν ἐκδημῶν οὕτω καὶ τοιοῦτος ὢν ἐκδημείτω, τὸν δʼ εἰσεπιδημήσαντα μετὰ τοῦτον χρὴ φιλοφρονεῖσθαι. τέτταρες δʼ εἰσὶ ξένοι ὧν δεῖ πέρι λόγον τινὰ ποιεῖσθαι·ὁ μὲν δὴ πρῶτός τε καὶ διὰ τέλους ἀεὶ θερινὸς ὡς τὰ πολλὰ διατελῶν ταῖς φοιτήσεσιν, καθάπερ οἱ τῶν ὀρνίθων διαπορευόμενοι—καὶ τούτων οἱ πολλοὶ κατὰ θάλατταν ἀτεχνῶς οἷον πετόμενοι χρηματισμοῦ χάριν ἐμπορευόμενοι ἔτους ὥραν πέτονται πρὸς τὰς ἄλλας πόλεις—ὃν ἀγοραῖς καὶ λιμέσι καὶ δημοσίοις οἰκοδομήμασιν ἔξω τῆς πόλεως πρὸς τῇ πόλει ὑποδέχεσθαι χρὴ τοὺς ἐπὶ τούτοις ἄρχοντας τεταγμένους, φυλάττοντας μὴ νεωτερίζῃ τίς τι τῶν τοιούτων ξένων, καὶ δίκας αὐτοῖς ὀρθῶς διανέμοντας, ἀναγκαῖα μέν, ὡς ὀλίγιστα δʼ ἐπιχρωμένους. ὁ δὲ δεύτερος, ὄμμασιν ὄντως θεωρὸς ὅσα τε μουσῶν ὠσὶν ἔχεται θεωρήματα· τῷ δὴ τοιούτῳ παντὶ χρὴ καταλύσεις πρὸς ἱεροῖς εἶναι φιλοξενίαις ἀνθρώπων παρεσκευασμένας, χρὴ δὲ καὶ τῶν τοιούτων ἱερέας τε καὶ νεωκόρους ἐπιμελεῖσθαι καὶ τημελεῖν, ἕως ἂν τὸν μέτριον ἐπιμείναντες χρόνον, ἰδόντες τε καὶ ἀκούσαντες ὧν χάριν ἀφίκοντο, ἀβλαβεῖς τοῦ δρᾶσαί τε καὶ παθεῖν ἀπαλλάττωνται. δικαστὰς δʼ αὐτοῖς εἶναι τοὺς ἱερέας, ἐὰν ἀδικῇ τις αὐτῶν τινα ἤ τινʼ ἄλλον ἀδικῇ τις τούτων ὅσα ἐντὸς δραχμῶν πεντήκοντα, ἐὰν δέ τι μεῖζον ἔγκλημα αὐτοῖς γίγνηται, πρὸς τοῖς ἀγορανόμοις εἶναι δεῖ δίκας τοῖς τοιούτοις. τρίτον δὲ ξένον ὑποδέχεσθαι χρὴ δημοσίᾳ τὸν κατά τι δημόσιον ἐξ ἄλλης χώρας ἀφιγμένον· ὃν στρατηγοῖς τε καὶ ἱππάρχοις καὶ ταξιάρχοις ὑποδεκτέον ἐστὶν μόνοις, τήν τʼ ἐπιμέλειαν τῶν τοιούτων μετὰ τῶν πρυτάνεων ποιητέον ἐκείνῳ παρʼ ὅτῳ τις ἂν αὐτῶν τὴν κατάλυσιν ξενωθεὶς ποιήσηται μόνῳ. τέταρτος δέ, ἄν ποτέ τις ἀφίκηται, σπάνιος μέν, ἂν δʼ οὖν ποτέ τις ἔλθῃ τῶν παρʼ ἡμῖν θεωρῶν ἀντίστροφος ἐξ ἄλλης χώρας, πρῶτον μὲν ἔλαττον ἐτῶν μηδὲν πεντήκοντα γεγονὼς ἔστω, πρὸς τούτῳ δὲ ἀξιῶν τι καλὸν ἰδεῖν τῶν ἐν ταῖς ἄλλαις πόλεσιν διαφέρον ἐν καλλοναῖς ἢ καὶ δεῖξαί τι κατὰ ταὐτὰ ἄλλῃ πόλει. ἴτω μὲν νῦν πᾶς ἀκέλευστος ὁ τοιοῦτος ἐπὶ τὰς τῶν πλουσίων καὶ σοφῶν θύρας, τοιοῦτος ἕτερος αὐτὸς ὤν·ἐπὶ γὰρ τὴν τοῦ τῆς παιδείας ἐπιμελουμένου πάσης οἴκησιν ἴτω πιστεύων ἱκανῶς εἶναι ξένος τῷ τοιούτῳ ξένῳ, ἢ τὴν τῶν νικηφόρων τινὸς ἐπʼ ἀρετῇ, συνὼν δὲ τούτων τισὶν τὸ μὲν διδάξας, τὸ δὲ μαθὼν ἀπαλλαττέσθω, φίλος παρὰ φίλων δώροις καὶ τιμαῖς πρεπούσαις τιμηθείς. τούτοις δὴ τοῖς νόμοις ὑποδέχεσθαί τε χρὴ πάντας ξένους τε καὶ ξένας ἐξ ἄλλης χώρας καὶ τοὺς αὑτῶν ἐκπέμπειν, τιμῶντας ξένιον Δία, μὴ βρώμασι καὶ θύμασι τὰς ξενηλασίας ποιουμένους, καθάπερ ποιοῦσιν νῦν θρέμματα Νείλου, μηδὲ κηρύγμασιν ἀγρίοις.ἐγγύην, ἣν ἂν ἐγγυᾶταί τις, διαρρήδην ἐγγυάσθω, τὴν πρᾶξιν πᾶσαν διομολογούμενος ἐν συγγραφῇ καὶ ἐναντίον μαρτύρων μὴ ἔλαττον τριῶν, ὅσα ἐντὸς χιλίων, τὰ δʼ ὑπὲρ χιλίας μὴ ἔλαττον ἢ πέντε. ἐγγυητὴς μὲν δὴ καὶ ὁ προπωλῶν ὁτιοῦν τοῦ μὴ ἐνδίκως πωλοῦντος ἢ καὶ μηδαμῶς ἀξιόχρεω· ὑπόδικος δʼ ἔστω καὶ ὁ προπωλῶν καθάπερ ὁ ἀποδόμενος.φωρᾶν δὲ ἂν ἐθέλῃ τις παρʼ ὁτῳοῦν, γυμνὸς ἢ χιτωνίσκον ἔχων ἄζωστος, προομόσας τοὺς νομίμους θεοὺς ἦ μὴν ἐλπίζειν εὑρήσειν, οὕτω φωρᾶν· ὁ δὲ παρεχέτω τὴν οἰκίαν, τά τε σεσημασμένα καὶ τὰ ἀσήμαντα, φωρᾶν. ἐὰν δέ τις ἐρευνᾶν βουλομένῳ φωρᾶν μὴ διδῷ, δικάζεσθαι μὲν τὸν ἀπειργόμενον, τιμησάμενον τὸ ἐρευνώμενον, ἂν δέ τις ὄφλῃ, τὴν διπλασίαν τοῦ τιμηθέντος βλάβην ἐκτίνειν. ἐὰν δὲ ἀποδημῶν οἰκίας δεσπότης τυγχάνῃ, τὰ μὲν ἀσήμαντα παρεχόντων οἱ ἐνοικοῦντες ἐρευνᾶν, τὰ δὲ σεσημασμένα παρασημηνάσθω καὶ ὃν ἂν ἐθέλῃ φύλακα καταστησάτω πέντε ἡμέρας ὁ φωρῶν· ἐὰν δὲ πλείονα χρόνον ἀπῇ, τοὺς ἀστυνόμους παραλαβὼν οὕτω φωράτω, λύων καὶ τὰ σεσημασμένα, πάλιν δὲ μετὰ τῶν οἰκείων καὶ τῶν ἀστυνόμων κατὰ ταὐτὰ σημηνάσθω.τῶν ἀμφισβητησίμων χρόνου ὅρος, ὃν ἐάν τις ᾖ κεκτημένος, μηκέτʼ ἀμφισβητεῖν ἐξεῖναι. χωρίων μὲν οἰκήσεών τε τῇδε οὐκ ἔστʼ ἀμφισβήτησις· τῶν δὲ ἄλλων ὅτι ἄν τις ἐκτημένος ᾖ, ἐὰν μὲν κατὰ ἄστυ καὶ κατʼ ἀγορὰν καὶ ἱερὰ χρώμενος φαίνηται καὶ μηδεὶς ἐπιλάβηται, φῇ δὲ ζητεῖν τοῦτον τὸν χρόνον, ὁ δὲ μὴ ἀποκρυπτόμενος φανερὸς ᾖ, ἐὰν οὕτω τις ἐνιαυτὸν ὁτιοῦν ἐκτημένος, ὁ δὲ ζητῶν διαγένωνται, μὴ ἐξέστω τοιούτου κτήματος ἐπιλαβέσθαι μηδένʼ ἀπελθόντος ἐνιαυτοῦ. ἐὰν δὲ κατʼ ἄστυ μὲν μὴ μηδὲ κατʼ ἀγορὰν χρῆται, κατʼ ἀγροὺς δὲ φανερῶς, μὴ προστυχὴς δὲ ἐν πέντε ἔτεσιν γένηταί τις, τῶν πέντε ἐξελθόντων ἐτῶν, μηκέτι τοῦ λοιποῦ χρόνου ἐξέστω τούτῳ τοῦ τοιούτου ἐπιλαβέσθαι.